← 希腊诗选

希腊诗选 卷五

§16.46-16.62

题咏竞技者与狂女雕像及皇帝功业的铭词

一组题咏各色人物与雕像的铭词,包括将领尼凯塔斯、官员普罗克洛斯、拳击手赫拉斯、奔跑健将拉达斯、车手尤塞比乌斯等竞技者,斯科帕斯等人所作的狂女雕像,以及赞颂尼禄远征功绩与查士丁尼皇帝立柱像的作品。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
46

​Anonymi Epigrammatici Νικήταν δορίτολμον ἄναξ, στρατός, ἄστεα, δῆμος στῆσαν ὑπὲρ μεγάλων Μηδοφόνων καμάτων.

佚名诗人 长枪勇武的尼凯塔斯,君王、军队、诸城与民众,因其诛杀波斯人的崇高劳苦而为他立像。 佚名诗人

​Anonymi Epigrammatici τὸν μέγαν ἐν πολέμοισι, τὸν ἄτρομον ἡγεμονῆα, Νικήταν ἀρετῶν εἵνεκεν οἱ Πράσινοι.

战阵中的伟人、无畏的统领尼凯塔斯,绿党因其美德而(树立此像)。

​Anonymi Epigrammatici Πρόκλος ἐγὼ Παύλου, Βυζάντιος, ὃν περὶ δῶμα τηλεθάοντα Δίκης βασιλήιος ἥρπασεν αὐλή, ὄφρʼ εἴην στόμα πιστὸν ἐρισθενέος βασιλῆος. ἀγγέλλει δʼ ὅδε χαλκὸς ὅσον γέρας ἐστὶν ἀέθλων. καὶ τὰ μὲν εἴκελα πάντα καὶ υἱέι καὶ γενετῆρι· ἐν δʼ ὑπάτων ῥάβδοισι πάις νίκησε τοκῆα.

佚名诗人 我是保卢斯之子普罗克洛斯,拜占庭人;我在正义之堂四周正值昌盛之际,皇廷将我选拔,使我成为威严君王忠实的喉舌。这尊青铜昭示着竞赛的赏赐何其丰厚:对于儿子与生父而言一切皆相等,但在执政官的权标上,儿子胜过了父亲。

​Apollonides θαύμασε τὸν Κινύρην ὁ πάλαι χρόνος ἢ Φρύγας ἄμφω· σὸν δέ, Λέων, ἡμεῖς κάλλος ἀεισόμεθα, Κερκαφίδη περίβωτε· μακαρτάτη ἔστʼ ἄρα νήσων καὶ Ῥόδος, ἣ τοίῳ λάμπεται ἠελίῳ.

阿波罗尼德斯 古昔赞美基倪拉斯或弗里吉亚二人;但我们,莱昂啊,刻尔卡福斯的显赫后裔,将歌颂你的美貌。在众岛屿之中,罗得岛亦是最为蒙福的,因它被这般的太阳所辉耀。

50

​Apollonides εἰ τοιόσδε Λέων λάχεν ἀντίος Ἡρακλῆι, οὐκ ἦν Ἀλκίδεω τοῦτο τὸ δωδέκατον.1

阿波罗尼德斯 若有这般的莱昂作为赫拉克勒斯的对手,这就不会是阿尔刻得斯的第十二件功业了。

​Macedonius II τῷ ξοάνῳ τὸν παῖδα Θυώνιχον,2 οὐχ ἵνα λεύσσῃς ὡς καλὸς ἐν τῇδε μνάματος ἀγλαΐᾳ, ἀλλʼ ἵνα σοὶ τὸν ἄεθλον ὃν ἐξεπόνησε μαθόντι, ὧ ʼγαθέ, τᾶς αὐτᾶς ζᾶλος ἔοι μανίας. οὗτος ὁ μὴ κλίνας καμάτῳ πόδα, πάντα δʼ ἀγῶνι ἅλικα νικήσας, ὁπλότερον, πρότερον.

马其顿尼乌斯二世 以雕像(立起)少年休尼科斯,并非为了让你瞻仰他在纪念的辉煌中何其俊美,而是为了让你,贤友啊,在明晓他所成就的苦斗后,对同样的狂热产生景仰与效仿。他未曾因劳顿而屈膝,在竞技中战胜了所有同侪、年轻者与年长者。

​Philippus ἴσως με λεύσσων, ξεῖνε, ταυρογάστορα καὶ στερρόγυιον, ὡς Ἄτλαντα δεύτερον, θαμβεῖς, ἀπιστῶν εἰ βρότειος ἡ φύσις. ἀλλʼ ἴσθι μʼ Ἡρᾶν Λαδικῆα πάμμαχον, ὃν Σμύρνα καὶ δρῦς Περγάμου κατέστεφεν, Δελφοί, Κόρινθος, Ἦλις, Ἄργος, Ἄκτιον λοιπῶν δʼ ἀέθλων ἢν ἐρευνήσῃς κράτος, καὶ τὴν Λίβυσσαν ἐξαριθμήσεις κόνιν.

