← 希腊诗选

希腊诗选 卷五

§16.280-16.294

公共浴场与舞者演员及荷马雕像

一组题铭诗,赞颂了忒革亚与普赖内托斯的公共浴场、胜利女神像、著名女舞者与琴师、舞蹈大师色诺芬与皮拉德斯的神技、对潘神的感恩献礼,以及荷马史诗与其出身城邦之谜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
280

​Anonymi Epigrammatici εἰς λουτρόν χρήμασι τοῖς Ἀγάθωνος ἐδείματο τῇδε λοετρὸν δῆμος ὁ τῆς Τεγέης, θαῦμα καὶ ἐσσομένοις.

无名氏《题浴场》 借着阿伽同的资财,忒革亚的民众在此建造了浴场,亦作为后世之人的奇观。

​Anonymi Epigrammatici εἰς λουτρὸν ἐν Πραινέτῳ οὐ βαλανεῖον ἔην προπάροιθε τὸ νῦν βαλανεῖον, ἀλλὰ τόπος σκυβάλων, χῶρος ἀποκρίσιος· νῦν δὲ τὰ τερπνὰ τὰ πᾶσι βοώμενα καὶ χαρίεντα ἀγλαΐῃ προφέρει.1 καὶ γὰρ Ἀλέξανδρος Νικαέων ἱερεύς, σοφίης ἐρικυδέος ἀστήρ, τεῦξέ μιν οἰκείοις χρήμασι καὶ δαπάναις.

无名氏《题普赖内托斯浴场》 如今的这座浴场,从前并非浴场,而是秽物之所,抛掷污浊之坑。然而如今,在辉煌壮丽上,它甚至超越了人所赞誉的惬意优雅之地。因为荣耀智慧之星、尼西亚的祭司亚历山大,用自己的资财与耗费建成了它。

​Palladas νῖκαι πάρεσμεν, αἱ γελῶσαι παρθένοι, νίκας φέρουσαι τῇ φιλοχρήστῳ πόλει. ἔγραψαν ἡμᾶς οἱ φιλοῦντες τὴν πόλιν, πρέποντα Νίκαις ἐντυποῦντες σχήματα.

帕拉达斯 我们胜利女神在此,含笑的少女,为热爱基督的城邦带来胜利。热爱城邦的人们绘就了我们,将合乎胜利女神的身姿镌刻其上。

​Leontius Minotaurus εἰς εἰκόνα ὀρχηστρίδος Μουσάων δεκάτη, Χαρίτων Ῥοδόκλεια τετάρτη, τερπωλὴ μερόπων, ἄστεος ἀγλαΐη. ὄμμα δέ οἱ καὶ ταρσὰ ποδήνεμα, καὶ σοφὰ Χαρίτων δάκτυλα καὶ Μουσῶν κρέσσονα καὶ Χαρίτων.

莱昂提乌斯·米诺陶洛斯《题女舞者肖像》 她是第十位缪斯,第四位美惠女神,罗多克勒亚是凡人的欣喜,城邦的光彩。她的目光与双足疾捷如风,她那承自美惠女神的灵巧手指,超越了缪斯,亦超越了美惠女神。

​Leontius Minotaurus εἰς εἰκόνα ἑτέρας ὀρχηστρίδος ἐν τῷ Σωσθενίῳ εἰμὶ μὲν Ἑλλαδίη Βυζαντιάς, ἐνθάδε δʼ ἔστην ᾗχι χοροστασίην εἴαρι δῆμος ἄγει, ὁππόθι πορθμῷ γαῖα μερίζεται· ἀμφότεραι γὰρ ἄντυγες ὀρχηθμοὺς ᾔνεσαν ἡμετέρους.

莱昂提乌斯·米诺陶洛斯《题索斯泰尼翁另一女舞者肖像》 我是拜占庭的赫拉迪亚,立于民众在春日举行轮舞之处,立于海峡划分大陆之地;因大地的两端皆赞赏我的舞姿。

285

​Leontius Minotaurus εἰς εἰκόνα κιθαριστρίας διάχρυσον οὔ τις ἐπʼ Ἀνθούσῃ χρυσὸν βάλεν, ἀλλὰ καὶ αὐτῇ ἀμφεχύθη Κρονίδης, ὡς τὸ πάρος Δανάῃ· σώματι δʼ οὐκ ἐπέλασσεν, ἐπεὶ νόον ἔλλαβεν αἰδώς, μή τινι Μουσάων μίσγεται οὐκ ἐθέλων.2

莱昂提乌斯·米诺陶洛斯《题镀金女琴师肖像》 并无凡人将黄金撒在安图萨身上,而是克洛诺斯之子如昔日覆于达那厄那般,也倾洒在她周身;但他并未触碰她的身躯,因敬畏之情充溢其心,生怕自己在无意中与一位缪斯交合。

​Leontius Minotaurus θῆλυς ἐν ὀρχηθμοῖς κρατέει φύσις· εἴξατε κοῦροι· Μοῦσα καὶ Ἑλλαδίη τοῦτον ἔθεντο νόμον ἡ μέν, ὅτι πρώτη κινήσιος εὕρετο ῥυθμούς, ἡ δʼ, ὅτι τῆς τέχνης ἦλθεν ἐς ἀκρότατον.

