- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.134-16.145
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组诗篇先叙尼俄伯儿女被诛与母体化石的惨景,继而收录多首咏赞狄摩马科斯名画及雕像中于母爱与复仇间剧烈挣扎的美狄亚之作,最后附有题阿塔兰忒金苹果及阿里阿德涅酣眠雕像的短诗。
Meleager εἰς τὸ αὐτό Τανταλὶ παῖ, Νιόβα, κλύʼ ἐμὰν φάτιν, ἄγγελον ἄτας· δέξαι σῶν ἀχέων οἰκτροτάταν λαλιάν. λῦε κόμας ἀνάδεσμον, ἰώ, βαρυπενθέσι Φοίβου γειναμένα τόξοις ἀρσενόπαιδα γόνον1 οὔ σοι παῖδες ἔτʼ εἰσίν. ἀτὰρ τί τόδʼ ἄλλο; τί λεύσσω; αἶ, αἶ, πλημμυρεῖ παρθενικαῖσι φόνος. ἁ μὲν γὰρ ματρὸς περὶ γούνασιν, ἁ δʼ ἐνὶ κόλποις κέκλιται, ἁ δʼ ἐπὶ γᾶς, ἁ δʼ ἐπιμαστίδιος· ἄλλα δʼ ἀντωπὸν θαμβεῖ βέλος· ἁ δʼ ἐπʼ ὀιστοῖς πτώσσει· τᾶς δʼ ἔμπνουν ὄμμʼ ἔτι φῶς ὁράᾳ. ἁ δὲ λάλον στέρξασα πάλαι στόμα, νῦν ὑπὸ θάμβευς μάτηρ σαρκοπαγὴς οἷα πέπηγε λίθος.
墨勒阿革洛斯,题同一雕像 坦塔罗斯之女尼俄伯啊,听我之言,听这毁灭的使者;接纳这述说你灾难的至为悲楚之声吧。解开发带吧,哀哉,为福玻斯满载哀痛之弓矢诞育了男儿的女子啊!你已不再有儿子了。但这又是什么?我所见的是何等景象?呜呼,呜呼,杀戮的狂潮已淹没向少女们!一个伏在母亲膝旁,一个倚在怀中,一个倒卧于地,一个还在吮乳;另一个在迎面袭来的箭矢前惊呆伫立;又一个在飞箭前瑟瑟发抖;还有一个带喘息之目仍在凝视光芒。而那位昔日耽溺于夸口之舌的母亲,如今因惊愕而凝固,宛如肉身铸就的顽石。
Anonymi Epigrammatici εἰς εἰκόνα Μηδείας τὴν ἐν Ῥώμῃ τέχνη Τιμομάχου στοργὴν καὶ ζῆλον ἔμιξε Μηδείης, τέκνων εἰς μόρον ἑλκομένων. τῇ μὲν γὰρ συνένευσεν ἐπὶ ξίφος, ᾗ δʼ ἀνανεύει,2 σῴζειν καὶ κτείνειν βουλομένη τέκεα.
佚名诗人,题罗马的美狄亚画像 狄摩马科斯的技艺熔铸了美狄亚的深情与嫉妒,正当孩子被拖向死亡之时。她一方面倾向拔剑,另一方面又犹疑退缩,既想拯救、又想杀死骨肉。
Antiphilus εἰς τὸ αὐτό τὰν ὀλοὰν Μήδειαν ὅτʼ ἔγραφε Τιμομάχου χείρ, ζάλῳ καὶ τέκνοις ἀντιμεθελκομέναν, μυρίον ἄρατο μόχθον, ἵνʼ ἤθεα δισσὰ χαράξῃ, ὧν τὸ μὲν εἰς ὀργὰν νεῦε, τὸ δʼ εἰς ἔλεον. ἄμφω δʼ ἐπλήρωσεν· ὅρα τύπον ἐν γάρ ἀπειλᾷ δάκρυον, ἐν δʼ ἐλέῳ θυμὸς ἀναστρέφεται. ἀρκεῖ δʼ ἁ μέλλησις,3 ἔφα σοφός· αἷμα δὲ τέκνων ἔπρεπε Μηδείῃ, κοὐ χερὶ Τιμομάχου.
