- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.30-16.45
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组题铭包括波利格诺托斯所画萨尔摩纽斯像、柏拉图墓志,以及为拜占庭时期的长官、学者与法官等树立的肖像与雕像的颂词。
Tullius Geminus χείρ με Πολυγνώτου ˘ Θασίου κάμεν εἰμὶ δʼ ἐκεῖνος Σαλμωνεύς, βρονταῖς ὃς Διὸς ἀντεμάνην, ὅς με καὶ εἰν Ἀίδῃ πορθεῖ πάλι, καί με κεραυνοῖς βάλλει, μισῶν μου κοὐ λαλέοντα τύπον. ἴσχε, Ζεῦ, πρηστῆρα, μέθες χόλον εἰμὶ γὰρ ἄπνους. ὁ σκοπός· ἀψύχοις εἰκόσι μὴ πολέμει.
图利乌斯·盖米努斯 萨索斯人波利格诺托斯之手造就了我。我就是那位萨尔摩纽斯,曾发狂与宙斯的雷霆抗衡;如今他在哈得斯亦再次将我摧灭,并向我投掷雷霆,憎恶我这甚至不能言语的塑像。宙斯啊,收起你的雷火,平息怒火吧!因为我不过是没有气息的靶子;切莫与没有灵魂的肖像开战。
Speusippus σῶμα μὲν ἐν κόλποις κατέχει τόδε γαῖα Πλάτωνος· ψυχὴ δʼ ἰσόθεον τάξιν ἔχει μακάρων.
斯珀西波斯 大地将柏拉图的这具肉身拥入怀抱;然而他的灵魂却享有与神明同等的蒙福者之位阶。
Leontius Minotaurus εἰς εἰκόνα Γαβριηλίου ὑπάρχου ἐν Βυζαντίῳ καὶ Φαέθων γραφίδεσσιν ἔχει τύπον ἀλλὰ χαράσσει ἠέλιον τέχνη, κρυπτομένων φαέων,1 καὶ σέ, σοφὲ πτολίαρχε, γράφει, Γαβριήλιε, τέχνη ἐκτὸς σῶν ἀρετῶν, ἐκτὸς ὅλων καμάτων.
莱昂提奥斯·米诺陶洛斯,题拜占庭长官加百列肖像 法厄同借着画笔亦拥有形貌,但技艺所刻画的,是光芒隐匿的太阳;智慧的城市长官加百列啊,技艺描绘了你,却留于你的美德之外,留于你的全部劳苦之外。 泰埃泰托斯
Theaetetus τοῦτον Ἰουλιανόν, νομικῆς φάος, εἶπον ἰδοῦσαι Ῥώμη καὶ Βερόη· πάντα φύσις δύναται.
注视着这位法学之光尤利安,罗马与贝罗埃说道:“自然无所不能。”
Leontius Minotaurus εἰς εἰκόνα Καλλινίκου κουβικουλαρίου κάλλεϊ μὲν νικᾷς κραδίης τόσον, ὅσσον ὀπωπῆς· τῆς γὰρ ἐπωνυμίης ἄξια πάντα φέρεις. αἰεὶ δʼ ἐν θαλάμοισι κατευνάζων βασιλῆα πᾶσαν ὑποσπείρεις οὔασι μειλιχίην.
莱昂提奥斯·米诺陶洛斯,题内侍卡利尼科斯肖像 你凭心灵之美获胜,一如凭容貌之美;因为你拥有配得上那名号的一切。你始终在寝宫中服侍君王安寝,将所有的温和播入他的耳中。
Theodoretus εἰς τὴν εἰκόνα Φιλίππου ἄρχοντος Σμύρνῃ ἐκ Φιλαδελφείης ξεινήια ταῦτα Φιλίππῳ. φράζεο πῶς μνήμων ἡ πόλις εὐνομίης.
狄奥多雷托斯,题士麦那统治者腓力肖像 来自费拉德尔菲亚的这件款待之礼献给腓力。请思量这座城市是如何铭记良治的。
Anonymi Epigrammatici μνήμονες οἱ Κᾶρες πολέων εὐεργεσιάων Παλμᾶν ἰθυδίκην τόσσον ἀγασσάμενοι.
佚名诗人 卡里亚人铭记无数的恩泽,如此赞誉秉公执法的帕尔马斯。
Agathias Scholasticus εἰς εἰκόνα τινὸς σοφιστοῦ ἐν Περγάμῳ τὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσης εἰκόνας ἱλήκοις δηρὸν ὀφειλόμενος·2 νῦν δʼ ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο μερίμνης τῇδέ σε τῇ γραφίδι στήσαμεν, Ἡρακλάμον. εἰ δʼ ὀλίγον τὸ γέρας, μὴ μέμφεο· τοῖσδε γὰρ ἡμεῖς αἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειβόμεθα.
