- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.63-16.83
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组题咏各类视觉艺术品题辞,内容涵盖查士丁尼与狄奥多西等君王与高官的纪念像、建城神话人物、仕女与名妓的肖像画,乃至菲迪亚斯的奥林匹亚宙斯像与罗得岛巨像等古典杰作。
Anonymi Epigrammatici εἰς τὸ αὐτό πῶλον ὁμοῦ καὶ ἄνακτα καὶ ὀλλυμένην Βαβυλῶνα χαλκὸς ἀπὸ σκύλων ἔπλασεν Ἀσσυρίων. ἔστι δʼ Ἰουστινιανός, ὃν ἀντολίης ζυγὸν ἕλκων στῆσεν Ἰουλιανός, μάρτυρα μηδοφόνον.
佚名诗人,题同一雕像 青铜以亚述的战利品,一同铸成了骏马、君王与灭亡中的巴比伦。此乃查士丁尼,统领东方的尤利安将他树立为诛灭波斯人的见证。
Anonymi Epigrammatici εἰς στήλην Ἰουστίνου βασιλέως ἐν τῷ λιμένι τοῦτο παρʼ αἰγιαλοῖσιν ἐγὼ Θεόδωρος ὕπαρχος στῆσα φαεινὸν ἄγαλμα Ἰουστίνῳ βασιλῆι, ὄφρα καὶ ἐν λιμένεσσιν ἑὴν πετάσειε γαλήνην.
佚名诗人,题海港中查斯丁皇帝之立柱 我长官西奥多在海滨为查斯丁皇帝树立了这尊光耀的肖像,好使他甚至在海港中亦能展现其祥和安宁。
Anonymi Epigrammatici εἰς στήλην Θεοδοσίου βασιλέως Ἔκθορες ἀντολίηθε, φαεσφόρος ἥλιος ἄλλος, Θευδόσιε, θνητοῖσι, πόλου μέσον, ἠπιόθυμε, ὠκεανὸν παρὰ ποσσὶν ἔχων μετʼ ἀπείρονα γαῖαν, πάντοθεν αἰγλήεις, κεκορυθμένος, ἀγλαὸν ἵππον ῥηιδίως, μεγάθυμε, καὶ ἐσσύμενον κατερύκων.
佚名诗人,题狄奥多西皇帝之立柱 温良的狄奥多西啊,你自东方跃出,如同凡人的另一轮普照之日,升至天宇之中;在辽阔的大地之后,汪洋大海亦顺服于你脚下;你周身辉耀,披甲执锐,心胸开阔的君王啊,即便神骏奔腾奔驰,亦被你轻松勒抑。
Anonymi Epigrammatici τὸν κρατερὸν Βύζαντα καὶ ἱμερτὴν Φιδάλειαν εἰν ἑνὶ κοσμήσας ἄνθετο Καλλιάδης.
佚名诗人 卡利亚得斯将强健的拜扎斯与娇美的菲达蕾亚装饰于一处而加以奉献。 佚名诗人
Anonymi Epigrammatici ἱμερτὴ Φιδάλεια δάμαρ Βύζαντος ἐτύχθην εἰμὶ δὲ βουπαλέος δῶρον ἀεθλοσύνης.
我被塑为拜扎斯娇美的妻子菲达蕾亚,亦是斗牛角力竞赛的奖赏。
Posidippus Κύπριδος ἅδʼ εἰκών φέρʼ ἰδώμεθα μὴ Βερενίκας·1 διστάζω ποτέρᾳ φῇ τις ὁμοιοτέραν.
波塞迪波斯 此乃塞浦路斯女神的画像——且让我们看看它是否属于贝勒尼基;人究竟会说它更像哪一位,实令我迟疑难决。
Anonymi Epigrammatici Ζήνωνα πτολίαρχος Ἰουλιανὸς βασιλῆα· Ζήνωνος παράκοιτιν Ἰουλιανὸς Ἀριάδνην.
佚名诗人 市政官尤利安(树立了)芝诺皇帝;尤利安(树立了)芝诺的配偶阿里阿德涅。
Anonymi Epigrammatici οἶκον Ἄναξ Ἑλικῶνος ἀνηβήσαντα νοήσας2 κυδαλίμοις καμάτοισιν Ἰουλιανοῦ πολιάρχου, Πιερικῶν προπάροιθε δόμων παγχρύσεος ἔστη.
佚名诗人 君王得见赫利孔之宫在市政官尤利安的光荣劳苦下重焕青春,便浑身贴金立于庇厄利亚殿宇之前。
Anonymi Epigrammatici κῦδος Ἰουλιανοῦ παναοίδιμον, ὃς μετὰ κόσμον Πιερίδων χρυσέην στῆσεν Ἀναστασίην.
