- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.344-16.358
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组题铭赞颂著名御者波菲利乌斯(又名卡利奥帕斯)卓越的驭马技艺,追述两大阵营为其建立雕像的殊荣与平乱功绩,并歌颂其年老仍连战连胜的非凡生涯。
Anonymi Epigrammatici α. τίς τελέθεις, φίλε κοῦρε, γενειάδος ἄκρα χαράσσων; β. ὦ ξένε, Πορφύριος. α. τίς πατρίς; β. ἡ Λιβύη. α. τίς δέ σε νῦν τίμησεν; β. ἄναξ, χάριν ἱπποσυνάων. α. τίς μάρτυς τελέθει; β. δῆμος τῶν Βενέτων. α. ἔπρεπέ σοι Λύσιππον ἔχειν ἐπιμάρτυρα νίκης τοσσατίης, πλάστην ἴδμονα, Πορφύριε.
无名氏 A:亲爱的少年啊,颔边方初生胡须的你是谁? B:异乡人啊,我是波菲利乌斯。 A:家乡在何处? B:利比亚。 A:如今是谁褒奖了你? B:因御马之技,乃是皇帝。 A:谁充当了见证人? B:蓝党民众。 A:波菲利乌斯啊,对于如此辉煌的胜绩,理应由技艺精湛的名匠吕西波斯作你的见证人。
Anonymi Epigrammatici ἐγγύθι τῆς Νίκης καὶ Ἀλεξάνδρου βασιλῆος ἔστης, ἀμφοτέρων κύδεα δρεψάμενος.
无名氏 你伫立在胜利女神与亚历山大大帝身旁,采撷了这二者的荣光。
Anonymi Epigrammatici πάντα Τύχης ὀφθαλμὸς ἐπέρχεται· ἀλλʼ ἐπὶ μούνοις Πορφυρίου καμάτοις ἕλκεται ὄμμα Τύχης.
无名氏 命运女神之目洞察万象;然而命运女神的目光,唯独被波菲利乌斯的辛劳所吸引。
Anonymi Epigrammatici σὴν τροχαλὴν μάστιγα καὶ ἀσπίδα δῆμος ἀγασθεὶς ἤθελέ σε στῆσαι διπλόον, ὥσπερ ἔδει, ἡνίοχον κρατερὸν καὶ ἀριστέα· διχθὰ δὲ χαλκὸς οὐκ ἐχύθη, ψυχὴν σεῖο τυπωσάμενος.1
无名氏 民众感佩你疾驰的皮鞭与护盾,本欲依其当得之礼,为你树立两座雕像:威武的御者与善战的勇士。然而青铜未曾分作二体铸造,而是熔铸了你浑然一体的魂魄。
Anonymi Epigrammatici Πορφύριον σταδίοισι τίνος χάριν ἡνιοχῆα δῆμος ὁ πρῶτα φέρων ἄνθετο τῶν ἄνθετο;2 αὐτὸς ἄναξ κήρυξε. τί γὰρ πλέον, ὅττι γεραίρει εἵνεκεν εὐνοίης, εἵνεκεν ἱπποσύνης;
无名氏 高踞首位的阵营究竟因何缘由,在竞技场中所献的诸像之中,复又为御者波菲利乌斯树立了雕像?乃是皇帝亲自布告。既然皇帝因其宠爱、因其马术而予以嘉奖,又何须更多因由? 无名氏
Anonymi Epigrammatici Πορφυρίῳ μετʼ ἄεθλα γέρας πόρεν ἄξιον ἔργων κοίρανος, ὁ Πρασίνοις τοῦτο χαριζόμενος. πολλάκι γὰρ δῆμος προφερέστερα ἔργα κομίζων ᾔνεσε Καλλιόπαν, καὶ πάλι Πορφύριον. διπλόον οὔνομα τοῦτο, τόπερ λάχε χάλκεος ἥρως οὗτος, ὁ τεθρίπποις κῦδος ἑλὼν ἀρετῆς.
赛会之后,君王赐予波菲利乌斯与其功绩相称的荣宠,欣然将此荣宠允准予绿党。因屡获殊勋的民众频频称颂卡利奥帕斯,复又称颂波菲利乌斯。这双重名号,正是这位驾驭四马战车赢得卓越美名之青铜英雄所获的称号。
Anonymi Epigrammatici οὐ μόνον ἐν σταδίοις σε κατέστεφε πότνια Νίκη, ἀλλὰ καὶ ἐν πολέμοις δεῖξεν ἀεθλοφόρον, εὖτʼ ἄρʼ ἄναξ πολέμιζεν ἔχων Πρασίνους ὑποεργοὺς ἄγρια μαινομένῳ ἐχθρῷ ἀνακτορέῳ, καὶ πέσεν αἰνοτύραννος ἐπιφθιμένης τότε Ῥώμης, ἦμαρ δʼ Αὐσονίης ἦλθεν ἐλευθερίης. τοὔνεκα τοῖς μὲν ἔδωκεν ἄναξ γέρας, ὡς πάρος εἶχον, σὸν δὲ τύπον τέχνη ἔξεσε, Πορφύριε.