阿加齐亚斯·斯科拉斯蒂库斯,题佩加蒙某哲士肖像 对于因言辞与流淌之蜜而长久亏欠你的肖像,但愿你宽怀见谅;而今,为了流下的汗水与护卫城邦的操劳,赫拉克拉蒙啊,我们用这支画笔树立起你。若赏赐微薄,切莫责怪;因为我们历来以这般礼遇酬谢善士。 莱昂提奥斯·米诺陶洛斯
Leontius Minotaurus Πέτρον ὁρᾷς χρυσέοισιν ἐν εἵμασιν αἱ δὲ παρʼ αὐτὸν ἀρχαὶ ἀμοιβαίων μάρτυρές εἰσι πόνων ἀντολίης πρώτη, καὶ διχθαδίη μετὰ τήνδε κόχλου πορφυρέης, καὶ πάλιν ἀντολίης.
你见彼得身披金袍;而他身旁的官职正是其交替劳苦的见证:起初在东方,随后两任掌管紫贝,继而再度执掌东方。
Joannes Barbucallus εἰς εἰκόνα Συνεσίου Σχολαστικοῦ ἐπὶ νίκῃ μάχης ἀνατεθεῖσαν ἐν Βηρυτῷ οὐχὶ παρʼ Εὐρώτᾳ μόνον ἀνέρες εἰσὶ μαχηταί, οὐδὲ παρʼ Ἰλισσῷ μνάμονές εἰσι δίκας· ὡς ἀπὸ τᾶς Σπάρτας, ὡς αὐτᾶς ἀστὸν Ἀθάνας Συνέσιον Νίκα καὶ Θέμις ἠγάσατο.
约翰尼斯·巴尔布卡卢斯,题贝鲁特为学者西内西奥斯胜战所立肖像 并非唯有欧罗塔斯河畔才有征战之士,亦非唯有伊利索斯河畔之人方才铭记正义:如同来自斯巴达,如同雅典本身的公民,胜利与忒弥斯共同称赞西内西奥斯。
Arabius εἰς εἰκόνα Λογγίνου ὑπάρχου ἐν Βυζαντίῳ Νεῖλος, Περσίς, Ἴβηρ, Σόλυμοι, Δύσις, Ἀρμενίς, Ἰνδοὶ καὶ Κόλχοι σκοπέλων ἐγγύθι Καυκασίων, καὶ πεδία ζείοντα πολυσπερέων Ἀγαρηνῶν Λογγίνου ταχινῶν μάρτυρές εἰσι πόνων, ὡς δὲ ταχὺς βασιλῆι διάκτορος ἦεν ὁδεύων, καὶ ταχὺς εἰρήνην ὤπασε κευθομένην.
阿拉比奥斯,题拜占庭长官隆吉努斯肖像 尼罗河、波斯、伊比利亚、索吕摩伊人、西方、亚美尼亚、印度人,高加索山崖近旁的科尔基斯人,以及四散各方的阿加兰人炽热的原野,皆是隆吉努斯敏捷劳苦的见证;因为他是为君王奔走的快捷使节,迅速带来了隐秘的和平。
Crinagoras γείτονες οὐ Τρισσαὶ μοῦνον Τύχαι ἔπρεπον εἶναι,3 Κρίσπε, βαθυπλούτου σῆς ἕνεκεν κραδίης, ἀλλὰ καὶ αἱ πάντων πᾶσαι· τί γὰρ ἀνδρὶ τοσῷδε ἀρκέσει εἰς ἑτάρων μυρίον εὐφροσύνην; νῦν δέ σε καὶ τούτων κρέσσων ἐπὶ μείζονʼ ἀέξοι Καῖσαρ. τίς κείνου χωρὶς ἄρηρε τύχη;
克里纳戈拉斯 克里斯普斯啊,因你那深厚丰饶的心怀,本不该唯有三位福运女神成为你的邻伴,而应是全人类所有的福运;因为对这样一位伟人而言,何物方能足以带给同伴无尽的喜悦?然而如今,愿比诸女神更为强大的凯撒擢升你至更高的地位;没有他,何来稳固的命运?