腓力 客旅啊,你见我状如公牛的腹部与坚固的四肢,恍若第二位阿特拉斯,或许会感到惊异,怀疑这是否出于凡人之躯。但请知晓,我是来自拉奥迪凯亚的全能搏击手赫拉斯,士麦那与佩加蒙的橡树之冠曾为我加冕,德尔斐、科林斯、厄利斯、阿尔戈斯与阿克提乌姆亦然;若你要探究我其余竞赛的胜利,那便得去清数利比亚的流沙。

​Anonymi Epigrammatici Λᾴδας τὸ στάδιον εἴθʼ ἥλατο, εἴτε διέπτη, δαιμόνιον τὸ τάχος, οὐδὲ φράσαι δυνατόν.

佚名诗人 拉达斯究竟是跃过了赛场,还是飞跃而过,其神速实乃超凡,甚至无法用言辞形容。

​Anonymi Epigrammatici οἷος ἔης φεύγων τὸν ὑπήνεμον, ἔμπνοε Λᾴδα, Θῦμον, ἐπʼ ἀκροτάτῳ † πνεύματι θεὶς ὄνυχα,3 τοῖον ἐχάλκευσέν σε Μύρων, ἐπὶ παντὶ χαράξας σώματι Πισαίου προσδοκίην στεφάνου.

佚名诗人 栩栩如生的拉达斯啊,恰如你在逃脱如风疾驰的提摩斯时,将足爪置于微息之巅,米隆便以这般姿态用青铜铸成了你,将对皮萨桂冠的期盼镌刻于你的全身。

​Anonymi Epigrammatici πλήρης ἐλπίδος ἐστίν, ἄκροις δʼ ἐπὶ χείλεσιν ἄσθμα ἐμφαίνει κοίλων ἔνδοθεν ἐκ λαγόνων. πηδήσει τάχα χαλκὸς ἐπὶ στέφος, οὐδὲ καθέξει ἁ βάσις. ὦ τέχνη πνεύματος ὠκυτέρα.

佚名诗人 他满怀希冀,从凹陷的胁腹深处升起的喘息显露于唇角。青铜瞬息间便要跃向桂冠,基座亦无法将他阻拦。啊,比微风更为迅疾的技艺!

55

​Troilus α. εἰκών, τίς σ’ ἀνέθηκε, τίνος χάριν, ἢ τίνι, λέξον. β. ἀντὶ παλαισμοσύνης θῆκε Λύρωνι πόλις.

特罗伊洛斯 甲:“雕像啊,请说,是谁奉献了你,为何缘故,又献予何人?” 乙:“为了角力之技,城邦将我献予吕隆。”

​Anonymi Epigrammatici ταύτην Εὐσεβίῳ Βυζαντιὰς εἰκόνα Ῥώμη πρὸς δισσαῖς ἑτέραις, εἵνεκεν ἱπποσύνης. οὐ γὰρ ὃ γʼ ἀμφήριστον ἑλὼν ἐστέψατο νίκην, ἀλλὰ πολὺ κρατέων ποσσὶ καὶ ἠνορέῃ. τοὔνεκεν ἀντιβίων ἔριν ἔσβεσεν ἀλλὰ καὶ αὐτὴν δήμου τὴν προτέρην παῦσε διχοστασίην.

佚名诗人 因其驭马之术,拜占庭罗马在另两尊像之外,为尤塞比乌斯(树立了)这尊肖像。因为他并非赢得存疑的胜利而受冠,而是在步伐与勇力上远超常人。因此他平息了敌手的纷争,更终止了民众往昔的内讧。

​Paulus Silentiarius εἰς βάκχην ἐν Βυζαντίῳ ἔκφρονα τὴν βάκχην οὐχ ἡ φύσις, ἀλλʼ ἡ τέχνη θήκατο, καὶ μανίην ἐγκατέμιξε λίθῳ.

保罗·斯伦提阿里乌斯,题拜占庭狂女雕像 使狂女迷乱的并非自然,而是技艺,它将狂暴融入了石中。

​Anonymi Epigrammatici εἰς τὸ αὐτό ἴσχετε τὴν βάκχην, μή, λαϊνέη περ ἐοῦσα, οὐδὸν ὑπερθεμένη, νηὸν ὑπεκπροφύγῃ.

佚名诗人,题同一雕像 快拦住那狂女,免得她虽为顽石所造,却跨过门槛,从神庙中奔逃而去。

​Agathias Scholasticus εἰς τὸ αὐτό οὔπω ἐπισταμένην τάχα κύμβαλα χερσὶ τινάξαι Βάκχην αἰδομένην στήσατο λαοτύπος οὕτω γὰρ προνένευκεν· ἔοικε δὲ τοῦτο βοώσῃ· ἔξιτε· καὶ παταγῶ, μηδενὸς ἱσταμένου .

