← 希腊诗选

希腊诗选 卷五

§16.196-16.206

被束缚的厄洛斯与普拉克西特列斯的雕像

本组十一首短诗分别吟咏了被束缚受罚的厄洛斯、化身农夫耕作的厄洛斯、头戴智慧美德花冠的属天厄洛斯,以及普拉克西特列斯创作并赠予名妓芙丽涅的厄洛斯雕像。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
196

​Alcaeus εἰς τὸ αὐτό τίς σε τὸν οὐχ ὁσίως ἠγρευμένον ὧδε πεδήσας θήκατο; τίς πλέγδην σὰς ἐνέδησε χέρας, καὶ πιναρὰν ὄψιν τεκτήνατο; ποῦ θοὰ τόξα, νήπιε; ποῦ πικρὴ πυρφόρος ἰοδόκη; ἦ ῥα μάτην ἐπόνησε λιθοξόος, ὅς σε, τὸν οἴστρῳ κυμήναντα θεούς, τῇδʼ ἐνέδησε πάγῃ.

阿尔凯奥斯《题同前》 谁将你这不义受捕者这般捆绑 弃置?谁将你的双手交叉反缚, 造就了这般狼狈的模样?敏捷的弓何在, 愚顽的孩子?那盛满苦楚、吞吐火焰的箭筒何在? 石匠确乎徒劳劳作了,他竟将你这以狂热之螫刺 掀动众神的家伙,囚禁在此处的罗网。

​Antipater εἰς τὸ αὐτό τίς δὴ σὰς παλάμας πρὸς κίονα δῆσεν ἀφύκτοις ἅμμασι; τίς πυρὶ πῦρ, καὶ δόλον εἷλε δόλῳ; νήπιε, μὴ δὴ δάκρυ κατὰ γλυκεροῖο προσώπου βάλλε· σὺ γὰρ τέρπῃ δάκρυσιν ἠιθέων.

安提帕特《题同前》 究竟是谁用难解之结将你的双手缚在柱上? 是谁以火克火,以谋略 克谋略? 愚顽的孩子,切莫让泪水自甜美的面庞 滚落;因为你向来正以青年男女的泪水为乐。

​Quintus Maecius εἰς τὸ αὐτό κλαῖε δυσεκφύκτως σφιγχθεὶς χέρας,1 ἄκριτε δαῖμον, κλαῖε μάλα, στάζων ψυχοτακῆ δάκρυα, σωφροσύνας ὑβριστά, φρενοκλόπε, λῃστὰ λογισμοῦ, πτανὸν πῦρ, ψυχᾶς τραῦμʼ ἀόρατον, Ἔρως. θνατοῖς μὲν λύσις ἐστὶ γόων ὁ σός, ἄκριτε, δεσμός· ᾧ σφιγχθεὶς κωφοῖς πέμπε λιτὰς ἀνέμοις. ὃν δὲ βροτοῖς ἀφύλακτος ἐνέφλεγες ἐν φρεσὶ πυρσόν, ἄθρει νῦν ὑπὸ σῶν σβεννύμενον δακρύων.

昆图斯·梅基乌斯《题同前》 哭吧,双手被紧紧缚住难逃束缚的妄为之神, 尽情哭吧,任凭融化心灵的泪水滴落, 你这傲慢践踏节制者,偷心之徒,理性的劫掠者, 飞翔的烈火,心灵看不见的创伤,厄洛斯。 妄为者啊,凡人因你的受缚而得以摆脱哀伤; 被绳索紧勒的你,向充耳不闻的虚风倾吐祈求吧。 你曾漫不经心地在凡人胸中点燃的那柄火炬, 如今且看它正在你自己的泪水中熄灭。

​Crinagoras εἰς τὸ αὐτό καὶ κλαῖε καὶ στέναζε, συσφιγχθεὶς χεροῖν τένοντας, ὦ ʼπίβουλε· τοῖά τοι πρέπει. οὐκ ἔσθʼ ὁ λύσων μὴ λεείνʼ ὑπόβλεπε. αὐτὸς γὰρ ἄλλων ἐκ μὲν ὀμμάτων δάκρυ ἔθλιψας, ἐν δὲ πικρὰ καρδίᾳ βέλη πήξας ἀφύκτων ἰὸν ἔσταξας πόθων, ἔρως· τὰ θνητῶν δʼ ἐστί σοι γέλως ἄχη πέπονθας οἷʼ ἔρεξας. ἐσθλὸν ἡ δίκη.