佚名诗人 尤利安的荣耀受万众歌咏,他在装饰了庇厄利亚诸女神之后,又树立了金色的阿纳斯塔西娅。
Anonymi Epigrammatici ἄλλον ὑπὲρ νίκας ἐναρηφόρον ἔνδοθι Σούσων ὁ θρασὺς ἀνστήσει Μῆδος ἄνακτι τύπον· ἄλλον ἀκειρεκόμας Ἀβάρων στρατὸς ἔκτοθεν Ἴστρου, κείρας ἐκ κεφαλῆς βόστρυχον αὐσταλέης· τὸν δʼ ὑπὲρ εὐνομίας ἐριθηλέος ἐνθάδε τοῦτον ἐξ ὑπάτου μίτρης3 στῆσεν ἄνασσα πόλις. ἔμπεδος ἀλλὰ μένοις, Βυζαντιὰς ἔμμορε Ῥώμα, θεῖον Ἰουστίνου κάρτος ἀμειψαμένα.
佚名诗人 大胆的波斯人将在苏萨城内,因战胜而为君王树立另一尊佩戴战利品的雕像;长发的阿瓦尔人军队亦将从伊斯特罗斯河彼岸,剪下垢污头颅上的发绺(而立像);然而,女王般的城邦却因繁盛的善政,凭着执政官的头带在此树立了这一尊。愿你永固长存,蒙福的拜占庭罗马,你回报了查斯丁神圣的武威。
Anonymi Epigrammatici οὗτος ὁ κοσμήσας Ὑπάτων θρόνον, ὃν τρισέπαρχον καὶ πατέρα βασιλῆες ἑὸν καλέσαντο μέγιστοι, χρύσεος ἕστηκεν Αὐρηλιανός· τὸ δʼ ἔργον τῆς βουλῆς, ἧς αὐτὸς ἑκὼν κατέπαυσεν ἀνίας.
佚名诗人 这位光耀执政官宝座、被最伟大的诸帝称为三任行政长官与自己的父亲的人,奥勒良,正以金色身躯屹立;此乃元老院的作为,而他曾自愿平息元老院的愁苦。
Anonymi Epigrammatici εἰς ἄρχοντα Μῖξον μειλιχίῃ βαιὸν φόβον, ὅττι καὶ αὐτὴ βομβήεσσα μέλισσα κορύσσεται ὀξέι κέντρῳ. οὐ γὰρ ἄτερ μάστιγος ἰθύνεται ἵππος ἀγήνωρ· οὐδὲ συῶν ἀγέλη ἐπιπείθεται ἀνδρὶ νομῆι, πρὶν καὶ ἐριγδούποιο καλαύροπος ἦχον ἀκούσῃ.
佚名诗人,题统治者 当在温和之中掺入少许畏惧,因为鸣响的蜜蜂自身亦配有锐利的螫针。若无皮鞭,骏马便无法矫正前行;猪群亦不顺服牧人,直待听闻棍棒的轰鸣之响。
Antipater Ζηνὶ καὶ Ἀπόλλωνι καὶ Ἄρεϊ τέκνον ἀνάκτων εἴκελον, εὐκταίη μητέρος εὐτοκίη, πάντα τοι ἐκ Μοιρέων βασιλήια, πάντα τέλεια ἦλθεν ἐποιήθης δʼ ἔργον ἀοιδοπόλων. Ζεὺς σκῆπτρον βασίλειον, Ἄρης δόρυ, καλλοσύνην δὲ Φοῖβος ἔχει· παρὰ σοὶ δʼ ἀθρόα πάντα, Κότυ.
安提帕特 媲美宙斯、阿波罗与阿瑞斯的君王之子啊,母亲祈愿所得的吉庆骄儿,诸命运女神将一切帝王之资、一切圆满皆赐予了你;你亦成为了歌者咏唱的题材。宙斯执掌王杖,阿瑞斯持有长枪,福玻斯拥有俊美;但在你身上,这一切汇聚无遗,科提斯啊。
Synesius οἱ τρεῖς Τυνδαρίδαι, Κάστωρ, Ἑλένη, Πολυδεύκης.
叙内西乌斯 廷达瑞俄斯的三位子女:卡斯托尔、海伦、波吕丢刻斯。
Paulus Silentiarius ὄμματα μὲν κούρης μόλις ἡ γραφίς, οὔτε δὲ χαίτην, οὔτε σέλας χροιῆς ἄκρον ἀπεπλάσατο. εἴ τις μαρμαρυγὴν δύναται φαεθοντίδα γράψαι, μαρμαρυγὴν γράψει καὶ Θεοδωριάδα
保罗·斯伦提阿里乌斯 画笔勉强摹写了少女的双眸,却既未能绘出其秀发,亦未能描摹出肌理绝妙的光华。若有人能画出红日的灿烂光芒,他也就能画出西奥多莉亚丝的辉采。
Anonymi Epigrammatici βάσκανος ἡ γραφίς ἐσσι, καὶ εἰσορόωσι μεγαίρεις χρύσεα κεκρυφάλοις βόστρυχα κρυψαμένη. εἰ δʼ ὑπάτης κεφαλῆς ὑπάτην χάριν εἰκόνι κεύθεις, οὐδʼ ἐπὶ τῷ λοιπῷ κάλλεϊ πίστιν ἔχεις. πᾶσα γραφὶς μορφῇσι χαρίζεται· ἀλλὰ σὺ μούνη τῆς Θεοδωριάδος κλέψας ἀπʼ ἀγλαΐας.
