← 希腊诗选

希腊诗选 卷五

§16.374-16.388

著名战车御者造像与酒中爱神

本组诗篇歌颂了君士坦丁、乌拉纽斯、阿纳斯塔西乌斯、波菲里乌斯、福斯蒂努斯及朱利安等著名战车御者的卓越战绩与雕像画作的逼真,末尾附有一首将爱神浸酒饮下的抒情短诗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
374

​Anonymi Epigrammatici πέντε καὶ εἴκοσι μοῦνος ἀέθλια Κωνσταντῖνος εἰς μίαν ἠριγένειαν ἑλὼν, ἤμειψε μὲν ἵππους ἀντιπάλοις· κείνους δὲ λαβών, οὓς πρόσθεν ἐνίκα, τοῖς αὐτοῖς πάλιν εἷλε μίαν τε καὶ εἴκοσι νίκας. πολλάκι δʼ ἀμφοτέρων μερέων ἔρις ἔμπεσε δήμῳ, τίς μιν ἔχοι· κείνῳ δὲ δόσαν κρίσιν ἐκ δύο πέπλων.1

无名氏 唯有君士坦丁一人,在同一个清晨斩获二十五次桂冠之后,与对手们互换了马匹;他接管了此前曾被他击败的那些马匹,凭借同样的马匹再次赢得了二十一次胜利。两党民众常常因争夺归属而起纷争,但他们将从两色战袍中自行抉择的决断权交给了他。

375

​Anonymi Epigrammatici ἔγρεο, Κωνσταντῖνε· τί χάλκεον ὕπνον ἰαύεις; σεῖο δίφρους ποθέει δῆμος ἐνὶ σταδίοις, σῆς τε διδασκαλίης ἐπιδευέες ἡνιοχῆες εἵαται ὀρφανικοῖς παισὶν ὁμοιότατοι.

无名氏 醒来吧,君士坦丁!为何安卧于青铜的沉睡之中?民众在赛场上渴盼着你的战车,缺乏你教导的御者们颓坐一旁,恰如失去双亲的孤儿。

​Anonymi Epigrammatici εἰς Οὐράνιον ἀμφοτέροις εἷς μοῦνος ἀριστεύσας παρὰ δήμοις κῦδος ἀπʼ ἀμφοτέρων ἔλλαχεν Οὐράνιος, εἰσέτι διφρεύων. τὸ δέ οἱ γέρας ἤλυθε πρῶτον ἐκ Πρασίνων, οἷς δὴ γείτονα χῶρον ἔχει. αὐτοὶ καὶ σταδίοιο πεπαυμένον ἤγαγον αὖθις ἐς δίφρους, νίκης μνωόμενοι προτέρης.

无名氏《题乌拉纽斯》 乌拉纽斯仅凭一身之躯在两党民众面前皆显赫卓绝,在尚且御车驰骋之际,便从双方那里都赢得了荣光。他最初的奖赏来自绿党,如今他正与绿党比邻而立;正是绿党忆起往昔的胜利,将告别赛场的他重新引回车驾之上。

​Anonymi Epigrammatici παυσάμενον σταδίων βασιλεὺς ἐπʼ ἀγακλέι νίκῃ αὖθις ὑπὲρ δίφρων βῆσεν ἀεθλοφόρων οὐράνιον δήμοισι, φέρων φέρων χάριν οὐ ποθέει γὰρ ἡ πόλις Οὐρανίου νόσφιν ἀεθλοσύνας. τοὔνεκα διφρεύοντα τὸ δεύτερον, ὑστατίης τε νίκης καὶ προτέρης στῆσεν ἀγασσαμένη.

无名氏 君主为了施恩于民众,让在取得辉煌胜利后离开赛场的乌拉纽斯重新登上满载荣耀的战车;因为没有乌拉纽斯的赛会并非城邦所愿。因此,城邦出于钦慕,为第二次御车的他树立了雕像,以褒奖他往昔与最后的胜利。

​Anonymi Epigrammatici οὐράνιος Νίκαιαν ἔχει πέλας ὁπλοτέρην τε Ῥώμην, τῆς μὲν ἐών, τῇ δʼ ἔνι κῦδος ἑλών. νικᾷ δʼ ἀμφοτέρωθεν, ἐπεὶ περιδέξιος ἦεν τῇ καὶ τῇ προθέειν ἠὲ παρεξελάαν. τοὔνεκα καὶ χρυσέῳ μιν ἀνεγράψαντο μετάλλῳ, κυδίστῳ κτεάνων κύδιμον ἡνίοχον.

