- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.359-16.373
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
题咏老将御者卡利奥帕斯青年与垂暮皆克敌制胜的卓绝功勋、福斯蒂努斯以心智压倒勇力的胜绩,以及名将君士坦丁死后受蓝绿两党共同哀悼追念的青铜雕像与不朽荣光。
Anonymi Epigrammatici σῆς τόδε διφρελάτειρα τὸ χάλκεον ἄνθετο Νίκα εἴκηλον μορφᾶς, Καλλιόπα, ζαθέας, πρέσβυς ὅτι σφριγόωντας ἐν ἱπποδάμῳ πλέον ἀλκᾷ νίκησας, γεραροὺς δʼ ὢν νέος ἐν σοφίῃ. ἔνθεν ἐλευθερόπαις Βενέτων σέο πήξατο δῆμος δοιά, τὰ μὲν τέχνας ἆθλα, τὰ δὲ σθένεος.1
无名氏 驾驭战车的尼刻女神为你神圣的形貌树立了这座青铜雕像,卡利奥帕斯啊;因为当你年老时,你在调马的力量上战胜了血气方刚之人,而当你年轻时,在智慧上胜过了受人尊敬的长者。因此,生而自由的蓝党民众为你树立了两座雕像,一为表彰技艺,一为表彰力量。
Anonymi Epigrammatici σὸν γῆρας νεότητα τεὴν ὑπερέδραμε νίκαις, καὶ πάντων κρατέεις πάντοτε, Καλλιόπα. ἔνθεν ἄναξ καὶ δῆμος ἐλεύθερος αὖθις ἐγείρει τοῦτο γέρας, σοφίης μνῆμα καὶ ἠνορέης·.
无名氏 你的垂暮之年在胜利上超越了你的青春,卡利奥帕斯啊,你始终战胜众人。因此君主与自由的民众再次树立起这尊奖赏,作为智慧与勇气的丰碑。
Anonymi Epigrammatici οὗτος, ἐγερσιθέατρε, τεὸς τύπος, ὅν τοι ἐγείρει ἑσμὸς ἀριζήλων, Καλλιόπα, στεφάνων. οὔτε γὰρ ἡνίοχός σε παρήπαφεν, οὔτε χαλινοῖς δύσστομος ἱππείη σοῖς ἀπίθησε γένυς. μοῦνος δὴ νίκης γέρας ἄρνυσαι. ἦ παρὰ πᾶσι δόξαν ἔχεις ἀεθλῶν ἆθλα λιπεῖν ἑτέροις,
无名氏 令全剧场沸腾之人啊,这就是辉煌桂冠的蜂群为你树立的塑像,卡利奥帕斯啊。因为没有任何御者曾智胜过你,马儿执拗的硬口也从未违抗过你的缰绳。委实,唯有你一人独揽胜利的奖赏。在众人注视下参赛的你,难道真打算将赛会的战利品留给他人吗?
Anonymi Epigrammatici Καλλιόπα κλυτόμοχθε, τί σοι πλέον, ὅττι γεραίρει εἰκόνι χαλκοτύπῳ σοὺς βασιλεὺς καμάτους, δῆμος ὁ μυριόφωνος, ὅλη πτόλις; εὖτε καὶ αὐτὴ δυσμενέων παλάμη σοῖς ἐπένευσε πόνοις.
无名氏 名垂青史、受尽辛劳的卡利奥帕斯啊,纵使皇帝、千万之众的民众以及整座城邦以青铜雕像褒奖你的辛劳,这于你又有何益?既然就连宿敌的手,也已向你的拼搏点头致敬。
Anonymi Epigrammatici εἰς Φαυστῖνον μητέρες εὐάθλων γεράων φρένες, οὐ κράτος ἥβης, οὐ τάχος ἱπποσύνης, οὐ χρόνος εὐτυχίης. ἱλήκοι, Φαυστῖνε, τεὸς νόος, ᾧ τάδε πάντα ἕσπεται, ᾧ Νίκη σύντροφος ἀθάνατος.
无名氏《题福斯蒂努斯》 孕育辉煌奖赏之母乃是心智,而非青春之力,非御马之速,亦非侥幸的时运。福斯蒂努斯啊,愿你那深谋远虑的心智降下恩惠,万事皆遵从于它,且不朽的尼刻女神与它朝夕为伴。
Anonymi Epigrammatici πρίν σε νέον, Φαυστῖνε, νόος πεφόβητο γερόντων· νῦν δέ σε πρεσβυγενῆ κάρτος ἔφριξε νέων. δεύτερα δʼ εὕρετο πάντα τεὸς πόνος,2 ὅς σε γεραίρει πρέσβυν ἐν ἠιθέοις, ἐν δὲ γέρουσι νέον.
