- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.122-16.133
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组短诗题咏了新生亚历山大的塑像、充当守护神的赫拉克勒斯像、肖像虽遭水毁却在荷马史诗中永存的奥德修斯、异形怪兽弥诺陶洛斯、狂乱的色雷斯王吕库耳戈斯、认出奥瑞斯忒斯的伊菲革涅亚,以及因丧子之痛而化为顽石的尼俄伯等诸雕像与画作。
Anonymi Epigrammatici εἰς τὸν αὐτόν τοῦτον Ἀλέξανδρον, μεγαλήτορος υἷα Φιλίππου, δέρκεαι ἀρτιλόχευτον, Ὀλυμπιὰς ὅν ποτε μήτηρ καρτερόθυμον ἔτικτεν· ἀπʼ ὠδίνων δέ μιν Ἄρης ἔργα μόθων ἐδίδασκε, Τύχη δʼ ἐκέλευσεν ἀνάσσειν.
佚名诗人,题同一人物 你所凝视的正是伟大的腓力之子亚历山大,他刚降生世间,昔日母亲奥林匹亚丝生下了这刚强勇烈之子;一离母腹,阿瑞斯便教导他战阵之事,命运女神则敕令他君临天下。
Anonymi Epigrammatici οὐ τὸν βουθοίναν Ἡρακλέα,1 παῖδες ἀγρῶται, οὐκέτι κερδαλέοις ἐμβατὰ ταῦτα λύκοις, φῶρές τε στείχειν κλοπίην ὁδὸν ἀρνήσονται, εἰ καὶ κωμήτας ἄκριτος ὕπνος ἔχοι. ἦ γάρ μʼ ἵδρυται Διονύσιος οὐκ ἄτερ εὐχῆς χώρῳ τῷδʼ ἀγαθὸν σύμμαχον Ἡρακλέα.
佚名诗人 凭着吞牛的赫拉克勒斯起誓,乡间的青年们啊,狡黠的恶狼再不能涉足此地,盗贼即便见村民沉入不辨晨昏的熟睡,也不敢再踏上偷盗之途。因为狄奥尼修斯绝非无所祈求地在此地将我立起——我赫拉克勒斯乃是可靠的盟友。
Anonymi Epigrammatici μὴ τρέσσῃς, ὅτι τόξον, ὁδοιπόρε, καὶ νεοθηγεῖς ἰοὺς γυμνώσας, πρόσθε ποδῶν ἐθέμην, μηδʼ ὅτι βαστάζω ῥόπαλον χερί, μηδʼ ὅτι δέρμα ἀμφʼ ὤμοις χαροποῦ τοῦτο λέοντος ἔχω· πημαίνειν οὐ πάντας ἐπίσταμαι, ἀλλὰ κακούργους· καὶ σῴζειν ἀγαθοὺς ἐξ ἀχέων δύναμαι.
佚名诗人 行路人啊,切莫因我将弓与刚磨利的箭矢裸露出来置于脚前而畏惧,亦莫因我手握木棒、肩披这头怒目雄狮之皮而胆战。我并非懂得加害所有人,而只惩治作恶之徒;我更有能力将善人从痛苦中解救出来。
Anonymi Epigrammatici αἰεὶ Λαρτιάδῃ πόντος βαρύς· εἰκόνα χεῦμα ἔκλυσε, κἀκ δέλτων τὸν τύπον ἠφάνισεν. τί πλέον; εἰν ἐπέεσσιν Ὁμηρείοις γὰρ ἐκείνου εἰκὼν ἀφθάρτοις ἐγγράφεται σελίσιν.
佚名诗人 大海对拉厄耳忒斯之子永远是残酷的:汹涌的水流冲刷了他的肖像,抹去了木板画上的容颜。但那又何妨?荷马的诗篇中,他的英姿早已铭刻在不朽的篇章里。
Anonymi Epigrammatici εἰς τὸν Μινώταυρον ὁ παῖς ὁ ταῦρος, ὁ κατὰ μηδὲν ἐντελής,2 ὁ τῆς τεκούσης τοῦ πάθους κατήγορος, ὁ μιξόθηρ ἄνθρωπος, ἡ διπλῆ φύσις, ὁ ταυρόκρανος, ἡ πλάνη τῶν σωμάτων, ὃς οὔτε βοῦς πέφυκεν, οὔτʼ ἀνὴρ ὅλως.
