← 希腊诗选

希腊诗选 卷五

§16.238-16.251

普里阿波斯、萨堤洛斯雕像与受惩的厄洛斯

本组题咏先绘普里阿波斯守卫田园与无花果干时的威吓及淫谑要求,继而题咏以石雕、青铜、镶嵌画及银雕表现的萨堤洛斯像,岸边的阿芙洛狄忒木雕像,以及折断雷霆、反遭涅墨西斯惩戒的厄洛斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
238

​Pseudo-Lucianus εἰς τὸ κενόν με τέθεικε, νόμου χάριν, ὧδε Πρίηπον Εὐτυχίδης, ξηρῶν κληματίδων φύλακα· καὶ περιβέβλημαι κρημνὸν βαθύν. ὃς δʼ ἂν ἐπέλθῃ, οὐδὲν ἔχει κλέψαι πλὴν ἐμὲ τὸν φύλακα.

伪琉善 欧堤喀得斯白白地、纯粹为了成规,将我普里阿波斯 立于此处,作为枯枝的看守; 我周遭环绕着陡峭的悬崖。即便有人前来, 除了我这名看守之外,别无他物可偷。

​Apollonides ἄνθετʼ Ἀναξαγόρης με, τὸν οὐκ ἐπὶ ποσσὶ Πρίηπον, ἐν χθονὶ δʼ ἀμφοτέρῳ γούνατι κεκλιμένον· τεῦξε δὲ Φυλόμαχος. Χαριτὼ δέ μοι ἀγχόθι καλὴν ἀθρήσας, δίζευ μηκέτι πῶς ἔπεσον.

阿波罗尼得斯 阿那克萨哥拉将我献祭,我并非双足直立的普里阿波斯, 而是双膝跪伏于地上; 费洛马科斯塑造了我。当你凝视过近旁美丽的卡里托, 便无需再追问我是如何跌倒的了。

240

​Philippus α. ὡραίας γʼ ἐσορῶ τὰς ἰσχάδας· εἴ γε λαβεῖν μοι συγχωρεῖς ὀλίγας. β. θίγγανε μηδεμιᾶς. α. ὀργίλος ὡς ὁ Πρίηπος. β. † ἐρεῖς ἔτι καὶ κενὸς ἥξεις. α. ναὶ λίτομαι. β. δός μοι· καὶ γὰρ ἐγὼ δέομαι. α. χρῄζεις γάρ, λέγε μοι, παρʼ ἐμοῦ τινος; β. ἔστι νόμος που· δὸς λάβε. α. καὶ θεὸς ὢν ἀργυρίου σὺ β. ἄλλο τι χρῆμα φιλῶ. α. ποῖον τόδε; β. τἀμὰ κατέσθων σῦκα, δὸς εὐθύμως ἰσχάδα τὴν ὀπίσω.1

腓力 过客:我看到这些无花果干熟得正好;倘若你允许我 摘下几枚。 普里阿波斯:一枚也不许碰。 过客:普里阿波斯何其易怒! 普里阿波斯:你且继续说吧,终究会空手而归。 过客:求你了,万望通融。 普里阿波斯:给我吧;因为我亦有所求。 过客:莫非你向我索取什么?请告诉我。 普里阿波斯:向来有这规矩:有取有舍。 过客:堂堂神祇,难道你要的是钱财……? 普里阿波斯:我所喜爱的是另一桩事物。 过客:那是什么? 普里阿波斯:若你吞吃我的无花果,便须欣然献出你身后的无花果干。

​Marcus Argentarius Ὥριμος. Οἶδα καὶ αὐτός, ὁδοιπόρε. μηκέτʼ ἐπαίνει ἰσχάδα, μηδʼ ἐσόρα τὸν πέλας ἀκρέμονα· καὶ λίην ὁ Πρίηπος ἐφίσταμαι ὀξὺ δεδορκὼς, καὶ φυλακὴν σύκων ἣν ἐπέοικεν ἔχων. ἢν δὲ μόνον σὺ θίγῃς τῆς ἰσχάδος, ἰσχάδα δώσεις· ὡς ἰσότης πάντων ἐστὶ δικαιοτάτη.