无名氏 福斯蒂努斯啊,往昔你尚年轻时,长者们的心智畏惧你;如今你年事已高,青年人的力量却对你战栗不已。你的辛劳将所有对手贬退为第二位,它称颂你为青年中的长者,长者中的青年。
Anonymi Epigrammatici εἰς Κωνσταντῖνον ἐξότε Κωνσταντῖνος ἔδυ δόμον Ἄϊδος εἴσω, πλῆτο κατηφείης ἱπποσύνης στάδιον, τερπωλὴ δʼ ἀπέλειπε θεήμονας· οὐδʼ ἐν ἀγυιαῖς κείνας τὰς φιλίας ἐστὶν ἰδεῖν ἔριδας.
无名氏《题君士坦丁》 自从君士坦丁归入哈得斯的居所,赛马的竞技场便被阴云笼罩,欢悦之情离观者而去;在街巷之中,再也见不到那般亲切热烈的争锋了。
Anonymi Epigrammatici εἰκόνα, Κωνσταντῖνε, τεὴν ἀνέθεντο πολῖται, μυρόμενοι, ψυχῆς τέρψιν ἀποιχομένης. σοὶ κλέος ὁππότε δῆμος ἐπεσφρήγιζε θανόντι, μνήσατο σῶν καμάτων καὶ μετὰ πότμον ἄναξ· οὕνεκεν ἱπποσύνης φιλοκέρτομος ὤλετο τέχνη, ἐν σοὶ παυσαμένη πᾶσα καὶ ἀρξαμένη.
无名氏 君士坦丁啊,市民们哀悼着逝去灵魂的慰藉,为你树立起雕像。当民众在你死后为你的荣耀盖棺定论之时,皇帝亦在你的天命终了后忆起你的功劳;因为相互较劲的御马绝技已然凋零,它皆始于你,亦皆终于你。
Anonymi Epigrammatici εἰσέτι μὲν ζώοντι πόλις ποτὲ Κωνσταντίνῳ εἰκόνα χαλκείην βαιὸν ἔκρινε γέρας· ᾔδεε γὰρ πᾶς δῆμος ὅσους ἐπὶ κύδεϊ νίκης αἰὲν ἀεθλεύων ἀμφέθετο στεφάνους. ὡς δʼ ἔθανεν, ποθέουσα, φίλον τύπον ἄνθετο τοῦδε, ὄφρα καὶ ἐσσομένοις μνῆστιν ἔχοι καμάτων.
无名氏 君士坦丁尚健在之时,城邦曾认为青铜雕像是一项微薄的奖赏;因为全体民众皆深知,他在较量中不断争战,为胜利的荣耀在头上戴上了多少桂冠。而当他离世之后,城邦心怀思慕,树立了他的珍爱塑像,好让后世之人亦能铭记他的辛劳。
Anonymi Epigrammatici οἱ Βένετοι Πρασίνοισιν ἐναντίοι αἰὲν ἐόντες εἰς ἕνʼ ὁμοφροσύνης ἐξεβόησαν ὅρον, ὥστε σε, Κωνσταντῖνε, λαβεῖν ἐπιτύμβιον εὖχος, πᾶσιν ἀειδόμενον, πᾶσιν ἀρεσκόμενον.
无名氏 素来与绿党为敌的蓝党,此刻齐声呼应于同一个团结的境界,好让你——君士坦丁——获得万人传唱、万人悦服的墓志颂誉。
Anonymi Epigrammatici Ἀντολίης, δύσιός τε, μεσημβρίης τε, καὶ ἄρκτου σὸς δρόμος ὑψιφαὴς ἀμφιβέβηκεν ὅρους, ἄφθιτε Κωνσταντῖνε. θανεῖν δέ σε μή τις ἐνίσπῃ· τῶν γὰρ ἀνικήτων ἅπτεται οὐδʼ Ἀίδης.
无名氏 不朽的君士坦丁啊,东方、西方、南方与北方的疆界,皆笼罩于你高悬照耀的驰骋之中。休叫人说你已经死去;因为就连哈得斯,也触碰不到不可战胜之人。
Anonymi Epigrammatici ἐγγύθι τῆς σφετέρης γενεῆς λάχεν εἰκόνα τήνδε· ἔπρεπε γὰρ τρισσοῖς εἰν ἑνὶ χῶρον ἔχειν, οἳ καὶ ἐνὶ σταδίοις ἀρετῆς κλέος εἴκελον εὗρον, νηρίθμων στεφάνων ἐσμὸν ἑλόντες ἴσον.
