← 希腊诗选

希腊诗选 卷五

§16.267-16.279

名医像与时机神凯罗斯等雕像

赞颂希波克拉底与盖伦等名医的短诗、以问答形式阐释“时机”(凯罗斯)寓意雕像的警句,以及题阿里翁与海豚像、女琴师肖像和墨伽拉发声奇石的铭诗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
267

​Synesius εἰς εἰκόνα Ἱπποκράτους α. ὁππόθεν ὁ στήσας; β. Βυζάντιος. α. οὔνομα δὴ τίς; β. Εὐσέβιος. α. Σὺ δὲ τίς; β. Κώιος Ἱπποκράτης. α. τοῦ δʼ ἕνεκεν γέγραφέν σε; β. λόγων χάριν ἡ πόλις αὐτῷ τῶν ἐς ἐμὲ γραφίδων ἀντιδέδωκε γέρας.1 α. καὶ τί μὴ αὐτὸς ἑὸν τύπον ἔγραφεν; β. ὅττι, γεραίρων ἡμέας ἀνθʼ αὑτοῦ, κρέσσονα δόξαν ἔχει.

西内修斯《题希波克拉底肖像》 问:立像者来自何方?答:拜占庭。问:其名为何?答:欧塞比乌斯。问:那你又是谁?答:科斯岛的希波克拉底。问:他为何为你画像?答:为了答谢他的演说,城邦将为我画像的荣赏赐予了他。问:那他自己为何不画自己的形貌?答:因为他尊崇我们胜过自己,借此获得了更崇高的声名。 无名氏

​Anonymi Epigrammatici ἠὲ τεὴν φωνήν, Ἱππόκρατες, ἔγραφε Παιάν, ἠὲ σὺ τῆς κείνου μάρτυς ἀκεστορίης

希波克拉底啊,究竟是佩翁神记录了你的言语,抑或是你乃他那医术的见证者?

​Anonymi Epigrammatici οὗτος ἀκεστορίης κρυφίας ὤιξε κελεύθους, Παιήων μερόπων, Κώιος Ἱπποκράτης,

无名氏 此人开辟了医术的隐秘路径,乃凡人之佩翁神,科斯岛的希波克拉底。

270

​Magnus εἰς εἰκόνα Γαληνοῦ ἦν χρόνος, ἡνίκα γαῖα βροτοὺς διὰ σεῖο, Γαληνέ, δέχνυτο μὲν θνητούς, ἔτρεφε δʼ ἀθανάτους, χήρευεν δὲ μέλαθρα πολυκλαύτου Ἀχέροντος σῇ παιηονίῃ χειρὶ βιαζόμενα.

马格努斯《题盖伦肖像》 盖伦啊,曾几何时,大地因你的缘故,虽将凡人作为必死之躯接纳,却将他们养成不朽之人;那多悲泣的阿刻戎之府邸,亦因你妙手施救而变得冷落虚空。

​Anonymi Epigrammatici εἰς Σώσανδρον ἱππίατρον ἰητὴρ μερόπων, Ἱππόκρατες, ἀλλὰ καὶ ἵππων, Σώσανδρε, κρυφίης ἴστορʼ ἀκεστορίης, ἢ τέχνην μεταμείψατʼ, ἢ οὔνομα· μηδὲ καλείσθω ἅτερος ἐκ τέχνης, ἧς ἕτερος κρατέει,2

无名氏《题兽医索桑德罗斯》 凡人之医希波克拉底,以及马匹之医索桑德罗斯,你们这两位通晓深奥医术之人,要么互换技艺,要么互换姓名;切莫让一人因另一人所掌管的技艺而被称呼。

​Leontius Minotaurus εἰς εἰκόνα Ἰαμβλίχου ἰατροῦ ὁ γλυκὺς ἐν πάντεσσιν Ἰάμβλιχος, ὃς ποτὶ γῆρας ἤλυθεν ἁγνὸς ἐὼν Κυπριδίων ὀάρων· ἔργα δʼ ἀκεστορίης ἐφέπων, σοφίην τε διδάσκων, κέρδεσιν οὐδʼ ὁσίοις χεῖρας ὑπεστόρεσεν.

