← 希腊诗选

希腊诗选 卷五

§16.330-16.343

智者肖像与御者波菲利乌斯的胜利

在称颂亚里士多德、普鲁塔克、伊索和狄奥根尼的铭辞之后,收录了一组题咏君士坦丁堡赛马场传奇御者波菲利乌斯之胜利与荣耀的题铭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
330

​Anonymi Epigrammatici νοῦς καὶ Ἀριστοτέλους ψυχή, τύπος ἀμφοτέρων εἷς.

无名氏 智性与亚里士多德的心魂:两者的形象合而为一。

​Agathias Scholasticus εἰς εἰκόνα Πλουτάρχου σεῖο πολυκλήεντα τύπον στῆσαν, Χαιρωνεῦ Πλούταρχε, κρατερῶν υἱέες Αὐσονίων, ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστους Ῥώμης εὐπολέμοις ἥρμοσας ἐνναέταις. ἀλλὰ τεοῦ βιότοιο παράλληλον βίον ἄλλον οὐδὲ σὺ γʼ ἂν γράψαις· οὐ γὰρ ὅμοιον ἔχεις.

学者阿加西亚斯《题普鲁塔克肖像》 喀罗尼亚的普鲁塔克啊,强悍的奥索尼亚人之子为你树立了名扬四方的塑像,因你在《平行传记》中,使希腊最优秀的人士与罗马骁勇善战的臣民相得益彰。然而与你自身生涯相平行的另一段生涯,即便是你本人亦无法写出;因为你绝无同侪。 学者阿加西亚斯《题伊索肖像》

​Agathias Scholasticus εἰς εἰκόνα Αἰσώπου εὖγε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα, δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου ἑπτὰ σοφῶν ἔμπροσθεν· ἐπεὶ κεῖνοι μὲν ἀνάγκην ἔμβαλον, οὐ πειθώ, φθέγμασι τοῖς σφετέροις, ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας,1 παίζων ἐν σπουδῇ, πείθει ἐχεφρονέειν. φευκτὸν δʼ ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲ τὸ γλυκὺ τοῦ μύθου καλὸν ἔχει δέλεαρ.

老吕西波斯,西库昂的雕刻家啊,你做得极妙,将萨摩斯人伊索的塑像立在七贤人之前。因为七贤人以其警语施加的是强迫,而非劝导;而伊索则以机敏的寓言和虚构之辞切中事理,于游戏之中寓意严肃,劝导人们持守明哲。粗暴的告诫令人避之不及;但萨摩斯人的〔告诫〕却拥有寓言的甘美作为美好的诱饵。

​Antiphilus ἡ πήρη καὶ χλαῖνα καὶ ὕδατι πιληθεῖσα μάζα, καὶ ἡ πρὸ ποδῶν ῥάβδος ἐρειδομένη, καὶ δέπας ἐκ κεράμοιο, σοφῷ κυνὶ μέτρα βίοιο ἄρκια κἠν τούτοις ἦν τι περισσότερον2 κοίλαις γὰρ πόμα χερσὶν ἰδὼν ἀρύοντα βοώτην, εἶπε· τί καὶ σὲ μάτην, ὄστρακον, ἠχθοφόρουν;

安提菲卢斯 皮囊、粗斗篷、以水揉合的大麦饼,支在脚前的木杖,以及陶杯——这些对于智慧的犬儒而言是足敷生计的度量。然而即便在这些之中,亦有一件是多余的;因见一个牧童以双掌舀水而饮,他便说道:“陶片啊,我为何徒然将你作为重担背负至今?”

​Antiphilus γηράσκει καὶ χαλκὸς ὑπὸ χρόνου· ἀλλὰ σὸν οὔτι κῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ· μοῦνος ἐπεὶ βιοτᾶς αὐτάρκεα δόξαν ἔδειξας θνητοῖς, καὶ ζωῆς οἶμον ἐλαφροτάτην. εἰς τὰς ἐν τῷ Ἱπποδρόμῳ Κωνσταντινουπόλεως στήλας τῶν ἀθλητῶν ἐπιγράμματα.

安提菲卢斯 岁月流转,青铜亦会老去;然而狄奥根尼啊,漫长的万世绝不能磨灭你的荣名。因你独自向凡人展现了自足的生命荣光,以及生存最为轻捷的道路。 君士坦丁堡赛马场竞技者雕像题铭 无名氏《题波菲利乌斯》

335

​Anonymi Epigrammatici εἰς Πορφύριον Πορφύριον Κάλχαντος ἄναξ καὶ δῆμος ἐγείρει, πολλοῖς εὐκαμάτοις βριθόμενον στεφάνοις, πᾶσι μεθʼ ἡνιόχοισι νεώτατον, ὅσσον ἄριστον,3 ἀλλὰ τόσον νίκης κάρτος ἐνεγκάμενον. ἔπρεπε μὴν χρυσέῳ ἐν ἀγάλματι, μὴ δʼ ἐνὶ χαλκῷ τοῦτον τοῖς ἄλλοις εἴκελον ἑστάμεναι.