Agathias Scholasticus εἰς εἰκόνα ἀνατεθεῖσαν ἐν τοῖς Πλακιδίας ὑπὸ τῶν τοῦ νέου σκρινίου Θωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα, ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι, θεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῇ εἰκόνι χῶρον ἔχῃ γείτονα κοιρανίης. αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου, πλοῦτον ἀεξήσας, ἀλλὰ μετʼ εὐσεβίης. εὔγνωμον τὸ πόνημα· τί γὰρ γραφὶς οἶδεν ὀπάσσαι, εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην;
阿加齐亚斯·斯科拉斯蒂库斯,题新书吏班子在普拉基迪亚宫供奉的肖像 统摄万民之王的无可指责的监护者托马斯,由任职于新部门的官吏们供奉于神圣君王夫妇的近旁,好让他在肖像本身中亦能在王权之侧占有一席之地。因为他亲自提升了神圣殿宇的宝座,且怀着敬虔增殖了财富。此项劳作深明事理;因为画笔所通晓赋予的,除了善士当得的纪念之外,还能有何物?
Anonymi Epigrammatici τὸν μέγαν ἐν βουλαῖς Θεοδόσιον, Ἀσίδος ἀρχόν, εἰκόνι μαρμαρέῃ στήσαμεν ἀνθύπατον, οὕνεκα Σμύρναν ἔγειρε καὶ ἤγαγεν ἐς φάος αὖθις, ἔργοις θαυμασίοις πολλὸν ἀειδομένην.
佚名诗人 在议事中堪称伟人、亚细亚的统治者、资深执政官狄奥多西,我们为他树立了大理石肖像,因为他重振了士麦那,将其再次引向光明,使其因惊人之业而被万民传颂。
Anonymi Epigrammatici Δαμόχαρι, κλυτόμητι δικασπόλε, σοὶ τόδε κῦδος, ὅττι γε τὴν Σμύρναν μετὰ λοίγια πήματα σεισμοῦ, ἐσσυμένως πονέων, αὖθις πάλιν ἐξετέλεσσας.
佚名诗人 善谋闻名的裁判官达摩卡里斯啊,此等光荣归于你,因为在地震的惨烈灾难之后,你竭诚劳作,再次将士麦那修葺完备。
Anonymi Epigrammatici πᾶσα φύσις, βασίλεια, τεὸν κράτος αἰὲν ἀείδει, οὕνεκα δυσμενέων στίχας ὤλεσας, οὕνεκα φέγγος ἀνδράσι σωφρονέουσι κακὴν μετὰ δῆριν ἀνῆψας, ἱππολύτης δʼ ἐκέδασσας ὁμόγνια πήματα χάρμης.
佚名诗人 女王啊,全自然永远歌颂你的主权,因为你覆灭了敌人的战阵,因为在险恶的争斗之后你为明哲之士点燃了光芒,驱散了使战马解轭的同族搏杀的浩劫。
Anonymi Epigrammatici ῥητῆρες Θεόδωρον ἐμέλλομεν εἰς ἓν ἰόντες χρυσείαις γραφίδεσσιν ἀειμνήστοισι γεραίρειν, εἰ μὴ χρυσὸν ἔφευγε καὶ ἐν γραφίδεσσιν ἐόντα.
佚名诗人 我们修辞学家本打算齐聚一心,用长存的金笔来荣耀狄奥多罗斯,若非他甚至避开了画笔中的黄金。
- 16.32κρυπτομένων φαέων
此处作独立属格(genitive absolute),表伴随状况或让步(“光芒隐匿着”)。意指绘图技艺虽能勾勒太阳之形,却无法传达其真正的耀眼光芒;这与后半段形成对照——艺术虽能描画长官加百列的外貌,却无法将其内在美德与劳苦体现于画面之中。
- 16.36ἱλήκοις δηρὸν ὀφειλόμενος
此处由动词 ἱλήκω(ἵλημι 的旁系形式,意为宽容、宽恕)的现在时祈愿语气第二人称单数 ἱλήκοις,与指代受话者赫拉克拉蒙的主格被动态分词 ὀφειλόμενος 搭配。这是 ὀφείλω τινί τι(欠某人某物)转为被动语态时的特殊用法,原与格补足语(应受物者)转为主语,意为“作为长久被欠下(肖像)的人”。全句客气地表达愿其宽恕此前应许的肖像长久拖欠未偿之意。
- 16.40γείτονες οὐ Τρισσαὶ μοῦνον Τύχαι ἔπρεπον εἶναι
通常作无人称动词使用的 πρέπει,在此采用了与复数主语 Τύχαι 一致的人称构词(personal construction),形式为第三人称复数未完成过去时 ἔπρεπον。该未完成时带有反事实虚拟的语气(“本应不仅是三位福运女神作你的邻伴[但实际上仍显不足]”),用以衬托克里斯普斯胸怀之极其博大。
