← 希腊诗选

希腊诗选 卷五

§16.181-16.195

阿佩利斯的阿佛洛狄忒与诸神雕像

本组题咏包含阿佩利斯所绘自海中升起的阿佛洛狄忒画作、与雅典娜及赫拉克勒斯相提并论的狄奥尼索斯像、置于竞技场及田野的各色赫尔墨斯像,以及被束缚的厄洛斯雕像等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
181

​Julianus εἰς τὸ αὐτό ἄρτι θαλασσαίης Παφίη προὔκυψε λοχείης, μαῖαν Ἀπελλείην εὑραμένη παλάμην1 ἀλλὰ τάχος γραφίδων ἀποχάζεο, μή σε διήνῃ ἀφρὸς ἀποστάζων θλιβομένων πλοκάμων. εἰ τοίη ποτὲ Κύπρις ἐγυμνώθη διὰ μῆλον, τὴν Τροίην ἀδίκως Παλλὰς ἐληίσατο.

尤利安,题同一画作 帕福斯女神刚从海中分娩中现身,得到了阿佩利斯的妙手作为接生婆。但快快退离那画作,免得从拧紧的发卷上滴落的泡沫沾湿了你。若当初塞浦路斯女神为争夺苹果而赤裸时便是这般模样,帕拉斯洗劫特洛伊委实有失公允。

​Leonidas εἰς τὸ αὐτό τὰν ἐκφυγοῦσαν ματρὸς ἐκ κόλπων, ἔτι ἀφρῷ τε μορμύρουσαν, εὐλεχῆ Κύπριν ἰδὼν Ἀπελλῆς, κάλλος ἱμερώτατον, οὐ γραπτόν, ἀλλʼ ἔμψυχον ἐξεμάξατο. εὖ μὲν γὰρ ἄκραις χερσὶν ἐκθλίβει κόμαν, εὖ δʼ ὀμμάτων γαληνὸς ἐκλάμπει πόθος, καὶ μαζός, ἀκμῆς ἄγγελος,2 κυδωνιᾷ· αὐτὰ δʼ Ἀθάνα καὶ Διὸς συνευνέτις φάσουσιν ὦ Ζεῦ, λειπόμεσθα τῇ κρίσει.

列奥尼达,题同一画作 阿佩利斯得见刚脱离母亲怀抱、周身犹带泡沫翻腾的美榻之神塞浦路斯女神,这般令人神往的绝美,并非仅以彩墨绘就,而是赋其以鲜活的生灵。因她正以指尖巧妙地挤去发间的水渍,静穆的渴慕之光从双眸中绝妙地迸发,而那预示青春年华的双乳丰满如木瓜;雅典娜自身与宙斯的元配亦将说道:“宙斯啊,我们在审判中败北了。”

​Anonymi Epigrammatici εἰς ἄγαλμα Διονύσου πλησίον Ἀθηνᾶς ἑστός α. εἰπέ, τί σοὶ ξυνὸν καὶ Παλλάδι; τῇ γὰρ ἄκοντες καὶ πόλεμοι, πέρι σοὶ δʼ εὔαδον εἰλαπίναι. β. μὴ προπετῶς, ὦ ξεῖνε, θεῶν πέρι τοῖα μετάλλα· ἴσθι δʼ ὅσοις ἴκελος δαίμονι τῇδε πέλω. καὶ γὰρ ἐμοὶ πολέμων φίλιον κλέος· οἶδεν ἅπας μοι ἠῴου δμηθεὶς Ἰνδὸς ἀπʼ Ὠκεανοῦ,3 καὶ μερόπων δὲ φυὴν ἐγερήραμεν, ἡ μὲν ἐλαίῃ, αὐτὰρ ἐγὼ γλυκεροῖς βότρυσιν ἡμερίδος. καὶ μὴν οὐδʼ ἐπʼ ἐμοὶ μήτηρ ὠδῖνας ὑπέτλη· λῦσα δʼ ἐγὼ μηρὸν πάτριον, ἡ δὲ κάρη.

佚名诗人,题立于雅典娜身旁的狄奥尼索斯雕像 客:说罢,你与帕拉斯有何相干?投枪与战争为她所喜,而你却唯独钟情于宴饮。 神:异乡人,切莫妄自探究神明的这些事;须知我在诸多方面皆与这位神灵相仿。战争的荣耀于我亦是亲切的:东部大洋被征服的全体印度人皆知晓我的力量;我们亦使凡人的族类获得荣光,她以橄榄树,而我则以甘美的家培葡萄串。况且,我诞生之时母亲亦未曾忍受分娩的阵痛:我破开的是父神的股髀,而她破开的则是首脑。

​Antipater εἰς ἕτερον ἄγαλμα τοῦ αὐτοῦ Αὐσονίῳ Πείσωνι συνασπιστὴς Διόνυσος ἵδρυμαι μεγάρων φρουρὸς ἐπʼ εὐτυχίῃ. ἄξιον, “ὦ Διόνυσ’, ἐσέβης δόμον. ἔπρεπεν ἄμφω, καὶ μέγαρον Βάκχῳ, καὶ Βρόμιος μεγάρῳ.”

