- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.109-16.121
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组题咏神话与历史人物雕像及画像的短诗,涉及希波吕托斯、忒勒福斯、菲洛克忒忒斯、喀戎、库涅盖洛斯与亚历山大大帝等,赞叹艺术再现的逼真与内在力量。
Agathias Scholasticus εἰς Ἱππόλυτον διαλεγόμενον τῇ τροφῷ τῆς Φαίδρας Ἱππόλυτος τῆς γρηὸς ἐπʼ οὔατι νηλέα μῦθον φθέγγεται· ἀλλʼ ἡμεῖς οὐ δυνάμεσθα κλύειν. ὅσσον δʼ ἐκ βλεφάροιο μεμηνότος ἔστι νοῆσαι, ὅττι παρεγγυάᾳ μηκέτʼ ἄθεσμα λέγειν.
阿加西亚斯·斯科拉斯蒂库斯,题希波吕托斯与淮德拉的乳母对话 希波吕托斯正对着老妇的耳畔吐出冷酷的斥语,然而我们却无法听闻; 但从他愤怒狂暴的眼神中依稀可以明白, 他在勒令她休得再说悖逆礼法之言。
Flavius Philostratus εἰς εἰκόνα Τηλέφου τετρωμένου οὗτος ὁ Τευθρανίας πρόμος ἄσχετος, οὗτος ὁ τὸ πρὶν Τήλεφος αἱμάξας φρικτὸν Ἄρη Δαναῶν, Μυσὸν ὅτε πλήθοντα φόνῳ ἐκέρασσε Κάυκον, οὗτος ὁ Πηλιακοῦ δούρατος ἀντίπαλος, νῦν ὀλοὸν μηρῷ κεύθων βάρος, οἷα λιπόπνους τήκεται, ἐμψύχῳ σαρκὶ συνελκόμενος. οὗ καὶ τειρομένοιο1 περιπτώσσοντες Ἀχαιοὶ φύρδην Τευθρανίας νεῦνται ἀπʼ ἠιόνος.
弗拉维乌斯·菲洛斯特拉托斯,题负伤的忒勒福斯画像 这就是透特剌尼亚势不可挡的先锋,这就是昔日曾使达奈人可怕的阿瑞斯淌血的忒勒福斯, 那时他使涨溢的密细亚凯库斯河混入杀戮之血—— 此人正是那佩利翁神矛的匹敌之敌。 如今他的大腿隐匿着致命的剧痛,奄奄一息般消瘦下去,活生生的血肉日渐萎缩。 甚至在他受尽折磨之时,惊骇万状的阿开奥斯人仍慌乱地从透特剌尼亚的海岸溃退而逃。
Glaucus εἰς εἰκόνα Φιλοκτήτου καὶ τὸν ἀπὸ Τρηχῖνος ἰδὼν πολυώδυνον ἥρω, τόνδε Φιλοκτήτην ἔγραφε Παρράσιος· ἔν τε γὰρ ὀφθαλμοῖς ἐσκληκόσι κωφὸν ὑποικεῖ δάκρυ, καὶ ὁ τρύχων ἐντὸς ἔνεστι πόνος. ζῳογράφων ὦ λῷστε, σὺ μὲν σοφός, ἀλλʼ ἀναπαῦσαι ἄνδρα πόνων ἤδη τὸν πολύμοχθον ἔδει.
格劳库斯,题菲洛克忒忒斯画像 帕拉西俄斯看见这位来自特剌基斯的饱受剧痛的英雄,便画下了这幅菲洛克忒忒斯: 在他干瘪的双眼中潜藏着无声的泪水,体内积聚着折磨人的痛苦。 画工之翘楚啊,你固然技艺绝伦,但本该让这位饱经忧患的男子从痛苦中安歇了。
Anonymi Epigrammatici εἰς τὴν αὐτήν ἐχθρὸς ὑπὲρ Δαναοὺς πλάστης ἐμός, ἄλλος Ὀδυσσεύς, ὃς μʼ ἔμνησε κακῆς οὐλομένης τε νόσου. οὐκ ἤρκει πέτρη, τρῦχος, λύθρον, ἕλκος, ἀνίη· ἀλλὰ καὶ ἐν χαλκῷ τὸν πόνον εἰργάσατο.
佚名诗人,题同一画像 塑造我的工匠是比达奈人更甚的宿敌,是另一个奥德修斯, 他让我再度回想起那恶毒而致命的痼疾。 难道岩石、破布、脓血、创伤与苦难还不够么? 他竟然在青铜之中也烙下了这份折磨!
Julianus εἰς τὸν αὐτόν οἶδα Φιλοκτήτην ὁρόων, ὅτι πᾶσι φαείνει ἄλγος ἑόν, καὶ τοῖς τηλόθι δερκομένοις. ἄγρια μὲν κομόωσαν ἔχει τρίχα· δεῦρʼ ἴδε κόρσης χαίτην τρηχαλέοις χρώμασιν αὐσταλέην· δέρμα κατεσκληκὸς δὲ φέρει καὶ ῥικνὸν ἰδέσθαι, καὶ τάχα καρφαλέον χερσὶν ἐφαπτομέναις· δάκρυα δὲ ξηροῖσιν ὑπὸ βλεφάροισι παγέντα ἵσταται, ἀγρύπνου σῆμα δυηπαθίης.
尤利安,题同一人物 凝视菲洛克忒忒斯,我便知晓,他向所有人,哪怕远望之人,显露着自身的痛苦。 他头发蓬乱丛生;且看这里,粗粝色泽勾勒出两鬓干枯的乱发; 他皮肉干瘪,望之枯皱,抚触之手或许只觉干燥; 眼泪凝结在干涸的双睑之下,成为无眠苦痛的明证。
Cosmas Indicopleustes εἰς Πύρρον μέλλοντα σφάξαι τὴν Πολυξένην Πύρρος ἐγώ· σπεύδω δὲ πατρὸς χάριν ἡ δὲ κυνῶπις Παλλάδα κικλήσκει, γνωτὸν ἔχουσα Πάριν.
科斯马斯·因迪科普劳斯忒斯,题皮洛斯欲杀波吕克塞娜 我是皮洛斯,为了告慰父亲而刻不容缓;但这恬不知耻的女人明知帕里斯是其同胞,却口呼帕拉斯庇佑。
Flavius Claudius Julianus Imperator εἰς Χείρωνα τὸν ἱπποκένταυρον Ἀνδρόθεν ἐκκέχυθʼ ἵππος· ