← 希腊诗选

希腊诗选 卷五

§16.252-16.266

安忒洛斯与潘神及莫玛斯的雕像

本组题辞咏及安忒洛斯、阿耳忒弥斯、赫耳墨斯、守园神普里阿波斯、潘神、普拉克西特列斯的雕像群、马拉松的涅墨西斯、伊西斯、水仙以及刻画入微的讥讽之神莫玛斯像等诸神与雕塑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
252

​Anonymi Epigrammatici κἀγὼ Κύπριδος αἷμα· κασιγνήτῳ με μήτηρ ᾔνεσε τόξα φέρειν ἀντία καὶ πτέρυγας.

无名氏 我也是库普里斯的骨血;母亲吩咐我 佩带弓箭和双翼,去与我的兄弟抗衡。

​Anonymi Epigrammatici εἰς Ἄρτεμιν α. Ἄρτεμι, ποῦ σοι τόξα, παραυχενίη τε φαρέτρη; ποῦ δὲ Λυκαστείων ἐνδρομὶς ἀρβυλίδων, πόρπη τε χρυσοῖο τετυγμένη, ἠδὲ πρὸς ἄκρην ἰγνύην φοῖνιξ πέπλος ἑλισσόμενος; β. κεῖνα μὲν εἰς ἄγρην ὁπλίζομαι· ἐς δὲ θυηλὰς εἶμʼ αὕτως, ἱρῶν ἀντομένη θυέων.

无名氏《题阿耳忒弥斯》 过客:阿耳忒弥斯啊,你的弓何在,项旁的箭袋又在何处? 吕卡斯托斯的轻便猎靴何在? 黄金制成的扣针,以及拂过腘窝的 绯红外袍又在何方? 阿耳忒弥斯:那些是我用于狩猎的装备;至于来到祭坛, 我便如常素身而来,欣纳所献的圣洁祭物。

​Anonymi Epigrammatici εἰς Ἑρμῆν ἱερὸν Ἑρμείῃ με παραστείχοντες ἔχευαν ἄνθρωποι λίθινον σωρὸν ὁ δʼ ἀντʼ ὀλίγης οὐ μεγάλην αὐτοῖς ἔγνων χάριν, ἀλλʼ ὅτι λοιπὰ Αἰγὸς ἐπὶ κρήνην ἑπτὰ λέγω στάδια.

无名氏《题赫耳墨斯》 过客们将我堆成献给赫耳墨斯的 神圣石堆;但我并未因这微薄之礼而对他们感念大恩, 只是告诉他们,距离山羊之泉还余下七斯塔狄昂的路程。

255

​Anonymi Epigrammatici Ὁδῖτα, μὴ πρόσερπε πρὸς τὰ κλήματα μηδʼ αὖ τὰ μῆλα, μηδʼ ὅπῃ τὰ μέσπιλα τηνεῖ δὲ πρὸς τὴν σχοῖνον ἐξαμείβεο, ὡς μή τι θράξῃς τῶνδε, μηδʼ ἀποθρίσῃς, ἃ σὺν πόνῳ φυτουργὸς ἔκτηται Μίδων, ὃς κἀμὲ θῆκεν ἢν δέ μευ παρακλύῃς, γνώσῃ τὸν Ἑρμῆν, ὡς κακοὺς ἀμείβομαι.1

无名氏 行路人,切勿走向葡萄藤, 亦休要靠近苹果,莫去向榅桲所在之处; 而要转向那边生有灯心草的小径, 免得你惊扰其中任何一物,或是将其采摘, 那是耕作者米冬辛勤劳作所获之物, 也是他将我立于此处。但你若忽视我的警告, 你便会领教我赫耳墨斯如何惩治恶人。

​Anonymi Epigrammatici Ὀχθηρὸν τὸν χῶρον ἔχω καὶ ἔρημον, ὁδῖτα· οὐκ ἐγώ, ὁ στάσας δʼ αἴτιος Ἀρχέλοχος. οὐ γὰρ ὀρειοχαρὴς ὡρμᾶς, οὐδʼ ἀκρολοφίτας, τὸ πλεῦν δʼ ἀτραπιτοῖς, ὦνερ, ἀρεσκόμενος. Ἀρχέλοχος δʼ, ὡς αὐτὸς ἐρημοφίλας καὶ ἀγείτων, ὦ παριών, τοῖον κἀμὲ παρῳκίσατο.

无名氏 行路人,我占据了一处陡峭荒僻的土地; 这非我之过,立起我的阿尔克洛科斯才是缘由。 过客啊,因为赫耳墨斯本非喜爱群山,亦非喜爱高耸的山脊, 而是大体偏爱平坦小径。 但阿尔克洛科斯既然自己喜爱荒芜且无邻居, 过客啊,便将我也安顿在如此一处孤处。

​Anonymi Epigrammatici εἰς Διόνυσον ἐκ πυρός, ὦ Διόνυσε, τὸ δεύτερον ἠνίδε χαλκοῦς ἐξεφάνης· γενεὴν εὗρε Μύρων ἑτέρην.

无名氏《题狄俄倪索斯》 狄俄倪索斯啊,看哪,你自烈火中以青铜之身 二度降临;米隆为你找到了另一次诞生。

​Anonymi Epigrammatici εἰς Πᾶνα Δικτύννης τοῖόν με καθʼ ἱερὸν ἔμπυρον ὁ Κρὴς χάλκεον ἔστησεν Πᾶνα τὸν αἰγόνυχα. δέρμα δʼ ἔχω, διπλοῦν τε λαγωβόλον ἐκ δὲ πετραίας σπήλυγγος τείνω βλέμμα διπλοῦν πρὸς ὄρος.

无名氏《题潘神》 克里特人在燃烧着祭火的狄克廷娜圣所中, 将我这羊蹄的青铜潘神塑立成这般模样。 我披着兽皮,持着双叉的打兔棒;自岩石 洞穴中,我向山岳投去双重视线。

​Anonymi Epigrammatici πέτρης ἐκ Παρίης με πόλιν κατὰ Παλλάδος ἄκρην στῆσαν Ἀθηναῖοι Πᾶνα τροπαιοφόρον.

无名氏 雅典人以帕罗斯大理石,在帕拉斯的卫城之巅 将我这带来胜利的潘神塑立。

260

​Anonymi Epigrammatici ἢν λαχάνων σ’ ὁ Πρίηπος ἴδω σχεδὸν ἴχνια θέντα, αὐτῇ γυμνώσω, φώρ, σὲ ποτὶ πρασιῇ. αἰσχρὸν ἔχειν τοῦτʼ ἔργον ἐρεῖς θεὸν οἶδα καὶ αὐτὸς, αἰσχρὸν ἀφιδρύνθην δʼ, ἴσθʼ ὅτι, τοῦδε χάριν.

无名氏 若我普里阿波斯看见你把脚步迈向蔬菜近旁, 小贼啊,我定要在菜畦之上当场扒光你的衣裳。 你会说神祇执掌此职委实可耻;我自己亦知晓 此举可耻;但你当知道,我正是为此而被树立在此。

​Leonidas ἀμφοτέραις παρʼ ὁδοῖσι φύλαξ ἕστηκα Πρίηπος, ἰθυτενὲς μηρῶν ὀρθιάσας ῥόπαλον. εἵσατο γὰρ πιστόν με Θεόκριτος· ἀλλʼ ἀποτηλοῦ φὼρ ἴθι, μὴ κλαύσῃς τὴν φλέβα δεξάμενος.

列奥尼达斯 我普里阿波斯作为守卫伫立在两条路旁, 将两股间直挺的木棒高高昂起。 因忒俄克利托斯将我立为忠诚的守卫;但小贼啊, 且速速远避,莫要尝到这根粗筋而悔哭流泪。

​Anonymi Epigrammatici ὁ τραγόπους, ὁ τὸν ἀσκὸν ἐπηρμένος, αἵ τε γελῶσαι νύμφαι, Πραξιτέλους, ἥ τε καλὴ Δανάη. λύγδινα πάντα, καὶ ἄκρα σοφαὶ χέρες. αὐτὸς ὁ Μῶμος φθέγξεται· ἄκρητος, Ζεῦ πάτερ, ἡ σοφίη.

无名氏 那山羊足者、那背负皮囊者、那含笑的 仙女们,皆出自普拉克西特列斯之手,还有美丽的达那厄。 尽由大理石雕就,技艺精妙绝伦。莫玛斯自己 亦将惊呼: 「天父宙斯啊,这技艺纯粹无瑕!」

​Anonymi Epigrammatici εἰς Νέμεσιν πρίν με λίθον Πέρσαι δεῦρʼ ἤγαγον, ὄφρα τρόπαιον στήσονται νίκας· εἰμὶ δὲ νῦν Νέμεσις. ἀμφοτέροις δʼ ἕστηκα, καὶ Ἑλλήνεσσι τρόπαιον νίκας, καὶ Πέρσαις τοῦ πολέμου νέμεσις.