安提帕特,题同一神明的另一雕像 我狄奥尼索斯作为奥索尼亚人皮索的执盾战友而立,作为殿宇的守护神以带来福运。“狄奥尼索斯啊,你进驻了一处相称的宅邸。两者皆极妥帖:殿宇配于巴克科斯,而布罗米俄斯亦配于殿宇。”

185

​Anonymi Epigrammatici εἰς ἄγαλμα Διονύσου καὶ Ἡρακλέους ἀμφότεροι Θήβηθε, καὶ ἀμφότεροι πολεμισταί, κἠκ Ζηνός· θύρσῳ δεινός, ὁ δὲ ῥοπάλῳ. ἀμφοῖν δὲ στῆλαι συντέρμονες· εἴκελα δʼ ὅπλα, νεβρὶς λειοντῇ, κύμβαλα δὲ πλαταγῇ. Ἥρη δʼ ἀμφοτέροις χαλεπὴ θεός. οἱ δʼ ἀπὸ γαίης ἦλθον ἐς ἀθανάτους ἐκ πυρὸς ἀμφότεροι.

佚名诗人,题狄奥尼索斯与赫拉克勒斯雕像 二人皆出自忒拜,皆为勇士,且皆诞生自宙斯:一人以酒神杖令人畏惧,另一人则以棍棒。二人的立柱界限相邻;武器亦颇相似:鹿皮对狮皮,铜钹对响板。赫拉对二人皆是严苛的女神;而二人皆在火焰中离开大地,跻身于不朽的神明之列。

​Xenocritus εἰς ἄγαλμα Ἑρμοῦ Ἑρμῆς ὠκὺς ἐγὼ κικλήσκομαι· ἀλλὰ παλαίστρῃ μὴ κολοβὸν χειρῶν ἵστατε, μηδʼ ἄποδα· ἢ πῶς ὠκὺς ἐγώ; πῶς δʼ ὄρθια χειρονομήσω, ἐς βάσιν ἀμφοτέρων ὀρφανὸς ἱστάμενος;4

克塞诺克里托斯,题赫尔墨斯雕像 我被唤作“迅捷的赫尔墨斯”;但在角力场中,切莫将我立成断手残足之躯。否则我何以称迅捷?我又如何能在失去双足双手、直立于基座之上时,挺直双臂做出优美的手势?

​Anonymi Epigrammatici εἰς τὸ αὐτό Ἑρμείῃ ξυλίνῳ τις ἐπηύχετο, καὶ ξύλον ἦεν. εἶτά μιν ἀείρας χαμάδις βάλε· τοῦ δʼ ἄπο χρυσὸς ἔρρευσεν καταγέντος. ὕβρις πόρε πολλάκι κέρδος.

佚名诗人,题同一题材 有人向木制的赫尔墨斯祈求,然而那终究是块木头。于是他将神像提起摔在地上;神像碎裂之后,竟从中流出了黄金。狂悖之举往往能带来利益。

​Nicias εἰνοσίφυλλον ὄρος Κυλλήνιον αἰπὺ λελογχώς, τῇδʼ ἕστηκʼ ἐρατοῦ γυμνασίου μεδέων, Ἑρμῆς· ᾧ ἔπι παῖδες ἀμάρακον ἠδʼ ὑάκινθον πολλάκι, καὶ θαλεροὺς θῆκαν ἴων στεφάνους.

尼客阿斯 我掌管着树叶婆娑、峻峭挺拔的库勒涅山,作为可爱的竞技场的守卫者伫立在此,我是赫尔墨斯;少年们常在我身上奉献墨角兰与风信子,以及紫罗兰的娇嫩花冠。

​Anonymi Epigrammatici φρουρὸς ἐπὶ σμήνεσσι, Περιστράτου εἵνεκα, μίμνω ἐνθάδε, Μαιναλίαν κλιτὺν ἀποπρολιπών, κλῶπα μελισσάων δεδοκημένος. ἀλλʼ ἀλέασθε χεῖρα, καὶ ἀγροτέρου κοῦφον ὄρεγμα ποδός.

佚名诗人 为了佩里斯忒拉托斯,我作为蜂箱的守卫留在此地,将迈纳罗斯的山坡远抛身后,防范着偷蜜之贼。当心我的手,以及乡野之足的迅捷跨步!

190

​Leonidas τᾶν αἰγῶν ὁ νομεὺς Μόριχος τὸν ἐπίσκοπον Ἑρμᾶν ἔστασ’ αἰπολίων εὐδόκιμον φύλακα. ἀλλά μοι αἳ τʼ ἀνʼ ὄρη χλωρᾶς κεκορεσμέναι ὕλας, τοῦ γʼ ἁρπακτῆρος μή τι μέλεσθε λύκου.