君主与民众为卡尔卡斯之子波菲利乌斯立起雕像,他满载诸多来之不易的桂冠,在所有御者之中最为年轻,亦同样最为卓越,赢得了如此巨大的胜利权能。确实,他本应立于黄金雕像之中,而不该如他人般仅以青铜铸造。

​Anonymi Epigrammatici τέτραχα μὲν τὸ πάροιθε διακριδὸν ἴαχε δῆμος, τὸν Καλχαντιάδην;Πορφύριον ποθέων· αὐτὰρ ὃ δεξιτεροῖσιν ἀνακτορέοιο θοώκου ἡνία καὶ ζώνην ἱππότιν ἀνθέμενος, κεῖθεν ἐπισπέρχων ἐλάᾳ· μεσσηγὺ δʼ ἀέθλων χάλκεος ἱδρύνθη, πρῶτον ἴουλον ἔχων, εἰ δʼ ἐτέων γέρας ἦλθε θοώτερον, ἀλλʼ ἐπὶ νίκαις ὄψιμον,4 ἀλλὰ μόλις, πολλὰ μετὰ στέφεα.

无名氏 昔日民众分为四派各自呼号,渴慕卡尔卡斯之子波菲利乌斯;而他将缰绳与御者皮带献于皇座之右,随后自彼处疾驰而发。在赛会之间,他以颌生初髭的青年面貌铸立为青铜之身;从年岁而言,此荣宠虽至得过速,但以胜绩而论,却是在斩获诸多桂冠之后迟迟方至,得之匪易。

​Anonymi Epigrammatici Ἀγχίσην Κυθέρεια, καὶ Ἐνδυμίωνα Σελήνη φίλατο· καὶ Νίκη νῦν τάχα Πορφύριον, ὃς καὶ ἑοὺς ἵππους καὶ ὁμόφρονος ἡνιοχῆος ἐξ ἑτέρων ἑτέρους αἰὲν ἀμειβόμενος, πολλάκι κρᾶτα πύκασσε πανημερίοισιν ἀέθλοις, οὐ μογέων, ἑτάρου μοῦνον ἐφεσπομένου.

无名氏 库忒拉女神钟爱安喀塞斯,塞勒涅女神钟爱恩狄弥翁;如今胜利女神尼刻或许钟爱着波菲利乌斯。他将自己的骏马与齐心的副手御者的马匹不断互换更替,在一整日的赛事中频频加冕,自身毫无疲顿,而同伴唯在其后追随。

​Anonymi Epigrammatici τοῦτό σοι ἠϊθέῳ Νίκη γέρας, ὃ χρόνος ἄλλοις ὀψὲ μόλις πολιοῖς ὤπασε, Πορφύριε. καὶ γὰρ ἀριθμήσασα πολυστεφέας σέο μόχθους εὕρετο γηραλέων κρέσσονας ἡνιόχων. τί πλέον, ὅττι καὶ αὐτὸς ἐπευφήμησεν ἀύσας σὸν κλέος ἀντιπάλων δῆμος ἀγασσάμενος; ὀλβίη ἡ Βενέτων πανελεύθερός ἐστι γενέθλη, σε μέγας βασιλεὺς δῶρον ἔνευσεν ἔχειν.

无名氏 波菲利乌斯啊,时光在他人白发苍苍的垂暮之年方迟迟勉强赐予的荣宠,尼刻却赐予了年轻的你。因她历数你屡获桂冠的辛劳,发觉你胜过了老迈的御者们。甚至连对手阵营的民众亦惊叹着齐声高呼赞颂你的英名,复有何求?伟大的皇帝允准将你赐予蓝党,蓝党一族委实福祉无尽、全获自由。

​Anonymi Epigrammatici ἄλκιμοι ἀλκήεντα, σοφοὶ σοφόν, υἱέα Νίκης, οἱ Νίκης παῖδες Πορφύριον Βένετοι ἄνθεσαν ἀμφοτέραις γὰρ ἀμειβομένοις ἐπὶ πώλοις κυδιάει νίκαις, οἷς πόρεν, οἷς ἔλαβεν.

无名氏 勇士为勇者树立,贤士为智者立碑,尼刻之子蓝党树立了尼刻之子波菲利乌斯;因他在换乘战马的两重较量中皆夸耀着胜利,无论是以他交出的马匹,还是以他接纳的马匹。

340

​Anonymi Epigrammatici ἄλλοις παυσαμένοισιν, ἀεθλεύοντι δὲ μούνῳ Πορφυρίῳ βασιλεὺς τοῦτο δέδωκε γέρας. πολλάκι νικήσας γὰρ ἑοὺς πόρεν ὠκέας ἵππους, λάζετο δʼ ἀντιπάλων, καὶ πάλιν ἐστέφετο. ἔνθεν ἔην Πρασίνοις ἔρις ἄσπετος, ἔνθεν ἀυτή, ὃς Βενέτους τέρψει, Κοίρανε, καὶ Πρασίνους.