克里纳戈拉斯《题同前》 哭泣并呻吟吧,被紧紧缚住双手肌腱的 阴谋者;这样的下场正适合你。 没有谁会来解救你,莫要可怜兮兮地向上看。 因为你曾亲自从别人的眼中 榨出泪水,在他们的心底刺入苦涩的利箭, 滴注下无可逃避的欲望之毒, 厄洛斯;凡人的痛苦对你而言不过是笑柄。 你所做的一切,如今照样承受。正义乃是善美之物。

200

​Moschus εἰς Ἔρωτα ἀροτριῶντα λαμπάδα θεὶς καὶ τόξα, βοηλάτιν εἵλετο ῥάβδον οὖλος Ἔρως, πήρην δʼ εἶχε κατωμαδίην καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον. εἶπε δʼ ἄνω βλέψας αὐτῷ Διί· “πλῆσον ἀρούρας, μή σε τὸν Εὐρώπης βοῦν ὑπʼ ἄροτρα βάλω.”2

莫斯库斯《题耕作的厄洛斯》 狡黠的厄洛斯放下了火炬与弓箭,拿起了赶牛的 短棒,肩上背着皮囊, 将耐劳的公牛之颈套在轭下, 在得奥产小麦的垄沟中播下种籽。 他抬头望着宙斯本人说道:“让田地长满庄稼吧, 免得我把作为欧罗巴之牛的你也套上犁铧。”

​Marianus εἰς Ἔρωτα ἐστεφανωμένον ποῦ σοι τόξον ἐκεῖνο παλίντονον, οἳ τʼ ἀπὸ σεῖο πηγνύμενοι μεσάτην ἐς κραδίην δόνακες; ποῦ πτερά; ποῦ λαμπὰς πολυώδυνος; ἐς τί δὲ τρισσὰ στέμματα χερσὶν ἔχεις, κρατὶ δʼ ἐπʼ ἄλλο φέρεις; — “οὐκ ἀπὸ πανδήμου, ξένε, Κύπριδος, οὐδʼ ἀπὸ γαίης εἰμί, καὶ ὑλαίης ἔκγονος εὐφροσύνης· ἀλλʼ ἐγὼ ἐς καθαρὴν μερόπων φρένα πυρσὸν ἀνάπτω εὐμαθίης, ψυχὴν δʼ οὐρανὸν εἰσανάγω. ἐκ δʼ ἀρετῶν στεφάνους πισύρων πλέκω· ὧν ἀφʼ ἑκάστης τούσδε φέρων, πρώτῳ τῷ σοφίης στέφομαι.”

马利亚努斯《题受冠的厄洛斯》 你那张反曲的强弓何在?那从你手中射出、 直刺心房正中的箭镞何在? 羽翼何在?那带来万般苦痛的火炬何在?为何你手中拿着三具 花冠,头上又戴着另一具?—— “异乡人,我并非源自凡俗的阿佛洛狄忒,也不属于大地, 更非物质享乐的后嗣; 我是将敏慧好学的火炬,点燃在凡人纯洁的心灵之中, 并将灵魂引向苍穹。 我从四种美德中编结花冠;手持自每种美德而来的这些花冠, 我头上所戴的,乃是首要的智慧之冠。”

​Anonymi Epigrammatici εἰς τὸ αὐτό μή με τὸν ἐκ Λιβάνοιο λέγε, ξένε, τὸν φιλοκώμων τερπόμενον νυχίοις ἠιθέων ὀάροις· βαιὸς ἐγὼ Νύμφης ἄπο γείτονος ἀγροϊώτης, μοῦνον ἐποτρύνων ἔργα φυτοσκαφίης. ἔνθεν ἀπʼ εὐκάρπου με φίλης ἔστεψαν ἀλωῆς τέσσαρες Ὡράων ἐκ πισύρων στέφανοι.

无名氏《题同前》 异乡人,切莫说我是来自黎巴嫩的那位,乐于倾听 纵乐青年夜间幽会私语的爱神; 我只是生自邻近水仙的微末乡野之神, 唯独督促掘土栽植的农事。 因此,从我所钟爱且果实丰硕的果园中,四时的四位女神 赠予我四具花冠戴在头上。

​Julianus εἰς τὸν Πραξιτέλους Ἔρωτα κλίνας αὐχένα γαῦρον ὑφʼ ἡμετέροισι πεδίλοις, χερσί με ληϊδίαις ἔπλασε Πραξιτέλης. αὐτὸν γὰρ τὸν Ἔρωτα τὸν ἔνδοθι κευθόμενόν με χαλκεύσας, Φρύνῃ δῶκε γέρας φιλίης· ἡ δέ μιν αὖθις Ἔρωτι προσήγαγε· καὶ γὰρ ἐρῶντας δῶρον Ἔρωτι φέρειν αὐτὸν Ἔρωτα θέμις.

