← 希腊诗选

希腊诗选 卷五

§16.207-16.221

沉睡的厄洛斯与赫拉及涅墨西斯像

收录帕拉达斯、柏拉图等人题沉睡或劫掠诸神兵器的厄洛斯题辞,以及题波留克列托斯的赫拉像、诸位缪斯像,和取材自马拉松战役波斯大理石的涅墨西斯像的诗篇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
207

​Palladas γυμνὸς Ἔρως· διὰ τοῦτο γελᾷ καὶ μείλιχός ἐστιν οὐ γὰρ ἔχει τόξον καὶ πυρόεντα βέλη· οὐδὲ μάτην παλάμαις κατέχει δελφῖνα καὶ ἄνθος· τῇ μὲν γὰρ γαῖαν, τῇ δὲ θάλασσαν ἔχει.

帕拉达斯 厄洛斯是赤裸的:因此他微笑且温和, 因为他没有弓箭和火焰般的飞矢; 他手掌中握着海豚与花朵也绝非徒劳: 因为一手执掌大地,另一手执掌海洋。

​Gabrielius εἰς Ἔρωτα καθεύδοντα ἐν πιπεροπάστῃ οὐδὲ κατακνώσσων, οὐδʼ ἄπνοος, οὐδʼ ἐνὶ δαιτὶ νόσφι πυρισπάρτου δήγματός ἐστιν Ἔρως.

加百利乌斯《题胡椒盒中沉睡的厄洛斯》 无论在酣睡中、绝息时,还是在宴席间, 厄洛斯都绝不会离开那播撒烈火的螫刺。

​Anonymi Epigrammatici οὗτος ὁ τὸν δαλὸν φυσῶν, ἵνα λύχνον ἀνάψῃς, δεῦρʼ ἀπʼ ἐμᾶς ψυχᾶς ἅψον· ὅλος φλέγομαι.

无名氏 那吹拂炭火想要点亮油灯的人啊, 来吧,从我的灵魂借火点亮;我正周身烈焰焚烧。

210

​Plato ἄλσος δʼ ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδον πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης. οὐδʼ ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα· ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπʼ εὐπετάλοισι κρέμαντο, αὐτὸς δʼ ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνῳ εὗδεν μειδιόων· ξουθαὶ δʼ ἐφύπερθε μέλισσαι κηροχύτου μέλιτος ˘ λαροῖς ἐπὶ χείλεσι ῥαῖνον

柏拉图 当我们步入一片幽深茂密的树林,我们在里面 见到了犹如红苹果般的库忒拉之子。 他既无盛箭的箭筒,亦无弯曲的强弓; 那些兵器悬挂在繁茂的枝叶之下, 他自己则被睡眠束缚在玫瑰花萼中, 微笑着安睡;上方的金黄色蜜蜂 正将蜡封的蜂蜜浇淋在他香甜的双唇上。

​Statyllius Flaccus εἰς Ἔρωτα κοιμώμενον εὕδεις, ἀγρύπνους ἐπάγων θνητοῖσι μερίμνας· εὕδεις, ἀτηρῆς ἆ τέκος Ἀφρογενοῦς, οὐ πεύκην πυρόεσσαν ἐπηρμένος, οὐδʼ ἀφύλακτον ἐκ κέραος ψάλλων ἀντιτόνοιο βέλος. ἄλλοι θαρσείτωσαν· ἐγὼ δʼ, ἀγέρωχε, δέδοικα, μή μοι καὶ κνώσσων πικρὸν ὄνειρον ἴδῃς.1

斯塔提利乌斯·弗拉克库斯《题沉睡的厄洛斯》 你睡着了,却将无眠的忧虑带给凡人; 你睡着了,啊,灾殃的泡沫所生女神之子, 既未举起火焰的松明,也未从反曲的角弓上 拨弄出防不胜防的飞矢。 让其他人安心吧;傲慢之神啊,我却心存畏惧, 唯恐你即使在酣睡中,也为我做着痛苦的梦。

​Alpheus εἰς τὸ αὐτό ἁρπάσομαι πυρόεσσαν, Ἔρως, χερὸς ἐκ σέο πεύκην, συλήσω δʼ ὤμων ἀμφικρεμῆ φαρέτρην, εἲ γʼ ἐτύμως εὕδεις, πυρὸς ἔγγονε, καὶ σέο φῶτες πρὸς βαιὸν τόξων εὐνομίην ἄγομεν. ἀλλὰ καὶ ὥς σε δέδοικα, δολοπλόκε, μή τινα κεύθῃς εἰς ἐμέ, κἠν ὕπνῳ πικρὸν ὄνειρον ἴδῃς.