马尔库斯·阿尔根塔里俄斯 过客:「熟透了。」 普里阿波斯:行路人,我自己也心知肚明。休要再称赞 这无花果干,亦休要凝视近旁的枝桠; 我普里阿波斯在此以极敏锐的目光警惕巡视, 对无花果严加守护,正合神职。 只要你碰了这无花果干,你就得交出你的无花果干; 因为在万事之中,均平才是最公道的。

​Erycius εἰς τὸν αὐτόν ὡς βαρὺ τοῦτο, Πρίηπε, καὶ εὖ τετυλωμένον ὅπλον πᾶν ἀπὸ βουβώνων ἀθρόον ἐκκέχυκας εἰς γάμον οὐκ ἀνέτοιμον ἔχει δέ σε δίψα γυναικῶν, ὦ ʼγαθέ, καὶ σπαργᾷς θυμὸν ἅπαντα πόθοις. ἀλλὰ καταπρήϋνε τὸν ἐξῳδηκότα φαλλὸν τόνδε, καὶ ἀνθηρῇ κρύψον ὑπὸ χλαμύδι· οὐ γὰρ ἐρημαῖον ναίεις ὄρος, ἀλλὰ παρʼ Ἕλλης ᾐόνα τὴν ἱερὴν Λάμψακον ἀμφιπολεῖς.

厄律基俄斯《题同前之神》 普里阿波斯啊,何其沉重、何其厚茧累累的武器, 你自双股之间倾泻而出,浑然一体, 对交合严阵以待!对女人的渴求攫住了你, 尊神啊,你通身的心神皆因情欲而膨胀欲裂。 快平息这肿胀的阳具吧, 将其掩藏在绚丽的披风之下; 因为你并非栖息于荒凉的山野,而是在赫勒的 海滨守护着神圣的拉姆普萨库斯。

​Antistius Ἀγροφύλαξ ἕστηκα πολυκτεάνοις ἐν ἀρούραις, Φρίκωνος καλύβην καὶ φυτὰ ῥυόμενος, τοῦτο λέγων πρὸς ἕκαστον· ἐπὴν γελάσῃς ἐσιδών με τοῦ σκεύους,2 χώρει τὴν κατὰ σαυτὸν ὁδόν. ἢν δὲ παρεκβήῃς ἐς ἃ μὴ θέμις, οὔτι σ’ ὀνήσει ἡ λάχνη· τρυπᾷν πάντας ἐπιστάμεθα.

安提斯提俄斯 我作为田野守护者伫立在丰饶的沃野中, 守卫着弗里孔的草庐与作物, 并向每一位过客宣告:「当你看见我的这具器物 而发笑时,便走你自己的路去吧。 但若你逾矩妄图不轨,哪怕浑身长毛 也无济于事:我们深知如何将所有人贯穿。」

​Agathias Scholasticus εἰς εἰκόνα Σατύρου πρὸς τῇ ἀκοῇ τὸν αὐλὸν ἔχοντος καὶ ὥσπερ ἀκροωμένου αὐτομάτως, σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει; ἢ τί παρακλίνας οὖας ἄγεις καλάμῳ; ὃς δὲ γελῶν σίγησεν· ἴσως δʼ ἂν φθέγξατο μῦθον, ἀλλʼ ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι. οὐ γὰρ κηρὸς ἔρυκεν·3 ἑκὼν δʼ ἠσπάζετο σιγήν, θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίῃ.

阿加提阿斯·斯克拉提库斯《题萨堤洛斯侧耳听笛之画》 小萨堤洛斯啊,你的芦笛是自行发出了声响? 还是因何缘故侧耳倾听那笛管? 他含笑不语;或许他本欲开口说话, 却被极乐之境的忘怀所掳获。 并非封蜡阻住了他;是他甘愿拥抱沉静, 将整颗心神倾注于弄笛的陶醉之中。

245

​Leontius Minotaurus τὸν Σάτυρον Διόνυσος ἰδὼν τόσον ἄλγος ἔχοντα, καί μιν ἐποικτείρας, θήκατο λαΐνεον. ἀλλʼ οὐδʼ ὣς ἀπέληξε βαρυτλήτων ὀδυνάων εἰσέτι γὰρ μογέει, καὶ λίθος ὢν, ὁ τάλας.

莱昂提俄斯·米诺陶洛斯 狄俄倪索斯见萨堤洛斯承受如此剧烈的苦痛, 心生怜悯,便将他化作了石身。 然而即便如此,他亦未能脱离难以忍受的痛苦; 因为这可怜的人,纵然化为顽石,依然在受尽折磨。

​Anonymi Epigrammatici ἢ Σάτυρος τὸν χαλκὸν ὑπέδραμεν, ἢ διὰ τέχνης χαλκὸς ἀναγκασθεὶς ἀμφεχύθη Σατύρῳ.

无名氏 究竟是萨堤洛斯潜入了青铜之中, 还是青铜在技艺逼迫下倾注裹覆了萨堤洛斯?