莱昂提乌斯·米诺陶洛斯 在舞蹈之中,女性的天资独占鳌头;青年男子们,退让吧!缪斯与赫拉迪亚立下了这条规约:前者因最先发现了律动的节拍,后者则因登上了这门技艺的顶峰。

​Leontius Minotaurus Ἕκτορα μέν τις ἄεισε, νέον μέλος· Ἑλλαδίη δέ, ἑσσαμένη χλαῖναν, πρὸς μέλος ἠντίασεν. ἦν δὲ πόθος καὶ δεῖμα παρʼ ὀρχηθμοῖσιν Ἐνυοῦς· ἄρσενι γὰρ ῥώμῃ θῆλυν ἔμιξε χάριν.

莱昂提乌斯·米诺陶洛斯 有人唱起赫克托耳,奏出崭新的曲调;而赫拉迪亚披上斗篷,迎着曲调翩然起舞。在厄纽奥的战舞身旁,既有渴望,亦有战栗;因为她将女性的妩媚融汇于男性的阳刚力量之中。 莱昂提乌斯·米诺陶洛斯《题女舞者利巴尼亚肖像》

​Leontius Minotaurus εἰς εἰκόνα Λιβανίας ὀρχηστρίδος οὔνομʼ ἔχεις;λιβάνου, Χαρίτων δέμας, ἤθεα Πειθοῦς, παρθένε, καὶ Παφίης κεστὸν ὑπὲκ λαγόνων. αὐτὰρ ἐν ὀρχηθμοῖσιν, Ἔρως ἅτε κοῦφος, ἀθύρεις, κάλλεϊ καὶ τέχνῃ πάντας ἐφελκομένη.

少女啊,你拥有乳香之名,美惠女神的身段,劝导女神的神采,腰间更系着帕福斯女神的腰带。你在舞蹈之中宛如轻灵的厄洛斯般嬉戏,以美貌与技艺诱惑着众人。

​Anonymi Epigrammatici εἰς Ξενοφῶντος Σμυρναίου εἰκόνα αὐτὸν ὁρᾶν Ἰόβακχον ἐδόξαμεν, ἡνίκα Ληναῖς ὁ πρέσβυς νεαρῆς ἦρχε χοροιμανίης, καὶ Κάδμου τὰ πάρηβα χορεύματα, καὶ τὸν ἀφʼ ὕλης ἄγγελον εὐιακῶν ἰχνελάτην θιάσων, καὶ τὴν εὐάζουσαν ἐν αἵματι παιδὸς Ἀγαυὴν λυσσάδα. φεῦ θείης ἀνδρὸς ὑποκρισίης.

无名氏《题士麦那的色诺芬肖像》 当这位老人为勒奈亚的信女们领引青春的狂舞时,我们恍若亲睹了伊俄巴克科斯本人,以及卡德摩斯老迈的舞步、自林中追踪巴克科斯狂欢仪仗的使者,还有在亲儿之血中欢呼的癫狂阿高厄。嗟乎,此人之演技神乎其技!

290

​Antipater εἰς στήλην Πυλάδου ὀρχηστοῦ αὐτὸν βακχευτὴν ἐνέδυ θεόν, ἡνίκα βάκχας ἐκ Θηβῶν Ἰταλὴν ἤγαγε πρὸς θυμέλην, ἀνθρώποις Πυλάδης τερπνὸν δέος, οἷα χορεύων δαίμονος ἀκρήτου πᾶσαν ἔπλησε πόλιν. Θῆβαι γιγνώσκουσι τὸν ἐκ πυρός· οὐράνιος δὲ οὗτος, ὁ παμφώνοις χερσὶ λοχευόμενος.3

安提帕特《题舞者皮拉德斯的石碑》 当皮拉德斯将巴克科斯的女信徒从忒拜引向意大利的舞台时,他亲自化作狂醉之神,成为令凡人既欣喜又战栗的存在;因他在起舞间,以纯正烈性的神灵充盈了整座城邦。 忒拜知晓那位从烈火中诞生的神明;而这位由无所不言的双手接生而出的,乃是天界的神明。

​Anyte Φριξοκόμᾳ τόδε Πανὶ καὶ αὐλιάσιν θέτο Νύμφαις δῶρον ὑπὸ σκοπιᾶς Θεύδοτος οἰονόμος· οὕνεχʼ ὑπʼ ἀζαλέου θέρεος μέγα κεκμηῶτα παῦσαν, ὀρέξασαι χερσὶ μελιχρὸν ὕδωρ.