无名氏 尊贵的尼刻不仅在竞技场中为你加冕,亦在战阵之中展现你为凯旋之士:彼时皇帝以绿党为策应,迎战暴虐猖獗的宫廷叛敌,可怖的僭主败亡于日薄西山的罗马,奥索尼亚自由之日遂告降临。因此君主赐予他们一如既往的特权,而工巧之艺则镌刻出你的丰碑,波菲利乌斯啊。
Anonymi Epigrammatici ὑμετέρων κήρυκες ἀμεμφέες εἰσὶν ἀγώνων οἱ καὶ ἀπʼ ἀντιβίων, Πορφύριε, στέφανοι. πάντας γὰρ σταδίοισιν ἀμοιβαδὸν αἰὲν ἐλέγχεις ἀντιτέχνους, τῆς σῆς παίγνιον ἱπποσύνης. τοὔνεκα καὶ ξεῖνον πρεσβήιον εὕραο μοῦνος, εἰκόνα χαλκείην δήμῳ ἐν ἀμφοτέρῳ.
无名氏 波菲利乌斯啊,即便从宿敌处夺得的桂冠,亦是你较量中无可置疑的昭示。因你在竞技场中轮番压制了所有同行的对手,令他们尽成你御马之术的掌中戏物。正因如此,你独独赢得了绝无仅有的殊荣,在两大党派之中皆立有青铜之像。
Anonymi Epigrammatici πλάστης χαλκὸν ἔτευξεν ὁμοίιον ἡνιοχῆι· εἴθε δὲ καὶ τέχνης ὄγκον ἀπειργάσατο, ὄγκον ὁμοῦ καὶ κάλλος· ὅπερ Φύσις ὀψὲ τεκοῦσα ὤμοσεν ὠδίνειν δεύτερον οὐ δύναμαι. ὤμοσεν εὐόρκοις ὑπὸ χείλεσι· Πορφυρίῳ γάρ πρώτῳ καὶ μούνῳ πᾶσαν ἔδωκε χάριν.
无名氏 雕塑家依照御者的形容铸就了青铜;但愿他亦能重现其技艺的崇高,崇高兼具着华美!迟迟方诞育下此子的自然女神起誓道:“我再无法承受第二次分娩之痛。”她以绝无虚妄的唇舌起誓;因为对于波菲利乌斯,她作为第一人且唯一之人,赐予了他一切优雅。
Anonymi Epigrammatici εἰ φθόνος ἠρεμέοι, κρίνειν δʼ ἐθέλοιεν ἀέθλους, πάντες Πορφυρίου μάρτυρές εἰσι πόνων ναὶ τάχα καὶ φήσαιεν ἀριθμήσαντες ἀγῶνας· βαιὸν τοῦτο γέρας τοσσατίων καμάτων. ὅσσα γὰρ ἡνιοχῆας ἀεὶ μεμερισμένα κοσμεῖ, εἰς ἓν ἀολλίσσας, τηλίκος ἐξεφάνη.
无名氏 倘若嫉妒得以止息,众人愿公正评判较量,所有人皆是波菲利乌斯之艰辛劳苦的见证人。委实,历数其赛会之人必会齐声叹道:“对于如此浩繁的辛劳,这般赏赐实属微薄。”因他将御者们素来分有的诸般美德合而为一,方显出这般崇高非凡的气魄。
Anonymi Epigrammatici αἰδομένη χαλκῷ σε πόλις, τριπόθητε, γεραίρει· ἤθελε γὰρ χρυσῷ· ἀλλʼ ἴδεν ἐς Νέμεσιν.3 εἰ δὲ τεὴν μέλπων οὐ παύεται ἠθάδα νίκην εὐγνώμων δῆμος, Πορφύριε, Πρασίνων, ἔμπνοά σοι ξύμπαντες ἀγάλματα· πᾶς δὲ περισσὸς καὶ χρυσὸς τούτοις εἰς ἔριν ἐρχόμενος.
无名氏 万众渴慕之人啊,城邦心怀敬畏以青铜为你增辉;城邦本欲施以黄金,却不得不顾忌复仇女神的目光。然而波菲利乌斯啊,若深知大义的绿党民众不断咏唱你惯常的胜绩,他们全员皆是你鲜活的塑像;而一切妄图与这些相争的黄金,都显得过分多余。
Anonymi Epigrammatici οὔπω σοι μογέοντι Τύχη πόρεν ἄξια νίκης· νῖκαι γὰρ τῆς σῆς μείζονες εὐτυχίης. ἀλλὰ μέρει πρώτῳ σταθερῷ καὶ ἀρείονι μίμνοις τὴν φθονερὴν τήκων δυσμενέων κραδίην, οἵ, σέθεν εἰσορόωντες ἀεὶ νικῶσαν ἱμάσθλην, μέμφονται σφετέρην αἰὲν ἀτασθαλίην.