阿尔斐俄斯《题同前》 厄洛斯啊,我要从你的手中夺过火焰的松明, 掠走你挂在双肩上的箭筒, 若你确乎已然沉睡,火焰之子啊,若我们凡人 能从你的弓箭下稍获安宁的治序。 然而我依然惧怕你,诡计多端者,唯恐你藏着 针对我的图谋,即使在睡梦中也做着痛苦的梦。

​Straton εἰ καί σοι πτέρυγες ταχιναὶ περὶ νῶτα τέτανται, καὶ σκυθικαὶ τόξων ἀκροβολεῖς ἀκίδες, φεύξομʼ, Ἔρως, ὑπὸ γᾶν σε. τί δὲ πλέον; οὐδὲ γὰρ αὐτὸς σὰν ἔφυγε ῥώμαν πανδαμάτωρ Ἀίδας.

斯特拉同 纵使你背上展开敏捷的双翼, 弓弦上搭着远射的塞西亚箭镞, 厄洛斯啊,我也要逃往地下躲避你。但这又有何益?因为就连 降服万物的哈得斯本人,也未曾逃过你的威能。

​Secundus εἰς ἀγάλματα Ἐρώτων σκυλοχαρεῖς ἴδʼ Ἔρωτας, ἴδʼ ὡς βριαροῖσιν ἐπʼ ὤμοις ὅπλα φέρουσι θεῶν νήπιʼ ἀγαλλόμενοι, τύμπανα καὶ θύρσον Βρομίου, Ζηνὸς δὲ κεραυνόν, ἀσπίδʼ Ἐνυαλίου καὶ κόρυν ἠΰκομον, Φοίβου δʼ εὔτοξον φαρέτρην, Ἁλίου δὲ τρίαιναν, καὶ σθεναρῶν χειρῶν Ἡρακλέους ῥόπαλον. τί πλέον ἀνθρώποισιν, Ἔρως ὅτε καὶ πόλον εἷλε, τεύχεα δʼ ἀθανάτων Κύπρις ἐληίσατο;

塞昆杜斯《题诸爱神雕像》 且看喜爱战利品的爱神们,看他们如何在强健的双肩上 扛着诸神的兵器,像孩童般欢欣自得: 布罗米俄斯的皮鼓与酒神杖,宙斯的雷霆, 厄纽阿利俄斯的盾牌与饰有骏马鬃毛的头盔, 福玻斯精准的箭筒,海神的三叉戟, 以及赫拉克勒斯有力双臂上的木槌。 凡人还能有何指望,既然厄洛斯连苍穹都已征服, 而塞浦路斯女神更是掠夺了不死诸神的铠甲?

215

​Philippus συλήσαντες Ὄλυμπον ἴδʼ ὡς ὅπλοισιν Ἔρωτες κοσμοῦντʼ ἀθανάτων, σκῦλα φρυασσόμενοι. Φοίβου τόξα φέρουσι, Διὸς δὲ κεραυνόν,Ἄρηος ὅπλον καὶ κυνέην, Ἡρακλέους ῥόπαλον, ῥόπαλον τε θεοῦ τριβελὲς δόρυ, θύρσα τε Βάκχου, πτηνὰ πέδιλʼ Ἑρμοῦ, λαμπάδας Ἀρτέμιδος. οὐκ ἄχθος θνητοῖς εἴκειν βελέεσσιν ἐρώτων, δαίμονες οἷς ὅπλων κόσμον ἔδωκαν ἔχειν.

腓力 看那些劫掠了奥林匹斯的爱神们,如何以不死神祇的 武器装饰自身,炫耀着战利品欢呼雀跃! 他们携带着福玻斯的弓,宙斯的雷霆,阿瑞斯的 甲胄与盔胄,赫拉克勒斯的木槌, 海神的三叉戟,巴克科斯的酒神杖, 赫尔墨斯生翼的便鞋,阿尔忒弥斯的火炬。 凡人顺从爱神们的飞矢并非苦事, 毕竟诸神已将掌握自身武器的荣耀拱手相让。

​Parmenion εἰς ἄγαλμα Ἥρας ὡργεῖος Πολύκλειτος, ὁ καὶ μόνος ὄμμασιν Ἥρην ἀθρήσας καὶ ὅσην εἶδε τυπωσάμενος, θνητοῖς κάλλος ἔδειξεν, ὅσον θέμις· αἱ δʼ ὑπὸ κόλποις ἄγνωστοι μορφαὶ Ζηνὶ φυλασσόμεθα.2

帕尔梅尼翁《题赫拉雕像》 阿尔戈斯的波留克列托斯,他是唯一以肉眼 瞻仰赫拉、并将所见完满塑造出来的人, 他在合乎法度的范围内向凡人展现了神之美貌; 而我们这些深藏于衣褶之下的隐秘身形,唯独留给宙斯守护。

​Anonymi Epigrammatici εἰς ἄγαλμα Καλλιόπης Καλλιόπη μὲν ἐγώ· Κύρῳ δʼ ἐμὸν ὤπασα μαζόν, ὃς τρέφε θεῖον Ὅμηρον, ὅθεν πίε νήδυμος Ὀρφεύς.

无名氏《题卡利俄佩雕像》 我是卡利俄佩;我将我的乳房赐予居鲁士, 这乳房曾哺育神圣的荷马,甘美的俄耳甫斯也曾吮吸它。

​Joannes Barbucallus ἤθελε Μελπομένην ὁ ζωγράφος εἰκόνι γράψαι, ἀλλʼ ἀπολειπομένης, ἔγραφε Καλλιόπην.

