← 希腊诗选

希腊诗选 卷五

§16.295-16.308

荷马品达与阿那克里翁的赞诗

题咏荷马神圣渊源及诸城邦争夺其出生地之辩,赞颂其不朽诗作,随后收录赞颂品达及醉酒蹒跚却歌兴未减之阿那克里翁的铭诗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
295

​Anonymi Epigrammatici οὐχὶ πέδον Σμύρνης ἐλοχεύσατο θεῖον Ὅμηρον, οὐ Κολοφὼν τρυφερῆς ἄστρον Ἰηονίης, οὐ Χίος, οὐκ Αἴγυπτος ἐύσπορος, οὐ Κύπρος ἁγνή, οὐ νῆσος κραναὴ Λαρτιάδαο πάτρη, οὐκ Ἄργος Δαναοῖο, κυκλωπείη τε Μυκήνη, οὐδὲ τὸ Κεκροπιδῶν ἄστυ παλαιογόνων. οὐ γὰρ ἔφυ χθονὸς ἔργον· ἀπʼ αἰθέρος ἀλλὰ ἑ Μοῦσαι πέμψαν,1 ἵνʼ ἡμερίοις δῶρα ποθητὰ φέροι.

无名氏 并非士麦那的平原诞下了神圣的荷马,亦非娇美爱奥尼亚之星科罗丰,非基奥斯,非肥沃的埃及,非洁净的塞浦路斯,非拉厄耳忒斯之子故乡的崎岖海岛,非达那奥斯的阿尔戈斯,非独目巨人建造的迈锡尼,亦非古老刻克洛普斯后裔的城邦。因为他绝非大地所生之物;而是缪斯自苍穹降下他,好使他为朝生暮死的凡人带来企盼已久的赠礼。

​Antipater οἱ μέν σευ Κολοφῶνα τιθηνήτειραν, Ὅμηρε, οἱ δὲ καλὰν Σμύρναν, οἱ δʼ ἐνέπουσι Χίον, οἱ δʼ Ἴον, οἱ δʼ ἐβόασαν ἐΰκλαρον Σαλαμῖνα, οἱ δέ νυ τῶν Λαπιθέων ματέρα Θεσσαλίην· ἄλλοι δʼ ἄλλην μαῖαν ἀνίαχον. εἰ δέ με Φοίβου χρὴ λέξαι πινυτὰς ἀμφαδὰ μαντοσύνας, πάτρα σοι τελέθει μέγας οὐρανός, ἐκ δὲ τεκούσης οὐ θνατᾶς, ματρὸς δʼ ἔπλεο Καλλιόπας,

安提帕特 荷马啊,有人称科罗丰为抚育你的乳娘,有人称美丽的士麦那,有人称基奥斯,有人称伊俄斯,有人高呼是富足的萨拉米斯,有人又称是拉庇泰人之母色萨利;其他人则叫嚷着其他的哺育之地。但若要我公开宣告福玻斯睿智的神谕,那么你真正的故乡乃是浩瀚的天宇,生下你的并非凡女,你的生母乃是卡利俄珀。

​Anonymi Epigrammatici ἑπτὰ ἐριδμαίνουσι πόλεις διὰ ῥίζαν Ὁμήρου, Κύμη, Σμύρνα, Χίος, Κολοφών, Πύλος, Ἄργος, Ἀθῆναι.

无名氏 七座城邦为荷马的出身争吵不休:库墨、士麦那、基奥斯、科罗丰、皮罗斯、阿尔戈斯、雅典。

​Anonymi Epigrammatici ἑπτὰ πόλεις μάρναντο σοφὴν διὰ ῥίζαν Ὁμήρου, Σμύρνα, Χίος, Κολοφών, Ἰθάκη, Πύλος, Ἄργος, Ἀθῆναι.

无名氏 七座城邦曾为荷马充满智慧的出身而争辩:士麦那、基奥斯、科罗丰、伊萨卡、皮罗斯、阿尔戈斯、雅典。

​Anonymi Epigrammatici α. Χῖος ἔφυς; β. οὔ φημι. α. τί δαί, Σμυρναῖος; β. ἀπαυδῶ. α. Κύμη δʼ ἢ Κολοφὼν πατρίς, Ὅμηρε, σέθεν; β. Οὐδετέρη. α. Σαλαμὶς δὲ τεὴ πόλις; β. οὐδʼ ἀπὸ ταύτης ἐξέφυν. α. ἀλλʼ αὐτὸς λέξον ὅπῃ γέγονας. β. οὐκ ἐρέω. α. τίνος ἦρα;2 β. Πέπεισμʼ ὅτι τἀτρεκὲς εἰπὼν ἕξω τὰς ἄλλας ἄμμιν ἀπεχθομένας.