佚名诗人,题弥诺陶洛斯 这牛犊般的少年,在任一方面皆未完足;他是生母欲火的控告者,半兽半人,兼具两重天性;他是牛头之怪,肉身的错乱,生来既非纯然之牛,亦全非人类。
Anonymi Epigrammatici τίς τὸν Θρήικα τόνδε μονοκρήπιδα Λυκοῦργον χάλκεον, Ἠδωνῶν ταγόν, ἀνεπλάσατο; Βακχιακὸν παρὰ πρέμνον ἴδʼ ὡς ἀγέρωχα μεμηνὼς βριθὺν ὑπὲρ κεφαλᾶς ἀντέτακεν χάλυβα. μανύει μορφὰ τὸ πάλαι θράσος· ἁ δʼ ἀγέρωχος λύσσα καὶ ἐν χαλκῷ κεῖνο τὸ πικρὸν ἔχει.
佚名诗人 是谁用青铜铸造了这位只穿一只鞋的色雷斯人吕库耳戈斯,埃多尼人的统帅?看他在巴克科斯的葡萄藤旁,何其狂妄地发狂,将沉重的钢斧高悬于头顶!其形姿昭示着往昔的桀骜,那份狂傲的疯癫在青铜中依然带着当年的残酷。
Anonymi Epigrammatici εἰς Ἰφιγένειαν μαίνεται Ἰφιγένεια· πάλιν δέ μιν εἶδος Ὀρέστου ἐς γλυκερὴν ἀνάγει μνῆστιν ὁμαιμοσύνης· τῆς δὲ χολωομένης καὶ ἀδελφεὸν εἰσοροώσης οἴκτῳ καὶ μανίῃ βλέμμα συνεξάγεται.
佚名诗人,题伊菲革涅亚 伊菲革涅亚正陷入疯狂;但俄瑞斯忒斯的容貌又将她引回到骨肉至亲的甘美回忆中。她既在盛怒之中,又注视着同胞兄弟,那目光在怜悯与疯狂之间备受撕扯。
Anonymi Epigrammatici εἰς ἄγαλμα Νιόβης ἐκ ζωῆς με θεοὶ τεῦξαν λίθον ἐκ δὲ λίθοιο ζωὴν Πραξιτέλης ἔμπαλιν εἰργάσατο.
佚名诗人,题尼俄伯雕像 众神将生者的我化作顽石;普拉克西特利斯却反将顽石化作了生机。
Julianus εἰς τὸ αὐτό δυστήνου Νιόβης ὁράᾳς παναληθέα μορφήν, ὡς ἔτι μυρομένης πότμον ἑῶν τεκέων. εἰ δʼ ἄρα καὶ ψυχὴν οὐκ ἔλλαχε, μὴ τόδε τέχνῃ μέμφεο· θηλυτέρην εἴκασε λαϊνέην.3
尤利安,题同一雕像 你所见的是苦命尼俄伯栩栩如生的形姿,仿佛至今仍在哀悼子女的厄运。纵使她未曾分得鲜活的灵魂,也切莫为此责难工匠的技艺:他本就是依照化作石头的妇人来摹刻的。
Antipater εἰς τὸ αὐτό Τανταλὶς ἅδε ποχʼ ἁ δίσσ’ ἑπτάκι τέκνα4 τεκοῦσα γαστρὶ μιῇ, Φοίβῳ θῦμα καὶ Ἀρτέμιδι· κούρα γὰρ προὔπεμψε κόραις φόνον, ἄρρεσι δʼ ἄρσην δισσοὶ γὰρ δισσὰς ἔκτανον ἑβδομάδας. ἁ δὲ τόσας ἀγέλας μάτηρ πάρος, ἁ πάρος εὔπαις, οὐδʼ ἐφʼ ἑνὶ τλάμων λείπετο γηροκόμῳ· μάτηρ δʼ οὐχ ὑπὸ παισίν, ὅπερ θέμις, ἀλλʼ ὑπὸ ματρὸς παῖδες ἐς ἀλγεινοὺς πάντες ἄγοντο τάφους. Τάνταλε, καὶ δὲ σὲ γλῶσσα διώλεσε, καὶ σέο κούραν χἀ μὲν ἐπετρώθη, σοὶ δʼ ἔπι δεῖμα λίθος.