无名氏 当其他人已然罢赛,唯独波菲利乌斯仍在角逐之际,皇帝将此荣宠赐予了他。因屡屡获胜的他将自己的快马让予对手,换驾对手的马匹,却再度获授桂冠。由此绿党激起无尽的争执与呼号。君主啊,正是此人既将悦乐蓝党,亦将悦乐绿党!

​Anonymi Epigrammatici αἱ πάντων ψῆφοί με καὶ εἰσέτι διφρεύοντα ἔστησαν Νίκης ἐγγύθι Πορφύριον. δῆμος μὲν γὰρ ἐμὸς γέρας ᾔτεεν· οἱ δʼ ἕτεροί με δίζοντʼ αὖτις ἔχειν, νεῖκος ἀπειπάμενοι. μήτι δʼ ἡνιόχων περιγίγνομαι, οἷσι καὶ ἵππους κρείσσονας ἀντιπορὼν, δεῖξα χερειοτέρους.5

无名氏 万众的选票,将仍在驾车的我波菲利乌斯树立在尼刻身旁。因我方阵营的民众为我祈求荣宠,而另一方阵营亦止息争端,复求将我迎回。我在智谋上胜过御者们:纵将较优秀的战马换予他们,我亦能证明那些马匹实为拙劣。

​Anonymi Epigrammatici αὐτὸν Πορφύριον μὲν ἀπηκριβώσατο χαλκῷ ὁ πλάστης, ἔμπνουν οἷα τυπωσάμενος. τίς δὲ χάριν, τίς ἄεθλα, τίς ἔνθεα δήνεα τέχνης τεύξει, καὶ νίκην οὔποτʼ ἀμειβομένην;

无名氏 雕刻家在青铜中逼真地再现了波菲利乌斯本人,将其塑造得仿佛栩栩如生。然而,谁能铸就其优雅,谁能铸就其竞技,谁能铸就其技艺的神圣智谋,以及那永不更易的胜利?

​Anonymi Epigrammatici εἰκόνι χαλκείῃ τὸν χάλκεον ἡνιοχῆα ἄνθετο νικητὴν κοίρανος Αὐσονίων, ὡς σοφόν, ὡς Βενέτοις πεφιλημένον ἀλλʼ ἐπὶ νίκαις Πορφυρίου πολλὰς εἰκόνας ὀψόμεθα.

无名氏 奥索尼亚的统治者以青铜像树立了这位青铜般的胜利御者,因他既满怀智慧,亦深为蓝党所爱戴;然而随着连连的胜绩,我们还将见到波菲利乌斯的更多雕像。

语法注5 条
  1. 16.332ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας

    关系代词 ὃς 在此处起指示代词作用(相当于 ὁ δέ),与前文的“ἐπεὶ κεῖνοι μέν...”相对照,作为主句动词 πείθει 的主语。

  2. 16.333κἠν τούτοις ἦν τι περισσότερον

    κἠν 是 καὶ ἐν 的混成词(crasis)。不定代词 τι 作主语,περισσότερον 作述语形容词,意为“即便在这些之中,仍有某种多余之物”,为下文舍弃陶杯的典故做铺垫。

  3. 16.335πᾶσι μεθʼ ἡνιόχοισι νεώτατον, ὅσσον ἄριστον

    介词 μετά 支配与格表示“在……之中”。后文接相呼应的结构 ὅσσον... τόσον,构成比例关系:“正如在所有御者中他是最年轻的,同样他也最杰出,并赢得了如此巨大的胜利力量”。

  4. 16.336εἰ δʼ ἐτέων γέρας ἦλθε θοώτερον, ἀλλʼ ἐπὶ νίκαις ὄψιμον

    连词搭配 εἰ... ἀλλά 构成让步对照结构:“纵然……然而……”。属格 ἐτέων 表“按岁数而言”(视点属格),而 ἐπὶ νίκαις 表“按胜绩而言”,将他在年龄上的过早获像与从连胜战果来看的迟迟方至进行鲜明对比。

  5. 16.341οἷσι καὶ ἵππους κρείσσονας ἀντιπορὼν, δεῖξα χερειοτέρους

    关系代词与格 οἷσι 指代先行词 ἡνιόχων。分词 ἀντιπορών(交换给予)支配宾语 ἵππους κρείσσονας,动词 δεῖξα 与述语宾格 χερειοτέρους 搭配,形成双宾格结构:“将自己较好的马换予他们,却证明了那些马(在他们手中)更为拙劣”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.330-16.343