列奥尼达 牧羊人莫里科斯将看守的赫尔墨斯立为羊群闻名遐迩的守护者。漫山遍野饱食苍翠林木的羊儿啊,你们丝毫不用忧虑凶残的恶狼。

​Nicaenetus αὐτόθεν ὀστράκινόν με καὶ ἐν ποσὶ γήινον Ἑρμῆν ἔπλασεν ἁψῖδος κύκλος ἑλισσόμενος. πηλὸς ἐφυράθην· οὐ ψεύσομαι. ἀλλʼ ἐφίλησα, ὦ ξεῖνʼ, ὀστρακέων δύσμορον ἐργασίην.

尼凯内托斯 陶轮旋转的圆环当场将我塑造成陶土的、取自脚下泥土的赫尔墨斯。我是由黏土揉捏而成,我绝不虚言。异乡人啊,但我却深爱陶工们艰辛的劳作。

​Anonymi Epigrammatici ὦ λῷστε, μὴ νόμιζε τῶν πολλῶν ἕνα Ἑρμᾶν θεωρεῖν· εἰμὶ γὰρ τέχνα Σκόπα.

佚名诗人 高尚的人啊,切莫以为你瞻仰的只是寻常赫尔墨斯中的一尊;因为我是斯科帕斯的技艺杰作。

​Philippus α. κράμβης ἅψωμαι, Κυλλήνιε; β. μή, παροδῖτα. α. τίς φθόνος ἐκ λαχάνων; β. οὐ φθόνος, ἀλλὰ νόμος, ἀλλοτρίων ἀπέχειν κλοπίμους χέρας. α. ὢ παραδόξου· μὴ κλέπτειν Ἑρμῆς καινὸν ἔθηκε νόμον.

腓力 客:库勒涅之神,我可以拿甘蓝吗? 神:不可,过路人。 客:何必为一点蔬菜这般吝啬? 神:并非吝啬,而是法度使然:不可将窃贼之手伸向他人之物。 客:奇哉怪也!赫尔墨斯竟然立下了不得行窃的新规!

​Palladas εἰς ἄγαλμα Ἔρωτος χάλκειόν τις Ἔρωτα μετήγαγεν ἐκ πυρὸς εἰς πῦρ, τήγανον ἁρμόζων τῇ κολάσει κόλασιν.

帕拉达斯,题厄洛斯雕像 有人将青铜的厄洛斯从火中移至火中,将煎锅作为刑罚施加于他的刑罚之上。

195

​Satyrus εἰς ἄγαλμα τοῦ αὐτοῦ δεδεμένου τὸν πτερόεντα τίς ὧδε, τίς ἐν δεσμοῖσι θοὸν πῦρ ὤχμασεν; αἰθομένης ἥψατο τίς φαρέτρης, καὶ τὰς ὠκυβόλους περιηγέας ἐσφήκωσε χεῖρας, ὑπὸ στιβαρῷ κίονι δησάμενος; ψυχρὰ τάδʼ ἀνθρώποις παραμύθια. μὴ ποτʼ ἐκείνου οὗτος ὁ δεσμώτης αὐτὸς ἔδησε φρένα;5

萨堤罗斯,题被缚的同一神明雕像 是谁将有翼者这般降伏,是谁用锁链束缚了迅捷的火焰?是谁触碰了灼热的箭袋,将他那射箭迅疾、能弯弓搭箭的双手捆绑在粗壮的石柱之下?这些对凡人不过是毫无温度的安慰。莫非这名被囚禁者自己曾经束缚了那人的心魂?

语法注5 条
  1. 16.181μαῖαν Ἀπελλείην εὑραμένη παλάμην

    μαῖαν 作 εὑραμένη 的宾语 παλάμην 的谓语性宾格(“得阿佩利斯的妙手为接生婆”)。以助产接生之喻,生动表现画师阿佩利斯以妙手丹青令女神诞生于世。

  2. 16.182ἀκμῆς ἄγγελος

    主语 μαζός 的同格短语(“青春韶华的使者/预兆”)。将少女步入成熟期时丰满挺拔的双乳比作成熟的木瓜(κυδωνιᾷ)。

  3. 16.183ἠῴου δμηθεὶς Ἰνδὸς ἀπʼ Ὠκεανοῦ

    Ἰνδός 为集合单数(“印度人/印度部族”)。前置词短语 ἀπʼ Ὠκεανοῦ ἠῴου(“自东部大洋起”)修饰 δμηθείς 或整个分句,指“直至远达东部大洋、悉数被征服的印度人”。

  4. 16.186ἀμφοτέρων ὀρφανὸς ἱστάμενος

    ὀρφανός 为表匮乏缺失的形容词,支配属格 ἀμφοτέρων(“缺失二者”,即双手与双足皆无)。承接前文的 μὴ κολοβὸν χειρῶν ... μηδʼ ἄποδα,幽默地自嘲了仅有头颅而无四肢的赫尔墨斯石柱(herm)的雕刻形制。

  5. 16.195μὴ ποτʼ ἐκείνου / οὗτος ὁ δεσμώτης αὐτὸς ἔδησε φρένα

    由表推测性疑问的 μὴ ποτε 与不定过去时直陈式 ἔδησε 构成的疑问句(“莫非这名被缚者自身曾经缚住了那人的心神?”),委婉推测受缚的爱神厄洛斯此前早已俘虏了束缚者之心。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.181-16.195