无名氏 乌拉纽斯近傍有尼西亚与新罗马:他生于前者,而在后者赢得了荣耀。他从两方皆能取胜,因为他双手皆能熟练地在此侧或彼侧疾驰超车。因此人们以黄金这一最崇高的财富镌刻了他,以最尊贵的财产表彰最尊贵的御者。

​Thomas εἰς Ἀναστάσιον τὸν θρασὺν ἡνιοχῆα λελασμένον ἅρματος ἄθλων ἐνθάδʼ Ἀναστάσιον κείμενον οὖδας ἔχει, ὃς τόσσους ἀνεδήσατο πρὶν στεφάνους, ὅσα ἄλλοι ἔδρακον ἡνιόχων ἤματα ἱππασίης.

托马斯《题阿纳斯塔西乌斯》 大地将勇猛且如今已忘却战车较量的御者阿纳斯塔西乌斯拥入怀中长眠于此,他往昔为自己戴上的桂冠,宛如其他御者所亲见的赛马时日那般繁多。

380

​Anonymi Epigrammatici εἰς Πορφύριον, μέρους Βενέτων ἐν γῇ κρατήσας παντὸς ἁρματηλάτου καλῶς ἐπήρθη καὶ πρὸς αἰθέρα τρέχειν Πορφύριος, τὸ θαῦμα δήμου Βενέτων. νικῶν γὰρ οὗτος πάντα γῆς διφρηλάτην, ἄνεισιν, ὡς ἂν καὶ σὺν ἡλίῳ δράμῃ.

无名氏《题波菲里乌斯,属蓝党》 波菲里乌斯在地上战胜了所有战车御者,作为蓝党民众的奇迹,他高高昂起,甚至要奔向长空。因他战胜了世上所有的驾车之人,他扶摇而上,以便也能与太阳并驾齐驱。

​Anonymi Epigrammatici ἴουλον ἀνθῶν πρῶτον2 οὗτος ἡνίας Πορφύριος Κάλχαντος εἷλκε Βενέτου. ἐκπλήττομαι δὲ πῶς γράφει χεὶρ ἐμπνόους τούτου τις ἵππους. ˘ καὶ γὰρ ἂν πλήξῃ πάλιν, οἶμαι, δραμεῖται νῖκος εὑρεῖν καὶ πάλιν.

无名氏 当面颊初绽茸毛之时,这位波菲里乌斯便执掌了蓝党卡尔卡斯的缰绳。我惊叹于画家的妙手何以能描摹出他那些栩栩如生的奔马;我想,若是他再度扬鞭,定会重新驰骋去寻获胜利。 无名氏《题福斯蒂努斯,属绿党》

​Anonymi Epigrammatici εἰς Φαυστῖνον, μέρους Πρασίνων σκόπει τὸ δρᾶμα μηχανουργοῦ τοῦ δόμου· εἰ μὴ γὰρ ἐστέγαστο καρτερᾷ σκέπῃ, πρὸς οὐρανοὺς ἂν ὦρτο3 Φαυστῖνος τρέχων ὡς ζῶν σὺν ἵπποις, τὸ κλέος πρὶν Πρασίνων. ἆρον στέγος γάρ, καὶ φθάνει πρὸς αἰθέρα.

且看这殿堂工匠的巧夺天工:若非有坚固的屋顶遮蔽,往昔绿党的荣耀福斯蒂努斯早已与他的骏马宛如生者一般飞跃奔向天际。掀开屋顶吧,他瞬息便会冲向苍穹。

​Anonymi Epigrammatici Φαυστῖνος οὗτος, ὁ πρὶν ἁρματηλάτης, ὃν δῆμος εὑρὼν τοῦ μέρους τῶν Πρασίνων τὴν ἧτταν ἠγνόησε παντελῶς δρόμῳ. γέρων μὲν ἦν γάρ, ὡς βλέπεις· τὸ δὲ σθένος ἦν τις νεάζων, οὐδʼ ὅλως ἡττημένος.

无名氏 这就是福斯蒂努斯,往昔的战车御者,绿党民众得之,在奔竞中便全然不知失败为何物。正如你所见,他虽已年迈,但其力量却宛如青年,绝无败绩。

​Anonymi Epigrammatici εἰς Κωνσταντῖνον ἡνίοχον Λευκῶν λευκοῦ μεθέλκων ἡνίας Κωνσταντίνος, ἂν μὴ καθεῖρκτο στερρότητι τοῦ δόμου, τοὺς τρεῖς ἐνίκα, πρῶτος αἰθέρα φθάνων. πνοῆς ἄνευθεν εἶδες αἰθεροδρόμον· τέχνη με πείθει τοῦτον ἔμπνοον βλέπειν.