莱昂提乌斯·米诺陶洛斯《题医师扬布利科斯肖像》 在一切事上皆温良的扬布利科斯,未沾库普里斯之欢爱而纯洁地步入暮年;他操持医术之业,传授智慧,甚至从未为正当之利伸出双手。

​Crinagoras εἰς εἰκόνα Πραξαγόρου ἰατροῦ αὐτός σοι Φοίβοιο πάις λαθικηδέα τέχνης ἰδμοσύνην, πανάκῃ χεῖρα λιπηνάμενος, Πρηξαγόρη, στέρνοις ἐνεμάξατο. τοιγὰρ ἀνῖαι ὄρνυνται δολιχῶν ὁππόσαι ἐκ πυρετῶν, καὶ ὁπόσα τμηθέντος ἐπὶ χροὸς ἄρκια θεῖναι φάρμακα, πρηείης οἶσθα παρʼ Ἠπιόνης. θνητοῖσιν δʼ εἰ τοῖοι ἐπήρκεον ἰητῆρες, οὐκ ἂν ἐπορθμεύθη νεκροβαρὴς ἄκατος.3

克里纳戈拉斯《题医师普拉克萨哥拉斯肖像》 福玻斯之子亲自用万灵药膏润泽双手,将那令人忘却病痛的医术秘诀揉入你的胸怀,普拉克萨哥拉斯啊。因此,久病之热引发多少痛楚,以及切开皮肉当敷何种良药,你皆从温和的厄庇俄涅处悉心知晓。若凡间常有这等良医相助,载满亡魂的冥舟便绝不至摆渡。

​Anonymi Epigrammatici εἰς Ὀρειβάσιον ἰατρόν ἰητὴρ μέγας οὗτος Ἰουλιανοῦ βασιλῆος, ἄξιος εὐσεβίης δῖος Ὀρειβάσιος. εἶχε γὰρ οἷα μέλισσα σοφὸν νόον, ἄλλοθεν ἄλλα ἰητρῶν προτέρων ἄνθεα δρεψάμενος.

无名氏《题医师奥里巴西乌斯》 这是尤利安皇帝的伟大名医,配享尊崇的神圣奥里巴西乌斯。他犹如蜜蜂般心怀聪睿,自历代名医之中四处采撷群芳之花。

275

​Posidippus εἰς ἄγαλμα τοῦ Καιροῦ α. τίς πόθεν ὁ πλάστης; β. Σικυώνιος. α. οὔνομα δὴ τίς; β. Λύσιππος. α. σὺ δὲ τίς; β. καιρὸς ὁ πανδαμάτωρ. α. τίπτε δʼ ἐπʼ ἄκρα βέβηκας; β. ἀεὶ τροχάω. α. τί δὲ ταρσοὺς ποσσὶν ἔχεις διφυεῖς; β. Ἵπταμʼ ὑπηνέμιος. α. χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν; β. ἀνδράσι δεῖγμα, ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω. α. ἡ δὲ κόμη, τί κατʼ ὄψιν; β. Ὑπαντιάσαντι λαβέσθαι. α. νὴ Δία, τἀξόπιθεν δʼ εἰς τί φαλακρὰ πέλει; β. τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν οὔτις ἔθʼ ἱμείρων δράξεται ἐξόπιθεν.4 α. τοὔνεχʼ ὁ τεχνίτης σε διέπλασεν; β. εἵνεκεν ὑμέων, ξεῖνε· καὶ ἐν προθύροις θῆκε διδασκαλίην.

波塞狄普斯《题时机(凯罗斯)雕像》 问:雕刻者是谁,来自何方?答:西库翁人。问:其名为何?答:吕西普斯。问:那你又是谁?答:降服万物的时机(凯罗斯)。问:为何踮起脚尖?答:我时刻在奔跑。问:为何双足各生一翼?答:我御风而飞。问:右手为何执剃刀?答:向世人昭示,我比一切锋刃更为敏锐。问:额前为何覆发?答:好让迎面相遇者顺手抓住。问:以宙斯之名,后脑为何秃落?答:因我借飞足疾驰而过之后,纵有人渴盼万分,亦再无人能自后将我抓握。问:工匠因何这般塑造你?答:异乡人啊,乃是为了警示你们,并将这教诲置于门廊之中。

​Bianor ἔστησεν Περίανδρος Ἀρίονος εἰκόνα ταύτην, καὶ τὸν ἀπολλυμένῳ σύνδρομα νηξάμενον εἰνάλιον δελφῖνα. λέγει δʼ ἐπʼ Ἀρίονι μῦθος· κτεινόμεθʼ ἀνθρώποις, ἰχθύσι σῳζόμεθα.

比亚诺尔 佩里安德尔立起了阿里翁的这尊肖像,以及那只在濒死之际同他并肩游弋的沧海海豚。关于阿里翁的传说这样说道:“我们见戕于人类,却获救于游鱼。”

​Paulus Silentiarius εἰς εἰκόνα κιθαριστρίδος ἐν Βυζαντίῳ σὸν μὲν κάλλος ἔδειξε μόλις γραφίς· αἴθε δὲ τεύχειν ἔσθενε καὶ λιγυρῶν ἡδὺ μέλος στομάτων, ὥς κεν ἐπʼ ὀφθαλμοῖσι καὶ οὔασιν, ἔκ τε προσώπου, ἔκ τε λυροκτυπίης, ἶσον ἐθελγόμεθα.