无名氏 问:你是基奥斯人吗?答:不是。问:那又是士麦那人吗?答:并非如此。问:荷马啊,库墨或科罗丰是你的故乡吗?答:两者皆非。问:萨拉米斯是你的城邦吗?答:我也并非出自那里。问:那么你自己说吧,你究竟生于何处?答:我不说。问:究竟是为何缘故?答:因为我确信,一旦吐露实情,我必招致其他城邦对我怀恨在心。

300

​Anonymi Epigrammatici εἰς αἰῶνας, Ὅμηρε, καὶ ἐξ αἰῶνος ἀείδῃ, οὐρανίης Μούσης δόξαν ἀειράμενος. μῆνιν μὲν γὰρ ἄεισας Ἀχιλλέος, ἄεισας Ἀχαιῶν στρομβηδὸν νηῶν σύγχυσιν ἐν πελάγει, τειρόμενόν τε πλάνῃσιν Ὀδυσσέα ποικιλόβουλον, τοῦ λέχος ἀσπασίως εἴσιδε Πηνελόπη,

无名氏 荷马啊,你承担了天界缪斯的荣耀,万世乃至自亘古以来皆在歌颂你。因为你歌唱了阿喀琉斯的忿怒,歌唱了阿开奥斯人的舟师在汪洋中的汹涌激荡,以及饱受漂泊之苦、足智多谋的奥德修斯,佩涅洛佩欢欣地望见了他的床榻。

​Anonymi Epigrammatici εἰ θεός ἐστιν Ὅμηρος, ἐν ἀθανάτοισι σεβέσθω· εἰ δʼ αὖ μὴ θεός ἐστι, νομιζέσθω θεὸς εἶναι.

无名氏 若荷马是神,便当在不朽诸神中受人崇敬;若他并非神,亦当被视为神明。

​Anonymi Epigrammatici εὗρε Φύσις, μόλις εὗρε· τεκοῦσα δʼ ἐπαύσατο μόχθων, εἰς ἕνα μοῦνον Ὅμηρον ὅλην τρέψασα μενοινήν.

无名氏 自然寻得了〔他〕,好不容易才寻得;一经生下他,她便终止了劳作,将全部的精力与意志倾注于荷马这一人身上。

​Anonymi Epigrammatici τίς ποθʼ Ὁμηρείης μεγάλης ὀπός ἐστιν ἀπευθής; τίς χθών, τίς δὲ θάλασσα μάχην οὐκ οἶδεν Ἀχαιῶν; δῆμος ὁ Κιμμερίων, πανδερκέος ἄμμορος αἴγλης ἠελίου, Τροίης ὄνομʼ ἔκλυεν, ἔκλυεν Ἄτλας οὐρανὸν εὐρύστερνον ἔχων ἐπικείμενον ὤμοις.

无名氏 究竟有谁未曾听闻荷马那宏亮的声音?哪片大地、哪片海洋不知晓阿开奥斯人的征战?那被剥夺了普照日光之福的客麦里人,亦听闻了特洛伊之名;那双肩承载着广袤青天的阿特拉斯,同样听闻了此声。

​Anonymi Epigrammatici διεξιών, Ὅμηρε, τὴν κεκαυμένην,3 φθονεῖν ἀφῆκας τὰς ἀπορθήτους πόλεις.

无名氏 荷马啊,在细致记述那座被焚毁的城邦之时,你竟让那些未遭蹂躏的城邦心生嫉妒。

305

​Antipater εἰς εἰκόνα Πινδάρου Νεβρείων ὁπόσον σάλπιγξ ὑπερίαχεν αὐλῶν, τόσσον ὑπὲρ πάσας ἔκραγε σεῖο χέλυς· οὐδὲ μάτην ἁπαλοῖς περὶ χείλεσιν ἑσμὸς ἐκεῖνος ἔπλασε κηρόδετον, Πίνδαρε, σεῖο μέλι. μάρτυς ὁ Μαινάλιος κερόεις θεός, ὕμνον ἀείσας τῶν σέο,4 καὶ νομίων λησάμενος δονάκων.

安提帕特《题品达肖像》 正如战号之声盖过小鹿骨笛的轻鸣,你的七弦琴亦凌驾于所有琴声之上回荡;品达啊,那群蜜蜂将凝蜡的蜂蜜筑造在你柔嫩的双唇周围,绝非偶然。迈纳洛斯的角神便是见证,他忘却了田园的芦笛,亲自歌唱起你的颂歌。