无名氏《题君士坦丁,白党御者》 执掌白党缰绳的君士坦丁,若未被殿堂的坚固所阻隔,本可率先飞向苍穹,击溃其余三党。你见到了无需呼吸便能在天空驰骋之人;精湛的技艺令我相信他正如生者般呼吸。

385

​Anonymi Epigrammatici Κωνσταντίνος γʼ ἦν, ἀλλὰ τοῖς πάλαι χρόνοις λευκῆς χρόας τέθριππον ἕλκων εὐστρόφως. ἀφʼ οὗ δὲ τοῦτον ἥρπασεν Χάρων, ἔδυ τὸ φῶς ἁμίλλης ἱππικῶν δρομημάτων, καὶ πᾶσα τέρψις τοῦ θεάτρου, καὶ τέχνη.

无名氏 他确是君士坦丁,但那是往昔岁月里灵活驾驭白色四马战车之时。自卡戎将他夺走,赛马竞逐的光芒便已沉落,剧场的所有欢愉与技艺亦随之凋零。

​Anonymi Epigrammatici —εἰς Ἰουλιανὸν ἡνίοχον Ῥουσίων χεὶρ οἶδε γεννᾶν τοὺς πάλαι τεθνηκότας. Ἰουλιανὸς καὶ γὰρ ὡς πάλαι σθένει, ἕλκων, μεθέλκων Ῥουσίου τὰς ἡνίας· καὶ νῦν γραφεὶς ἕστηκεν ὑψοῦ σὺν δίφρῳ· τὸ νεῦμα χεὶρ μένει δέ· τὴν νύσσαν δότε.

无名氏《题朱利安,红党御者》 画师之手深知如何令久已故去之人重生。朱利安一如往昔般充满力量,牵引并调度着红党的缰绳;如今他被绘就,与战车一同高高伫立。其手正等待着信号:放开起跑线吧!

​Anonymi Epigrammatici Ἰουλιανὸς οὗτος ἅρμα Ῥουσίου ἔχων, ἐνίκα τοὺς ἐναντίους δρόμῳ. ἀλλʼ εἰ γραφεὺς παρεῖχε καὶ πνοῆς χάριν, ἕτοιμός ἐστι καὶ πάλιν διφρηλάτης καὶ πρόσθεν ἐλθεῖν, καὶ λαβεῖν καὶ τὸ στέφος.

无名氏 这正是驾驭红党战车的朱利安,在飞驰中击溃了对手。然而,倘若画师再赋予他一口生机之气,御者便已准备好再次向前冲刺,并将桂冠再度夺取。

​Julianus Στέφος πλέκων ποθʼ, εὗρον ἐν τοῖς ῥόδοις Ἔρωτα· καὶ τῶν πτερῶν κατασχὼν,4 ἐβάπτισ’ εἰς τὸν οἶνον. λαβὼν δʼ ἔπιον αὐτόν καὶ νῦν ἔσω μελῶν μου πτεροῖσι γαργαλίζει.

朱利安 有一回我编织花冠,在玫瑰丛中觅得了厄洛斯;我抓住了他的翅膀,将他浸入酒中。我端起酒将他饮下;如今他在我的四肢百骸之中,正用羽翼轻挠着我。

语法注4 条
  1. 16.374ἐκ δύο πέπλων

    介词短语 ἐκ δύο πέπλων 修饰 κρίσιν(抉择、决定)。它意为“从两件战袍中(即蓝党与绿党两派色彩)”,表明两派因争抢他而最终将选择权交由君士坦丁本人抉择。

  2. 16.381ἴουλον ἀνθῶν πρῶτον

    ἴουλον 是分词 ἀνθῶν(绽放)的同族宾格(或内涵宾格)。“初绽颊上的茸毛”,是形容御者刚步入青年、年纪尚轻时的惯用修辞。

  3. 16.382εἰ μὴ γὰρ ἐστέγαστο ... ἂν ὦρτο

    与过去事实相反的虚拟条件句。条件从句使用过去完成时直陈语气被动态(ἐστέγαστο),结论从句使用 ἄν 搭配不定过去时直陈语气中动态(ὦρτο,动词 ὄρνυμι 的根词干不定过去时),意为“若非有屋顶覆盖……他早已跃向天际”,极言雕像或壁画生动跃动之态。

  4. 16.388τῶν πτερῶν κατασχών

    动词不定过去时主动分词 κατασχών(源自 κατέχω)支配部分属格 τῶν πτερῶν(“抓住[他的]双翼”)。表示抓住、执持某人物身体某一部位时,在希腊语中通常支配该部位的属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.374-16.388