尤利安努斯《题普拉克西特列斯的厄洛斯像》 普拉克西特列斯将他高傲的头颅俯屈于我们的足下, 以俘虏之双手塑造了我。 因为他将深藏于自己内心的厄洛斯本身 铸成青铜,赠予芙丽涅作为爱情的酬劳; 而她又将它献回给厄洛斯;因为相爱之人 将厄洛斯本身作为礼物献给厄洛斯,本是合宜之礼。

​Simonides εἰς τὸ αὐτό Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωτα ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης, Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ.3 φίλτρα δὲ τίκτω οὐκέτι τοξεύων, ἀλλʼ ἀτενιζόμενος.

西莫尼得斯《题同前》 普拉克西特列斯从自己心中汲取原型, 精准地塑造了他所遭受的厄洛斯, 将我作为获取我的报酬赠给了芙丽涅。而我激起情愫, 不再是通过弯弓射箭,而是通过供人凝视。

205

​Tullius Geminus εἰς τὸ αὐτό ἀντί μʼ ἔρωτος Ἔρωτα βροτῷ θεὸν ὤπασε Φρύνῃ Πραξιτέλης, μισθὸν καὶ θεὸν εὑρόμενος. ἡ δʼ οὐκ ἠρνήθη τὸν τέκτονα· δεῖσε γάρ οἱ φρήν, μὴ θεὸς ἀντὶ τέχνης σύμμαχα τόξα λάβῃ. ταρβεῖ δʼ οὐκέτι που τὸν Κύπριδος, ἀλλὰ τὸν ἐκ σοῦ,4 Πραξίτελες, τέχνην μητέρʼ ἐπισταμένη.

图利乌斯·格米努斯《题同前》 普拉克西特列斯以我这爱神代替爱情,将神祇赠予了凡人芙丽涅, 他自己既赢得了报酬,又寻得了神。 她并未拒绝这位匠人;因为她的心底畏惧, 唯恐神祇会抛弃技艺,反取强弓作为盟友。 她想必已不再惧怕阿佛洛狄忒之子,而是惧怕自你而出的那一位, 普拉克西特列斯啊,因为她深知‘艺术’乃是他的母亲。

​Leonidas εἰς τὸ αὐτό Θεσπιέες τὸν Ἔρωτα μόνον θεὸν ἐκ Κυθερείης ἅζοντʼ, οὐχ ἑτέρου γραπτὸν ἀπʼ ἀρχετύπου, ἀλλʼ ὃν Πραξιτέλης ἔγνω θεόν· ὃν περὶ Φρύνῃ δερκόμενος, σφετέρων λύτρον ἔδωκε πόθων

列奥尼达斯《题同前》 忒斯庇埃人将厄洛斯敬奉为源自库忒瑞亚的唯一神祇, 他并非摹绘自别的原型, 而是普拉克西特列斯所认知的神;雕塑家在芙丽涅身旁 注视着他,将其作为自身渴念的赎金而奉献出来。

语法注4 条
  1. 16.198σφιγχθεὶς χέρας

    配合被动分词 σφιγχθείς 的 χέρας 为关系宾格(或受累部位宾格),意为“双手被紧缚”。这与下文克里纳戈拉斯诗中的 συσφιγχθεὶς χεροῖν τένοντας(宾格 τένοντας 配与格 χεροῖν)在构词法与句法上相互呼应。

  2. 16.200μή σε τὸν Εὐρώπης βοῦν ὑπʼ ἄροτρα βάλω

    由 μή 搭配不定过去时虚拟式 βάλω 构成的独立警示/威吓句(“免得我将你……套上”)。宾格短语 τὸν Εὐρώπης βοῦν(欧罗巴的公牛)作第二人称代词宾语 σε 的同位语,戏谑地指涉宙斯为了掳走欧罗巴而化身为公牛的神话。

  3. 16.204Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ

    双重宾格结构,雕像本身作为第一人称叙述者:ἐμέ(我)是分词 διδοὺς 的直接宾语,μισθὸν ἐμεῖο(作为我自身的报酬/代价)作谓语性宾格,与格 Φρύνῃ 为间接宾语,意为“将我作为获取我的酬劳赠给芙丽涅”。

  4. 16.205ταρβεῖ δʼ οὐκέτι που τὸν Κύπριδος, ἀλλὰ τὸν ἐκ σοῦ

    由冠词加属格及介词短语构成的对比结构:τὸν Κύπριδος 省略了 υἱός,指“塞浦路斯女神(阿佛洛狄忒)之子(原初的爱神)”;τὸν ἐκ σοῦ 指“由你(普拉克西特列斯)所生出的那一个(即雕像爱神)”。后文的分词短语 τέχνην μητέρʼ ἐπισταμένη(深知‘技艺’是其母亲)则紧承并解释了这一对比的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.196-16.206