阿加齐亚斯·斯科拉斯蒂库斯,题同一雕像 石匠立起了一位含羞的狂女,仿佛她尚不知如何用双手敲击铜钹;因为她身姿这般前倾,看似高呼道:“出去吧!待四下无人时,我便鸣击。”

60

​Simonides α. τίς ἅδε; β. βάκχα. α. τίς δέ μιν ξέσε; β. Σκόπας α. τίς δʼ ἐξέμηνε, Βάκχος, ἢ Σκόπας; β. Σκόπας.

西摩尼得斯 甲:“这是谁?”乙:“狂女。”甲:“谁雕凿了她?”乙:“斯科帕斯。”甲:“使她狂乱的,是巴克科斯还是斯科帕斯?”乙:“斯科帕斯。”

​Crinagoras Ἀντολίαι, δύσιες, κόσμου μέτρα· καὶ τὰ Νέρωνος ἔργα διʼ ἀμφοτέρων ἵκετο γῆς περάτων. ἥλιος Ἀρμενίην ἀνιὼν ὑπὸ χερσὶ δαμεῖσαν κείνου, Γερμανίην δʼ εἶδε κατερχόμενος. δισσὸν ἀειδέσθω πολέμου κράτος· οἶδεν Ἀράξης καὶ Ῥῆνος, δούλοις ἔθνεσι πινόμενοι.

克里纳戈拉斯 日出与日落,是世界的尺度;尼禄的功勋亦远达大地的两极。初升的红日见证亚美尼亚被平定于其手下,西沉的落日则见证了日耳曼尼亚。让这战事的双重权能受到赞颂吧:被奴役的诸族所饮的阿拉克塞斯河与莱茵河深知此事。

​Anonymi Epigrammatici εἰς στήλην Ἰουστινιανοῦ βασιλέως ἐν τῷ ἱπποδρόμῳ ταῦτά σοι, ὦ βασιλεῦ Μηδοκτόνε, δῶρα κομίζει σῆς Ῥώμης γενέτης καὶ πάϊς Εὐστάθιος,4 πῶλον ὑπὲρ νίκης, Νίκην στεφανηφόρον ἄλλην, καὶ σὲ μετηνεμίῳ πώλῳ ἐφεζόμενον. ὑψόσ’, Ἰουστινιανέ, τεὸν κράτος· ἐν χθονὶ δʼ αἰεὶ δεσμὸς ἔχοι Μήδων καὶ Σκυθέων προμάχους.

佚名诗人,题赛马场中查士丁尼皇帝之立柱 诛杀波斯人的君王啊,你的罗马的父亲与儿子欧斯塔修斯,为你带来这些贡礼:表彰战胜的骏马、另一尊持冠的胜利女神,以及骑在如风骏马之上的你本人。查士丁尼啊,愿你的权能高升;而在大地上,愿锁链永世束缚波斯与斯基泰的勇士。

语法注4 条
  1. 16.50οὐκ ἦν Ἀλκίδεω τοῦτο τὸ δωδέκατον

    非真实条件句的结果主句,省略了小辞 ἄν。此处作者借“狮子”(人名莱昂)与赫拉克勒斯所斩涅墨亚巨狮的同名作谐音夸赞:若赫拉克勒斯遇上这样顽强的“莱昂”,势必丧命于此,因而此功便不可能成为阿尔刻得斯(赫拉克勒斯)按序排到“第十二件”的完满功业。

  2. 16.51τῷ ξοάνῳ τὸν παῖδα Θυώνιχον

    承载奉献动词(如 ἔστησαν 或 ἀνέθηκαν)省略的倒装句。直接宾语 τὸν παῖδα Θυώνιχον 与表示手段/形式的与格 τῷ ξοάνῳ 直接引导接下来的目的状语从句(οὐχ ἵνα... ἀλλʼ ἵνα...)。

  3. 16.54ἐπʼ ἀκροτάτῳ † πνεύματι θεὶς ὄνυχα

    抄本带有短剑符(†)的难读之处。关于 πνεύματι,或按字面解为“在微息之巅点起脚尖”,或被视作形近词(如 βήματι 或 ῥεύματι)之误抄。在构词上,分词短语 θεὶς ὄνυχα 生动描绘了飞毛腿拉达斯奔跑时脚趾仅轻微点地的极致神速。

  4. 16.62σῆς Ῥώμης γενέτης καὶ πάϊς Εὐστάθιος

    修辞上的同位语逆反句式:欧斯塔修斯被称作“你的罗马(即君士坦丁堡)之父与子”。作为城邦长官与修缮赞助者,他是“父”(γενέτης);作为在这座城中出生、向其尽忠的臣民,他又是“子”(πάϊς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.46-16.62