约翰内斯·巴尔布卡卢斯 画家本想在画像中描绘梅尔波墨涅, 但因她缺席,便画下了卡利俄佩。

​Joannes Barbucallus σεῖο μὲν εἰκὼν ἥδε Πολύμνια, καὶ σὺ δέ, Μούσης. ἓν γὰρ ἐπʼ ἀμφοτέραις οὔνομα καὶ τύπος εἷς.

约翰内斯·巴尔布卡卢斯 这是你的肖像,波吕姆尼亚,而你自身亦是缪斯的肖像; 因为在两者身上,名号如一,形貌亦如一。

220

​Antipater εἰς εἰκόνας Μουσῶν Τρίζυγες αἱ Μοῦσαι τᾷδʼ ἕσταμεν· ἁ μία λωτούς, ἁ δὲ φέρει παλάμαις βάρβιτον, ἁ δὲ χέλυν. ἁ μὲν Ἀριστοκλῆος ἔχει χέλυν, ἁ δʼ Ἀγελάδα βάρβιτον, ἁ Καναχᾶ δʼ ὑμνοπόλους δόνακας. ἀλλʼ ἁ μὲν κράντειρα, τόνου πέλει, ἁ δὲ μελῳδὸς χρώματος, ἁ δὲ σοφᾶς εὑρέτις ἁρμονίας.

安提帕特《题缪斯雕像》 我们三位并立的缪斯伫立于此:一人执笛管, 一人双手持巴比通琴,一人持龟甲七弦琴。 阿里斯托克勒斯的〔缪斯〕持有七弦琴,阿格拉达斯的〔缪斯〕持有 巴比通琴,卡纳科斯的〔缪斯〕持有伴奏颂歌的芦笛。 一人掌管全音调的高低,一人歌唱半音阶的 华彩,一人乃是精妙和声的创立者。

​Theaetetus εἰς τὴν Ἀθηναίων Νέμεσιν Χιονέην με λίθον παλιναυξέος ἐκ περιωπῆς λαοτύπος τμήξας πετροτόμοις ἀκίσι Μῆδος ἐποντοπόρευσεν, ὅπως ἀνδρείκελα τεύξῃ,3 τῆς κατʼ Ἀθηναίων σύμβολα καμμονίης. ὡς δὲ δαϊζομένοις Μαραθὼν ἀντέκτυπε Πέρσαις καὶ νέες ὑγροπόρουν χεύμασιν αἱμαλέοις, ἔξεσαν Ἀδρήστειαν ἀριστώδινες Ἀθῆναι, δαίμονʼ ὑπερφιάλοις ἀντίπαλον μερόπων. ἀντιταλαντεύω τὰς ἐλπίδας· εἰμὶ δὲ καὶ νῦν νίκη Ἐρεχθείδαις, Ἀσσυρίοις Νέμεσις.

忒埃特图斯《题雅典人的涅墨西斯像》 我本是一块雪白的巨石,被石匠用凿石利器 自那周而复始再生的望山凿出, 波斯人将我渡过海洋,意欲塑成人类的雕像, 作为战胜雅典人的永恒纪念。 但当马拉松之战回荡着波斯人被屠戮的号叫, 战船在血染的水流中飘摇, 生育英烈之士的雅典将我雕凿为阿德剌斯忒亚, 专与狂妄凡人作对的神祇。 我让人们的希望重归平衡;如今我既是 厄瑞克透斯后嗣的胜利,亦是亚述人的涅墨西斯。

语法注3 条
  1. 16.211μή μοι καὶ κνώσσων πικρὸν ὄνειρον ἴδῃς

    由表示恐惧的动词(δέδοικα)所统领的从属从句(μή + 虚拟式 ἴδῃς)。与格代词 μοι 属于受损与格(dativus incommodi),意为“对我而言带来痛苦 / 对我不利”。

  2. 16.216αἱ δʼ ὑπὸ κόλποις ἄγνωστοι μορφαὶ Ζηνὶ φυλασσόμεθα

    一种依据意义一致(constructio ad sensum)的变则构文:第三人称阴性复数主语短语(αἱ... μορφαί)直接搭配了第一人称复数被动动词(φυλασσόμεθα)。雕像本身或女神被衣褶遮掩的躯体以拟人化的口吻发声:“我们(为宙斯)保留着”。

  3. 16.221Χιονέην με λίθον ... Μῆδος ἐποντοπόρευσεν, ὅπως ἀνδρείκελα τεύξῃ

    第一人称宾格代词 με 及其同位语 Χιονέην λίθον 充当主动词 ἐποντοπόρευσεν(使役/及物用法,“使渡海、运过海”)的直接宾语。此诗基于波斯军队预先运来大理石准备雕凿战胜纪念碑、败退后反被雅典人凿为复仇女神涅墨西斯像的历史典故。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.207-16.221