​Leonidas εἰς Ἀνακρέοντα πρέσβυν Ἀνακρείοντα χύδαν σεσαλαγμένον οἴνῳ θάεο δινωτοῦ στρεπτὸν ὕπερθε λίθου, ὡς ὁ γέρων λίχνοισιν ἐπʼ ὄμμασιν ὑγρὰ δεδορκὼς ἄχρι καὶ ἀστραγάλων ἕλκεται ἀμπεχόναν· δισσῶν δʼ ἀρβυλίδων τὰν μὲν μίαν, οἷα μεθυπλήξ, ὤλεσεν· ἐν δʼ ἑτέρᾳ ῥικνὸν ἄραρε πόδα. μέλπει δʼ ἠὲ Βάθυλλον ἐφίμερον, ἠὲ Μεγιστέα, αἰωρῶν παλάμᾳ τὰν δυσέρωτα χέλυν. ἀλλὰ πάτερ Διόνυσε, φύλασσέ μιν οὐ γὰρ ἔοικεν ἐκ Βάκχου πίπτειν Βακχιακὸν θέραπα.5

莱奥尼达斯《题阿那克里翁》 看那被浓酒彻底倾倒的老人阿那克里翁,在圆石之上摇晃不稳;看这位老翁以贪恋的目光投去湿润的醉眼,袍服一直拖曳到脚踝;两只皮鞋之中,他如常醉之人那般遗失了一只,而在另一只鞋中紧紧套着他干瘪的脚。他手中轻晃着引动苦恋的七弦琴,歌唱着令人渴慕的巴图洛斯,或是梅吉斯特乌斯。然而父神狄奥尼索斯啊,守护他吧;因为侍奉巴克科斯的仆从因巴克科斯而跌倒,殊不相称。

​Leonidas ἴδʼ ὡς ὁ πρέσβυς ἐκ μέθας Ἀνακρέων ὑπεσκέλισται, καὶ τὸ λῶπος ἕλκεται ἐσάχρι γυίων τῶν δὲ βλαυτίων τὸ μὲν ὅμως φυλάσσει, θάτερον δʼ ἀπώλεσεν. μελίσδεται δὲ τὰν χέλυν διακρέκων ἤτοι Βάθυλλον, ἢ καλὸν Μεγιστέα. φύλασσε, Βάκχε, τὸν γέροντα, μὴ πέσῃ.

莱奥尼达斯 看那老人阿那克里翁因沉醉而步履蹒跚,将衣袍拖曳至四肢末端;两只便鞋中他好歹还留着一只,另一只却已遗失。他弹拨着七弦琴,吟唱着巴图洛斯,抑或是俊美的梅吉斯特乌斯。巴克科斯啊,照看这位老翁,莫让他跌倒。

​Eugenes τὸν τοῖς μελιχροῖς Ἱμέροισι σύντροφον, Λυαῖʼ, Ἀνακρείοντα Τήιον κύκνον, ἔσφηλας ὑγρῇ νέκταρος μεληδόνι. λοξὸν γὰρ αὐτοῦ βλέμμα, καὶ περὶ σφυροῖς ῥιφθεῖσα λώπευς πέζα, καὶ μονοζυγὲς μέθην ἐλέγχει σάνδαλον χέλυς δʼ ὅμως τὸν εἰς Ἔρωτας ὕμνον ἀθροΐζεται. ἀπτῶτα τήρει τὸν γεραιόν, Εὔιε.

欧革涅斯 解忧神啊,你以琼浆温存的关怀,绊倒了甜美渴望之神的伴侣、忒奥斯的天鹅阿那克里翁。因为他的目光斜视,拖散在脚踝周围的衣袍下摆与仅存一只的凉鞋,皆显露出他的酩酊;然而他的七弦琴仍旧在汇聚献给众爱神的颂歌。呼号神啊,保全这位老人,莫让他倒下。

语法注5 条
  1. 16.295ἀπʼ αἰθέρος ἀλλὰ ἑ Μοῦσαι πέμψαν

    与前句“οὐ γὰρ ἔφυ χθονὸς ἔργον”形成对照。附着代词“ἑ”为第三人称单数宾格代词(相当于αὐτόν),作“πέμψαν”的直接宾语。

  2. 16.299τίνος ἦρα;

    疑问属格“τίνος”后接强调语气小辞“ἦ ῥα”(拼合作“ἦρα”),表示“究竟为何缘故?”。

  3. 16.304τὴν κεκαυμένην

    阴性单数宾格完成时被动分词,省略了名词“πόλιν”,指“被焚毁的城邦”(即特洛伊)。下行中与其形成鲜明对照的“τὰς ἀπορθήτους πόλεις”使此处的省略不言自明。

  4. 16.305τῶν σέο

    与“ὕμνον”构成部分属格,意为“你(那些颂歌)中的一首颂歌”。“σέο”为第二人称单数代词属格的荷马/爱奥尼亚方言形式(相当于σοῦ)。

  5. 16.306ἐκ Βάκχου πίπτειν Βακχιακὸν θέραπα

    介词“ἐκ”表示倒下的原因或由头(“因巴克科斯/酒醉而跌倒”)。名词“θέραπα”为古旧单数宾格形式(相当于θεράποντα),在无人称动词“ἔοικεν”引导的“宾格加不定词”结构中作“πίπτειν”的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.295-16.308