无名氏《题涅墨西斯》 昔日波斯人将我作为顽石运至于此,本欲树立 胜仗的纪功碑;然而如今我却是涅墨西斯。 我为双方而伫立:对希腊人而言是胜仗的 纪功碑,对波斯人而言则是战争的报应。

​Anonymi Epigrammatici Ἴσιδι καρποτόκῳ, σταχυμήτορι, μυριομόρφῳ, λαϊνέῳ ταλάρῳ, μογερῶν ἀπάνευθεν ἀρότρων, αὐτόματοι στείχουσιν ἑὴν πρὸς μητέρα καρποί.

无名氏 献给孕育果实的伊西斯,麦穗之母,万象之神, 远离繁重的耕犁,果实自愿投入石篮, 自行走向哺育它们的母亲。

​Anonymi Epigrammatici ταῖς Νύμφαις τόδʼ ἄγαλμα· μέλει δʼ αὐταῖσιν ὁ χῶρος. ναὶ μέλοι, ὡς κρήναις ἄφθιτα ἄφθιτα ῥεῖθρα.

无名氏 这是献给水仙们的雕像;她们眷顾着这片土地。 但愿她们常加眷顾,宛若清泉常流不绝。

265

​Anonymi Epigrammatici εἰς τὸν Μῶμον τίς τὸν ἐπʼ ἐσθλοῖσιν παμπενθέα καὶ τρισάλαστον Μῶμον ἀμωμήτοις χερσὶν ἀνεπλάσατο; ὡς ὁ γέρων ἐπὶ γᾶς βεβλημένος, οἷά τις ἔμπνους ἀμπαύει λύπας, γυῖα βαρυνόμενος. μανύει δίστοιχος ὀλέθριος ὄγμος ὀδόντων, πριομένων ἐπὶ τὰς τῶν πέλας εὐτυχίας, καὶ τὸ κατεσκληκὸς σκήνους βάρος· ᾇ μὲν ἐρείδει ψιλὸν γηραιᾷ χειρὶ βαλὼν κρόταφον, ᾇ δὲ2 σεσηρὼς βάκτρον ἀποστηρίζεται ἐς γᾶν, κωφὰ πρὸς ἄψυχον πέτρον ἀπεχθόμενος.

无名氏《题莫玛斯》 是谁用那无可挑剔的双手,雕塑出这位 对一切善事满怀悲痛、万劫不复的莫玛斯? 看这老人仆倒在地上,仿佛真有呼吸一般, 拖着沉重的四肢,在痛苦中稍作喘息。 那排列成双行的凶险牙齿昭示着一切, 正因邻人的福运而咬牙切齿; 他那干瘪枯瘦的身躯亦然:他将年老的手靠上, 一面托着光秃的鬓角, 另一面则带着冷笑把拐杖支在地上, 徒然向那无生命的顽石宣泄怨恨。

​Anonymi Epigrammatici εἰς τὸν αὐτόν Τάκεο δυστάνων ὀνύχων ἄπο παμφάγε Μῶμε, τάκεο σὺ πρίων ἰοβόλους γένυας. νεῦρά σε μανύει τετανυσμένα, καὶ φλέβες ἄρθρων, καὶ κενεὰ σαρκῶν ψυχολιπὴς δύναμις, καὶ ῥικνοῖς φρίσσουσα περὶ κροτάφοισιν ἔθειρα. ὥστε τίς ἔμψυχὸν σ’ ἀνδρὸς σίνιν ἄνυσε τέχνᾳ, οὐδὲ τόπον δήκτᾳ σεῖο λιπὼν στόματι;

无名氏《题同前》 从你那可悲的指甲开始消融吧,贪婪吞噬一切的莫玛斯, 咬紧你那喷射毒汁的双颚,消融殆尽吧。 你紧绷的筋肉、关节的血管、 毫无血肉如失魂魄的气力, 以及在干瘪鬓角周遭颤抖的毛发,无不将你暴露无遗。 究竟是谁以高超的技艺,将你塑造成残害人类的活生生祸害, 甚至不给你那善噬的嘴留出任何咬啮之地?

语法注2 条
  1. 16.255γνώσῃ τὸν Ἑρμῆν, ὡς κακοὺς ἀμείβομαι

    前置先取句式(prolepsis),从句中本应充当主语的 τὸν Ἑρμῆν 被提前至主句作为主动词 γνώσῃ 的直接宾语。语义等同于「你将知晓我赫耳墨斯如何报复恶人」。

  2. 16.265ᾇ μὲν ... ᾇ δὲ

    关系代词阴性与格的呼应结构,作副词性用法,意为「一方面/一只手……另一方面/另一只手……」,省略了如 χειρί(手)或 μερίδι(侧、方)之类的词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.252-16.266