保卢斯·西伦提阿利乌斯《题拜占庭女琴师肖像》 画笔勉强绘出了你的绝色美貌;但愿它亦能描摹出你清亮双唇吐露的甜美歌调,好让我们在双目与双耳间,自娇容亦自琴韵中,受到同等的销魂陶醉。

​Paulus Silentiarius εἰς εἰκόνα Μαρίας τῆς κιθαρῳδοῦ πλῆκτρον ἔχει φόρμιγγος, ἔχει καὶ πλῆκτρον ἔρωτος· κρούει δʼ ἀμφοτέροις καὶ φρένα καὶ κιθάρην. τλήμονες, οἷς ἄγναμπτον ἔχει νόον ᾧ δʼ ἐπινεύσει, ἄλλος ὅδʼ Ἀγχίσης, ἄλλος Ἄδωνις ὅδε. εἰ δʼ ἐθέλεις, ὦ ξεῖνε, καὶ ἀμφιβόητον ἀκοῦσαι οὔνομα καὶ πάτρην ἐκ Φαρίης Μαρίη.

保卢斯·西伦提阿利乌斯《题琴歌女伶玛利亚肖像》 她手握福耳明克斯琴的拨子,亦执掌着爱欲的拨子;她以双重之拨叩击着人心与竖琴。对那些遭她冷若冰霜对待之人而言固属不幸;但凡蒙她颔首眷顾之人,看哪,立时化作又一个安喀塞斯、又一个阿多尼斯。异乡人啊,若你欲知晓她那远近闻名的芳名与故土:那便是来自法罗斯岛的玛利亚。

​Anonymi Epigrammatici εἰς Τόν ἐν Μεγάροις κιθαριστὴν λίθον τόν με λίθον μέμνησο τὸν ἠχήεντα, παρέρπων Νισαίην ὅτε γὰρ τύρσιν ἐτειχοδόμει Ἀλκάθοος, τότε Φοῖβος ἐπωμαδὸν ἦρε δομαῖον λᾶα, Λυκωρείην ἐνθέμενος κιθάρην. ἔνθεν ἐγὼ λυραοιδός ὑποκρούσας δέ με λεπτῇ χερμάδι, τοῦ κόμπου μαρτυρίην κόμισαι.

无名氏《题墨伽拉琴师之石》 当你行经尼萨伊亚时,当忆念起我这能发声鸣响的巨石。因昔日阿尔卡托奥斯修筑卫塔城垣之际,福玻斯卸下吕科瑞亚的七弦琴,将基石扛于肩头。自此我便化为歌琴之石;且用一粒小石子轻轻叩击我,便能取走这夸耀之语的明证。

语法注4 条
  1. 16.267λόγων χάριν ἡ πόλις αὐτῷ τῶν ἐς ἐμὲ γραφίδων ἀντιδέδωκε γέρας

    属格短语 τῶν ἐς ἐμὲ γραφίδων 修饰后面的 γέρας(“为我作画的荣赏”),而 λόγων χάριν(“因演说言辞之故”)说明赐赏的缘由。此处 γραφίς(画笔、画作)指绘制希波克拉底肖像的特权。

  2. 16.271ἢ τέχνην μεταμείψατʼ, ἢ οὔνομα· μηδὲ καλείσθω ἅτερος ἐκ τέχνης, ἧς ἕτερος κρατέει

    借由人名构词(Ἱπποκράτης 字面意为“治马者”,实为医人之名医;Σώσανδρος 字面意为“救人者”,实为兽医/马医)与其职业倒错构成的讽刺双关。后半句关系从句 ἧς ἕτερος κρατέει 修饰先行词 τέχνης,关系代词 ἧς 受动词 κρατέω 支配而作属格。

  3. 16.273θνητοῖσιν δʼ εἰ τοῖοι ἐπήρκεον ἰητῆρες, οὐκ ἂν ἐπορθμεύθη νεκροβαρὴς ἄκατος

    非真实条件句(与过去或延续事实相反):条件从句由 εἰ 搭配未完成过去直陈式 ἐπήρκεον,主句由 ἄν 搭配不定过去直陈式 ἐπορθμεύθη 构成,意为“若凡人常有此类良医相救,承载尸身而沉重的冥舟便绝不会被摆渡载运”。

  4. 16.275τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν οὔτις ἔθʼ ἱμείρων δράξεται ἐξόπιθεν

    包含语序倒装(hyperbaton)的长句。核心句骨架为 οὔτις ... δράξεται ἐξόπιθεν(无人能自背后抓住)。开头的分词短语 τὸν ... παραθρέξαντά με 作动词 δράξεται 的直接宾语(宾格),指“借双翼飞足一掠而过的我”;分词 ἱμείρων 与主语 οὔτις 一致,具有让步意味(“纵使如何渴望”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.267-16.279