安提帕特,题同一雕像 此乃坦塔罗斯之女,昔日曾自同一母腹诞下两度七个子女——献给福玻斯与阿耳忒弥斯的祭品。 童贞女神降死于女儿,男神则诛灭儿子;两位神明屠灭了两组七人。昔日曾统领如此庞大家属的母亲,昔日享尽多子之福的人,如今却悲惨得连一个送终赡老之人也未曾留下。违背伦常的是,并非儿子埋葬母亲,而是做母亲的将所有儿女送入悲惨的墓穴。坦塔罗斯啊,口舌毁灭了你,亦毁灭了你的女儿:她化作了顽石,而悬在你头顶的也是令人胆寒的巨石。
Theodoridas εἰς τὸ αὐτό στᾶθι πέλας, δάκρυσον ἰδών, ξένε, μυρία πένθη τᾶς ἀθυρογλώσσου Τανταλίδος Νιόβας, ἇς ἐπὶ γᾶς ἔστρωσε δυωδεκάπαιδα λοχείην ἄρτι, τὰ μέν, Φοίβου τόξα, τὰ δʼ, Ἀρτέμιδος. ἁ δὲ λίθῳ καὶ σαρκὶ μεμιγμένον εἶδος ἔχουσα, πετροῦται· στενάχει δʼ ὑψιπαγὴς Σίπυλος, γλώσσᾳ θνατοῖσιν δολία νόσος, ἇς ἀχάλινος ἀφροσύνα τίκτει πολλάκι δυστυχίαν.
狄奥多里达斯,题同一雕像 外乡人啊,驻足近前,凝望多嘴的坦塔罗斯之女尼俄伯那无尽的哀伤而垂泪吧!福玻斯之弓与阿耳忒弥斯之弓方才将她的十二个儿女击毙铺陈于大地。她带着石肉相融的躯体,正逐渐凝固成石;巍峨的西庇洛斯山亦为之叹息。口舌对凡人而言乃是隐秘的恶疾,那不受羁绊的妄念,屡屡催生灾祸。
Antipater εἰς τὸ αὐτό τίπτε, γύναι, πρὸς Ὄλυμπον ἀναιδέα χεῖρʼ ἀνένεικας, ἔνθεον ἐξ ἀθέου κρατὸς ἀφεῖσα κόμαν; Λατοῦς παπταίνουσα πολὺν χόλον, ὦ πολύτεκνε, νῦν στένε τὰν πικρὰν καὶ φιλάβουλον ἔριν. ἁ μὲν γὰρ παίδων σπαίρει πέλας· ἁ δὲ λιπόπνους κέκλιται· ᾇ δὲ βαρὺς πότμος ἐπικρέμαται. καὶ μόχθων οὔπω τόδε σοι τέλος, ἀλλὰ καὶ ἄρσην ἔστρωται τέκνων ἑσμὸς ἀποφθιμένων. ὦ βαρὺ δακρύσασα γενέθλιον, ἄπνοος αὐτὰ πέτρος ἔσῃ, Νιόβα, κάδεϊ τειρομένα.
安提帕特,题同一雕像 妇人啊,你为何向奥林匹斯伸出无耻的双手,自悖逆神明的头颅上披散下如痴如狂的乱发? 多子的女人啊,目睹勒托浩大的震怒,如今且为那刻毒而固执的争端悲泣吧!你的一个女儿正倒在近旁挣扎,另一个已断气仆地,还有一个正被沉重的死运笼罩。这还不是你苦难的终局,那一群男儿亦已暴毙仆卧于地。为腹中所出而洒尽痛泪的尼俄伯啊,你自身亦将在悲痛的折磨下,化作毫无生息的顽石。
- 16.123οὐ τὸν βουθοίναν Ἡρακλέα
省略小品词 μά 的否定誓言对格句式(相当于 οὐ μὰ τὸν...),意为“指着吞牛的赫拉克勒斯起誓(决不……)”,引出后文一系列强烈的否定判断(οὐκέτι... ἐμβατά... φῶρές τε... ἀρνήσονται)。
- 16.126ὁ κατὰ μηδὲν ἐντελής
介词短语 κατὰ μηδέν(“在任何方面皆非”)修饰形容词 ἐντελής(“完足的、完整的”),直接描画出弥诺陶洛斯既不成完全之人身、亦非完全之牛形的畸变本质。
- 16.130θηλυτέρην εἴκασε λαϊνέην
名词 θηλυτέρην(“女子、妇人”)与形容词 λαϊνέην(“石头的、石化的”)构成宾语结构,意为“他所描摹的本就是化为石头的妇人”。这是承接前句(切莫因其没有鲜活灵魂而责难技艺)所作的巧妙辩护:由于雕刻家所模刻的对象本来就是石化后的尼俄伯,因而没有生魂恰恰是最忠实的写实。
- 16.131δισσ’ ἑπτάκι τέκνα
数词副词 ἑπτάκι(“七次、七倍”)与 δισσά(“成双的”)结合,指代 2×7=14 个子女。此表达与后文的“δισσὰς ἑβδομάδας”(两个七)以及女天神杀女儿、男天神杀儿子的对应屠戮句式完全呼应。