​Neilus εἰς εἰκόνα Σατύρου ἀπὸ ψηφῖδος ἐν Ἀντιοχείᾳ α. πάντες μὲν Σάτυροι φιλοκέρτομοι· εἰπὲ δὲ καὶ σύ, τί πρὸς ἕκαστον ὁρῶν τόνδε γέλωτα χέεις; β. θάμβος ἔχων γελόω, πῶς, ἐκ λίθου ἄλλοθεν ἄλλης συμφερτός, γενόμην ἐξαπίνης Σάτυρος.

奈卢斯《题安条克镶嵌画之萨堤洛斯》 过客:凡萨堤洛斯皆喜好嘲弄;你说说看, 你凝视着众人,究竟因何倾泻此等欢笑? 萨堤洛斯:我因惊奇而发笑,想不通自己如何从东一块西一块 聚拢拼合的彩石中,蓦地化作了萨堤洛斯。

​Plato τὸν Σάτυρον Διόδωρος ἐκοίμισεν, οὐκ ἐτόρευσεν. ἢν νύξῃς, ἐγερεῖς· ἄργυρος ὕπνον ἔχει.

柏拉图 狄奥多洛斯并非雕刻了这尊萨堤洛斯,而是令他睡去。 若你戳刺他,便会惊醒他;这银质中蕴藏着睡眠。

​Anonymi Epigrammatici δερκόμενος ξόανον καλὸν τόδε, τὰν Ἀφροδίταν, ὤνθρωφʼ, ἱλάσκευ, πλατίον ἑζόμενος· αἴνει δὲ Γλυκέραν Διονυσίου, ἅ μʼ ἀνέθηκε πορφυρέας ἁπαλὸν κῦμα παρʼ ἠιόνος.

无名氏 世人啊,瞻仰这尊优美的阿芙洛狄忒木雕像, 在近旁坐下,向她虔诚祈求吧; 并赞美狄奥尼修斯的女儿格吕克拉,正是她将我 树立在紫色海岸的柔美波涛之畔。

250

​Anonymi Epigrammatici εἰς Ἔρωτα ὁ πτανὸς τὸν πτανὸν ἴδʼ ὡς ἄγνυσι κεραυνόν, δεικνὺς ὡς κρεῖσσον πῦρ πυρός ἐστιν, Ἔρως.

无名氏《题厄洛斯》 看那展翅的厄洛斯如何折断那生翼的雷霆, 昭示着厄洛斯乃是胜过火焰的烈火。

​Anonymi Epigrammatici Πτανῷ πτανὸν Ἔρωτα τίς ἀντίον ἔπλασ’ Ἔρωτι; ἁ Νέμεσις, τόξῳ τόξον ἀμυνομένα, ὥς κε πάθῃ τὰ γʼ ἔρεξεν4 ὁ δὲ θρασύς, ὁ πρὶν ἀταρβὴς, δακρύει, πικρῶν γευσάμενος βελέων, ἐς δὲ βαθὺν τρὶς κόλπον ἀπέπτυσεν. ἆ μέγα θαῦμα· φλέξει τις πυρὶ πῦρ· ἥψατʼ Ἔρωτος Ἔρως.

无名氏 是谁塑造了展翅的厄洛斯来抗衡展翅的厄洛斯? 是涅墨西斯,以弓抵挡弓箭, 好让他亲尝自己昔日所作之苦。那曾经无所畏惧的狂妄之徒, 尝到了苦涩的箭簇,终于垂泪痛哭, 并向深邃的衣襟前连吐三次唾沫。啊,真乃大奇迹: 有人竟能以火燃火;厄洛斯燃灼了厄洛斯。

语法注4 条
  1. 16.240ἰσχάδα τὴν ὀπίσω

    此处利用了ἰσχάς(无花果干)的隐语双关,在俗语中它可指代臀部或肛门。针对行路人偷食其果实(σῦκα)的行为,普里阿波斯要求以同性性侵犯作为盗窃的惩罚性代价。

  2. 16.243τοῦ σκεύους

    表示原因的属格,修饰动词短语 ἐπὴν γελάσῃς(当你发笑之时),意为「因我的器械(即巨大的阳具)而发笑」。σκεῦος(器具)在此为男根的委婉谑称。

  3. 16.244οὐ γὰρ κηρὸς ἔρυκεν

    指蜡画(encaustic)技法中所用的封蜡颜料。诗人俏皮地指出,并非绘画材质的蜡封住了萨堤洛斯的嘴使他无法言语,而是他为音乐的极乐所陶醉,自愿保持静默。

  4. 16.251ὥς κε πάθῃ τὰ γʼ ἔρεξεν

    由 ὥς κε(相当于 ἵνα ἄν)引导接虚拟式不定过去时 πάθῃ 的目的从句,意为「为了让他亲尝自己昔日所为之事」,表达了同态复仇的对等法则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.238-16.251