安提菲洛斯,题同一画像 当狄摩马科斯之手描画那毁灭一切的美狄亚——她在嫉妒与亲子间被两相拉扯——他承担起无穷的辛劳,为了刻画出两种相斥的性情,其一倾向于狂怒,另一倾向于怜悯。而他将二者皆充盈呈现:且看这画像,威吓中有泪水,怜悯中激愤回旋。“犹疑已足够了,”睿智的画家说;“染上孩童之血合该是美狄亚的事,而非狄摩马科斯之手所宜。”
Philippus εἰς τὸ αὐτό τίς σοῦ, Κολχὶς ἄθεσμε, συνέγραφεν εἰκόνι θυμόν; τίς καὶ ἐν εἰδώλῳ βάρβαρον εἰργάσατο; ἆρʼ αἰεὶ διψᾷς βρεφέων φόνον; ἦ τις Ἰήσων δεύτερος, ἢ Γλαύκη τις πάλι σοι πρόφασις; ἔρρε, καὶ ἐν κηρῷ παιδοκτόνε. σῶν γὰρ ἀμέτρων ζήλων † εἰς ἃ θέλεις καὶ γραφὶς αἰσθάνεται.
腓力,题同一画像 悖逆纲常的科尔基斯女啊,是谁将你的狂暴描绘入画像?是谁将你在形像中亦塑造成蛮横之徒?你难道永无止境地渴望婴儿的杀戮?抑或有第二个伊阿宋,抑或有另一个格劳刻充当你的借口? 去吧,纵在蜡画中也是杀子凶手!因为你无节制的嫉妒,甚至画笔也能感知到你所欲行之事。
Anonymi Epigrammatici εἰς τὸ αὐτό δεῦρʼ ἴδε παιδολέτειραν ἐν εἰκόνι, δεῦρʼ ἴδʼ ἄγαλμα, Κολχίδα, Τιμομάχου χειρὶ τυπωσαμένου· φάσγανον ἐν παλάμᾳ, θυμὸς μέγας, ἄγριον ὄμμα, παισὶν ἐπʼ οἰκτίστοις δάκρυ κατερχόμενον· πάντα δʼ ὁμοῦ συνέχευεν, ἀμικτότατʼ εἰς ἓν ἀγείρας, αἵματι μὴ χρῶσαι φεισάμενος παλάμαν.
佚名诗人,题同一画像 来此瞻仰画中的弑子之妇,来此凝视狄摩马科斯之手塑成的科尔基斯女人:掌中握着利刃,胸怀滔天之怒,眼含凶光,却又为了至堪怜悯的孩童垂落泪水。他将这一切融合于一,把最不相容的情感聚为一体,保全了自己的双手免染鲜血。
Julianus εἰς τὸ αὐτό Τιμόμαχος Μήδειαν ὅτʼ ἔγραφεν, εἰκόνι μορφᾶς ἀψύχου ˘ ψυχὰς θήκατο διχθαδίας· ζᾶλον γὰρ λεχέων, τεκέων θʼ ἅμα φίλτρα συνάψας, δεῖξεν ἐν ὀφθαλμοῖς ἀντιμεθελκομέναν.
尤利安,题同一画像 狄摩马科斯描画美狄亚时,为无生气的画像赋予了双重灵魂:他将对婚床的嫉恨与对子女的爱恋同时联结,在其双眸中展示出那两相撕扯的情态。
Anonymi Epigrammatici εἰς τὸ αὐτό δεῦρʼ ἴδε, καὶ θάμβησον ὑπʼ ὀφρύσι κείμενον οἶκτον καὶ θυμόν, βλεφάρων καὶ πυρόεσσαν ἴτυν, καὶ μητρὸς παλάμην ἀλόχοιό τε πικρὰ παθούσης ὁρμῇ φειδομένῃ πρὸς φόνον ἑλκομένην. ζωγράφος εὖ δʼ ἔκρυψε φόνου τέλος, οὐκ ἐθελήσας θάμβος ἀπαμβλῦναι πένθεϊ δερκομένων.
佚名诗人,题同一画像 来此凝望,并为深居于眉下的怜悯与狂暴、为眼帘上灼热的边沿而惊叹吧,也为那受尽苦难的母亲与妻子的手臂而惊叹,它正被迟疑的冲动拖向杀戮。画家巧妙地隐去了流血的终局,不愿让观者的惊叹因悲伤而变得迟钝。
Philippus εἰς τὸ αὐτό Κολχίδα, τὴν ἐπὶ παισὶν ἀλάστορα, τραυλὲ χελιδών, πῶς ἔτλης τεκέων μαῖαν ἔχειν ἰδίων; ἧς ἔτι κανθὸς ὕφαιμος ἀπαστράπτει φόνιον πῦρ, καὶ πολιὸς γενύων ἀφρὸς ἄπο σταλάει· ἀρτιβρεχὴς δὲ σίδηρος ἐφʼ αἵματι. φεῦγε πανώλη μητέρα, κἀν κηρῷ τεκνοφονοῦσαν ἔτι.