无名氏 命运女神尚未将与胜利相称之物赐予劳苦的你;因你的胜绩远大于你所蒙受的机运。 然而愿你始终坚守于稳固而更优的首位,销蚀宿敌们嫉妒的心肠;他们目睹你那屡战屡胜的长鞭,唯有长久地悔叹自身的妄动。
Anonymi Epigrammatici ἄλλοις μὲν γεράων πρόφασις χρόνος· οἱ δʼ ἐπὶ νίκαις κρινόμενοι4 πολιῆς οὐ χατέουσι κόμης, ἀλλʼ ἀρετῆς, ὅθεν εὖχος ἀνάπτεται. εἷς ἀπὸ τοίων Πορφύριος δώρων δὶς λάχεν ἀγλαΐην, οὐκ ἐτέων δεκάδας, νίκης δʼ ἑκατοντάδας αὐχῶν πολλάς, καὶ πάσας συγγενέας Χαρίτων.
无名氏 对于他人而言,年岁乃是荣宠的借口;然而凭胜绩受评之人无求于苍苍白发,唯赖卓越的德行,荣名正是由此点燃。波菲利乌斯从这般禀赋中两度获得辉煌,他所夸耀的并非数十载光阴,而是数百场胜利,且每一场皆与美惠女神血脉相连。
Leontius Minotaurus Ἀγχίσην Κυθέρεια, καὶ Ἐνδυμίωνα Σελήνη φίλατο μυθεῦνται τοῖα παλαιγενέες. νῦν δὲ νέος τις μῦθος ἀείσεται, ὡς τάχα Νίκη ὄμματα καὶ δίφρους φίλατο Πορφυρίου.
莱翁提乌斯·米诺陶洛斯 库忒拉女神钟爱安喀塞斯,塞勒涅女神钟爱恩狄弥翁——古人皆如此传颂。然而如今当吟唱一段崭新的故事:尼刻女神或许正倾心于波菲利乌斯的双目与战车。
Anonymi Epigrammatici εἰς Καλλιόπαν πρεσβυτέρους κοῦρος μὲν ἐών, πρέσβυς δέ τε κούρους νικᾷς, τεθρίππων κέντορας ἀθλοφόρων. ἓξ δʼ ἐτέων ἀνύσας δεκάδας, στήλην ἐπὶ νίκαις εἷλες, Καλλιόπα, νεύματι κοιρανίης, ὄφρα μένοι καὶ ἔπειτα τεὸν κλέος. αἴθε τοι εἴη, ὡς κλέος ἀθάνατον, καὶ δέμας ἀθάνατον.
无名氏《题卡利奥帕斯》 身为少年时你战胜长者,身为长者时你战胜少年,驱策凯旋四马战车的驭手啊!卡利奥帕斯啊,你度过了六十载春秋,因皇室的恩准而在胜绩之上赢得了石碑,好让你的荣名在后世亦得长存。但愿正如你的声名永垂不朽一般,你的身躯亦能长生不死!
- 16.347διχθὰ δὲ χαλκὸς οὐκ ἐχύθη, ψυχὴν σεῖο τυπωσάμενος
副词 διχθά(分作两半地)修饰主动词 ἐχύθη(被浇铸),不定过去时分词 τυπωσάμενος(塑造了)补充其方式或结果。此处形成修辞上的鲜明对仗:民众虽欲为御者和战士分别树立两座塑像,但青铜并未一分为二,而是熔铸了他兼具二者卓越德行的完整“心魂”。
- 16.348ἄνθετο τῶν ἄνθετο
关系代词省略先行词并发生格吸引的紧缩句式(相当于 ἄνθετο [τούτων ἃ] ἄνθετο),意为“在彼等已奉献的诸多塑像之中奉献了[他]”。这种同词复用式的紧凑表达,修辞上强调了该党派此前接连树立的系列纪念像。
- 16.354ἀλλʼ ἴδεν ἐς Νέμεσιν
动词 ὁράω(不定过去时 ἴδεν)搭配介词短语 εἰς Νέμεσιν,具有“顾虑复仇女神/敬畏神明报应”的习惯用法含义。城邦本欲为他铸造黄金雕像,但为了避免招致僭妄(hubris)与神祇的嫉恨惩戒,遂克制而代之以青铜。
- 16.356οἱ δʼ ἐπὶ νίκαις κρινόμενοι
由介词短语 ἐπὶ νίκαις(依凭胜绩)修饰的被动分词 κρινόμενοι 实质化为主语,意为“凭胜利受到评判的人们”。它与前文的 ἄλλοις(对于其他人而言,岁月是荣宠的借口)形成对称,指明那些无需倚仗白发年资、唯凭辉煌战果来证明自身卓越的竞技者。