佚名诗人 画笔啊,你是嫉妒的,你将金色的卷发藏入发网,吝惜于向观者展现。若你把至高头颅的至美隐匿于画像之中,人便对其余的俊美亦难起信义。凡画笔皆施惠于形态;唯独你,窃夺了西奥多莉亚丝的荣光。
Synesius εἰς τὴν ἑαυτοῦ ἀδελφήν τῆς χρυσῆς εἰκὼν ἢ Κύπριδος, ἢ Στρατονίκης.
叙内西乌斯,题其妹 黄金塞浦路斯女神的肖像,抑或是斯特拉托妮凯的画像。
Agathias Scholasticus Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης, ὠνητὴν φιλίην πᾶσι χαριζομένη· εἰμὶ δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπʼ ἔρωτος οἰστρηθεὶς Θωμᾶς τῇδʼ ἔθετο γραφίδι, δεικνὺς ὅσσον ἔχει πόθον ἐν φρεσὶν ἶσα γὰρ αὐτῷ κηρῷ τηκομένῳ κραδίη ἡ κραδίη.
阿加齐亚斯·斯科拉斯蒂库斯 我曾是拜占庭罗马城中的多情妇人,向所有人施予明码标价的情爱;我是精通诸艺的卡利罗厄,托马斯受爱欲催逼,以此画笔绘下了我,彰显出他心中怀有多少渴慕;因为正如溶化的蜡一般,我的心亦在消融。
Philippus εἰς τὸ ἐν Ὀλυμπίᾳ Διὸς ἄγαλμα ἢ θεὸς ἦλθʼ ἐπὶ γῆν ἐξ οὐρανοῦ, εἰκόνα δείξων, Φειδία· ἢ σὺ γʼ ἔβης τὸν θεὸν ὀψόμενος.
腓力,题奥林匹亚宙斯雕像 菲迪亚斯啊,究竟是神明自天降临凡间,以展现其身姿;抑或是你亲登天界,瞻仰了神容?
Simonides τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα Χάρης ἐποίει πήχεων ὁ Λίνδιος.
西摩尼得斯 罗得岛上八十肘高的巨像,由林多斯的卡里斯所造。
Anonymi Epigrammatici εἰς Αἴαντος εἰκόνα αἶαν Τιμομάχου πλέον ἢ πατρός, ἥρπασε τέχνα τὴν φύσιν ὁ γράψας εἶδέ σε μαινόμενον, καὶ συνελυσσήθη χεὶρ ἀνέρι,4 καὶ τὰ κεραστὰ δάκρυα τοὺς λύπης πάντας ἔμιξε πόνους.
佚名诗人,题埃阿斯画像 比起生父更属于提摩马科斯的埃阿斯啊,技艺夺取了造化。作画之人目睹了你的狂乱,其手便与此人一同狂暴,交融的泪水混合了悲戚的全部苦痛。
- 16.68μὴ Βερενίκας
由 ἰδώμεθα 引导、带 μή 的间接疑问与推测结构("让我们看看是否并非……")。意在探讨此雕像看似阿佛洛狄忒,实则是否为托勒密王后贝勒尼基的肖像。
- 16.70οἶκον Ἄναξ Ἑλικῶνος ἀνηβήσαντα νοήσας
语序倒装(hyperbaton):主语 Ἄναξ 插入宾语 οἶκον 及其定语属格 Ἑλικῶνος 之间;分词 νοήσας 修饰主语 Ἄναξ,引出主句动词 ἔστη("君王得见赫利孔之宫重获新生……")。
- 16.72ἐξ ὑπάτου μίτρης
介词 ἐκ 搭配属格表示起因或契机:"借执政官法冠之契机/以执政官之资",表明此雕像是在执政官就职这一荣耀时刻由城邦所立。
- 16.83συνελυσσήθη χεὶρ ἀνέρι
动词 συλλυσσάω(与之同狂)的被动不定过去时,搭配与格 ἀνέρι(与之同伴):"画工之手与画中之人(埃阿斯)一同狂暴",形象地表达了画家全神贯注摹写狂乱时的艺术同化与感染力。