腓力,题同一画像 呢喃的燕子啊,你怎敢将戕害亲子的科尔基斯复仇恶灵,当作自己雏鸟的乳母?她充血的眼角依然闪烁着嗜杀的烈火,面颊上滴落着灰白的泡沫,钢刃亦刚浸透了鲜血。快逃离这毁灭一切的母亲吧,她纵在蜡画中也仍在杀害自己的孩子。
Anonymi Epigrammatici εἰς ἄγαλμα τῆς αὐτῆς μαίνῃ καὶ λίθος οὖσα, καὶ ἐκ κραδίης σέο θυμὸς ὄμματα κοιλήνας ἐς χόλον ηὐτρέπισεν. ἔμπης οὐδὲ βάσις σε καθέξεται, ἀλλʼ ἄρα θυμῷ πηδήσεις, τεκέων εἵνεκα μαινομένη. ὤ, τίς ὁ τεχνίτης τόδε γʼ ἔπλασεν, ἢ τίς ὁ γλύπτης, ὃς λίθον εἰς μανίην ἤγαγεν εὐτεχνίῃ
佚名诗人,题同一人物的雕像 你虽化作顽石,却仍在发狂;胸中涌起的怒气已凹陷了眼窝,准备倾泻仇怨。甚至连基座也无法将你羁留,你终将因怒火而跃起,为儿女而疯狂。啊,是何等巧匠塑就了此物,是何等雕刻家以绝艺将顽石引向了疯狂?
Antipater εἰς τὴν αὐτήν Μηδείης τύπος οὗτος· ἴδʼ ὡς τὸ μὲν εἰς χόλον αἴρει ὄμμα, τὸ δʼ εἰς παίδων ἔκλασε συμπαθίην.
安提帕特,题同一人物 此乃美狄亚之形姿:看她一只眼睛如何燃起怒火,另一只眼睛如何化为对子女的悲悯。
Arabius εἰς Ἀταλάντην καὶ Ἱππομένην ἕδνα γάμων ἔρριπτες, ἢ ἀμβολίην ταχυτῆτος, τοῦτο γέρας κούρῃ χρύσεον, Ἱππόμενες; ἄμφω μῆλον ἄνυσσεν, ἐπεὶ καὶ παρθένον ὁρμῆς εἶργεν, καὶ ζυγίης σύμβολον ἦν Παφίης.
阿拉比奥斯,题阿塔兰忒与希波墨涅斯 希波墨涅斯啊,你抛下的这件黄金赠礼,是给少女的婚聘之礼,还是阻遏其神速的机巧?苹果将二者皆已成全,因它既遏制了少女的奔驰,又成了主司婚姻的帕福斯女神的信物。
Anonymi Epigrammatici εἰς ἄγαλμα Ἀριάδνης οὐ βροτὸς ὁ γλύπτας· οἵαν δέ σε Βάκχος ἐραστὰς εἶδεν ὑπὲρ πέτρας ἔξεσε κεκλιμέναν.4
佚名诗人,题阿里阿德涅雕像 雕刻家绝非凡人:正如你的情人巴克科斯见你斜倚在岩石上的模样,他便如此将你雕刻而出。
- 16.134βαρυπενθέσι Φοίβου γειναμένα τόξοις ἀρσενόπαιδα γόνον
呼格分词 γειναμένα 支配宾格 ἀρσενόπαιδα γόνον 作为直接宾语,βαρυπενθέσι... τόξοις 为表示不利(或手段)的与格,意为“为福玻斯带来沉痛悲伤的弓箭诞育男儿的女人啊”。
- 16.135τῇ μὲν γὰρ συνένευσεν ἐπὶ ξίφος, ᾗ δʼ ἀνανεύει
τῇ μέν 与 ᾗ δέ 是具有对应关系的与格副词用法,意为“一方面……另一方面……”。动词 συννεύω(俯首同意、倾身向着)与 ἀνανεύω(仰头拒绝、后缩退避)生动地表现了美狄亚在决意行凶与恻隐退缩之间的内心挣扎。
- 16.136ἀρκεῖ δʼ ἁ μέλλησις
这是关于画家狄摩马科斯艺术选择的名论:他并未描绘行凶瞬间,而是定格于美狄亚犹疑未决(ἁ μέλλησις)的一刻。“犹疑已然足够”,由后面的 ἔφα σοφός(智者/画家如是说)引出,说明画笔不当直陈血腥。
- 16.145οἵαν δέ σε Βάκχος ἐραστὰς εἶδεν ὑπὲρ πέτρας ἔξεσε κεκλιμέναν
主句谓语动词 ἔξεσε(雕凿出)省略了其前置宾语先行词 [τοιαύτην],而由关系从句 οἵαν... 引出。从句内部由主语 Βάκχος ἐραστὰς、动词 εἶδεν、宾语 σε 以及宾语补足语分词 κεκλιμέναν ὑπὲρ πέτρας(斜倚在岩石上)构成,意即“正如爱人巴克科斯见你斜倚在岩石上的模样,他便如此将你雕刻而出”。