阿尼特 为了感激在干燥酷热的盛夏抚慰了极度困乏的自己、并亲手奉上甘美泉水之恩,牧羊人特奥多托斯在岩峰之下,将这件礼物献给蓬发潘神与岩穴宁芙。

​Anonymi Epigrammatici εἰς τὰς Ὁμηρικὰς δύο βίβλους υἱὲ Μέλητος Ὅμηρε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀΐδιον, καὶ τάσδʼ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας, δισσὰς ἐκ στηθέων γραψάμενος σελίδας· ὑμνεῖ δʼ ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον, ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον.

无名氏《题荷马二书》 墨勒斯之子荷马啊,你为全希腊及故土科罗丰树立了永恒的荣耀,以宛如神明的心魂孕育了这些少女,从胸臆中书写出两卷篇章:其一歌颂奥德修斯历尽坎坷的归程,其二歌颂达尔达诺斯后人的伊利昂之战。

​Anonymi Epigrammatici τίς ποθʼ ὁ τὸν Τροίης πόλεμον σελίδεσσι χαράξας, ἢ τίς ὁ τὴν δολιχὴν Λαρτιάδαο πλάνην; οὐκ ὄνομʼ εὑρίσκω σαφές, οὐ πόλιν. οὐράνιε Ζεῦ, μή ποτε σῶν ἐπέων δόξαν Ὅμηρος ἔχει;4

无名氏 究竟是谁将特洛伊的战火刻写于卷册之上?又是谁记述了拉厄耳忒斯之子漫长的流亡?我寻不见确凿的名字,亦寻不见城邦。天上的宙斯啊,莫非荷马享有的是属于你自己的诗句的荣耀?

​Anonymi Epigrammatici ποίας ἀστὸν Ὅμηρον ἀναγραψώμεθα πάτρης, κεῖνον, ἐφʼ ὃν πᾶσαι χεῖρʼ ὀρέγουσι πόλεις; ἢ τὸ μέν ἐστιν ἄγνωστον, ὁ δʼ ἀθανάτοις ἴσος ἥρως ταῖς Μούσαις ἔλιπεν πατρίδα καὶ γενεήν;

无名氏 我们当把荷马登记为哪座城邦的公民?那可是所有城邦皆向其伸出双手的诗人啊。抑或此事本就无从知晓,这位与不朽诸神同列的英雄,早已将故乡与血脉全留给了缪斯?

语法注4 条
  1. 16.281ἀγλαΐῃ προφέρει

    动词 προφέρει 在此意为“超越、胜过”。与格 ἀγλαΐῃ 作限定与格(“在华丽上”),前面的宾格短语 τὰ τερπνὰ τὰ πᾶσι βοώμενα καὶ χαρίεντα 则作其直接宾语,表示被超越的对象;在散文中该动词常接属格表示比较对象,诗歌中亦可见接宾格的用法。

  2. 16.285μή τινι Μουσάων μίσγεται οὐκ ἐθέλων

    紧接主句中 αἰδώς(敬畏、自持)之后的表担忧的从句。连词 μή 后接直陈式现在时 μίσγεται,表达疑惧:“生怕自己在无意中与某位缪斯交合”。这一机巧的夸张表现出安图萨琴艺极其高超,以至于宙斯都唯恐将她误认作缪斯女神本人。

  3. 16.290ὁ παμφώνοις χερσὶ λοχευόμενος

    动词 λοχεύω(原意为“接生”,被动语态意为“被分娩、降生”)的隐喻用法。它与上一行所提忒拜塞墨勒胎中因雷火而诞生的狄俄倪索斯(τὸν ἐκ πυρός)形成对仗;哑剧演员皮拉德斯那双“能表达一切言语的手”通过身段手势将神明活灵活现地呈现,故诗中称此神乃是“由双手接生/分娩而出的天神”。

  4. 16.293μή ποτε σῶν ἐπέων δόξαν Ὅμηρος ἔχει;

    疑问句中连词 μή(或 μή ποτε)与直陈式的连用,表达一种带有迟疑推测或担忧意味的设问(“莫非……?”“难道竟是……?”)。此处的修辞夸张意在表明,荷马的诗作如此神妙,以至于发问者疑心荷马是否窃取了天神宙斯本人的诗句荣耀。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.280-16.294