无名氏 他在自己家族的近旁获得了这座雕像;因三位勇士同处一地乃是理所应当,他们在竞技场中赢得了同样出众的美誉,采撷了同样繁茂的无数桂冠。
Anonymi Epigrammatici τὸν Φαυστινιάδην πόλις ἄνθετο Κωνσταντῖνον, γείτονα μὲν γενεῆς, κρέσσονα δʼ ἡνιόχων. δὴν γὰρ ἀεθλεύσας οὐκ ἤμβροτεν, ἀλλʼ ἐπὶ νίκῃ παύσατο, σὺν νίκῃ καὶ πάρος ἀρξάμενος, ὃν καὶ κοῦρον ἐόντα παλαίτεροι ἡνιοχῆες, στεψάμενοι σταδίοις, εἷσαν ἀγωνοθέτην.3
无名氏 城邦为福斯蒂努斯之子君士坦丁树立了雕像,他既是同族的近邻,又是御者中的佼佼者。 长久争战的他未尝有失,而是终结于胜利,且早在往昔便以胜利开启生涯;当他尚为少年时,那些在竞技场中加冕的老练御者们,便迎立他为竞技大会的主持。
Anonymi Epigrammatici σοὶ τόδε, Κωνσταντῖνε, τεὴ τροφὸς ὤπασε Νίκη παιδόθεν ἑσπομένη πᾶσαν ἐφʼ ἡλικίην. πέντε γὰρ ἐν σταδίοις δεκάδας τελέσας ἐνιαυτῶν, οὐδʼ ἴσον, οὐδʼ ὀλίγον εὕρεο λειπόμενον. ἀλλʼ ἔτι κουρίζων τε καὶ ἄχνοος ἄνδρας ἐνίκας, ἥλικας ἡβήσας, γηραλέος δὲ νέους.
无名氏 君士坦丁啊,自幼及长相伴你一生的养母尼刻女神将此像赐予你。因在竞技场中驰骋了五十载春秋的你,未曾遇见任何与你平分秋色之人,亦未曾遇见仅落后你些许之人。甚至在你年少且未生须髭之时,你便战胜成年男子;壮年时战胜同侪;迟暮时战胜后生。
Anonymi Epigrammatici ἤθελε Κωνσταντῖνον ἀεὶ πτόλις ἡνιοχεύειν· ἤθελεν, ἀλλὰ πόθῳ οὐκ ἐπένευσε Φύσις. ἔνθεν ἑῶν τόδʼ ἄγαλμα παραίφασιν εὗρεν ἐρώτων, ὄφρα ἑ μὴ λήθη καὶ χρόνος ἀμφιβάλοι, ἀλλὰ μένοι ποθέουσιν ἔρως, ζῆλος δʼ ἐλατῆρσι, κόσμος δὲ σταδίοις, ἐσσομένοις δὲ φάτις. καί τις ἰδὼν μετόπισθε χερείονας ἡνιοχῆας ὀλβίσσει προτέρην, ἥ μιν ἴδεν, γενεήν.
无名氏 城邦本欲让君士坦丁永无止境地御车驰骋;虽有此愿,然而自然之道并未首肯这一期盼。因此城邦寻得这座塑像作为抚慰相思的寄托,好让遗忘与岁月不致将他吞没,反叫爱恋常留于思慕者心中,竞逐之志留于驭手,妆点之耀留于赛场,流芳之誉留于后世。后世之人若目睹更为拙劣的御者,定会称羡那亲眼见证过他的前代之人。
- 16.359δοιά, τὰ μὲν τέχνας ἆθλα, τὰ δὲ σθένεος
中性复数宾格 δοιά(两件雕像)由部分同位语 τὰ μέν... τὰ δέ 承接展开,分别指代“其一作为技艺的奖赏,另一作为力量的奖赏”。
- 16.364δεύτερα δʼ εὕρετο πάντα τεὸς πόνος
中动过去时 εὕρετο 与作表语的宾格 δεύτερα 连用,构成习语结构,意为“你的辛劳令其余一切皆屈居次席/凌驾于万物之上”。
- 16.371στεψάμενοι σταδίοις, εἷσαν ἀγωνοθέτην
中间态分词 στεψάμενοι 修饰主语 παλαίτεροι ἡνιοχῆες,意为“(那些自身)已加冕夺冠的前辈御者们”;动词 εἷσαν 为 ἵζω 的过去时,意为“迎立/推选他为赛会裁判长”。
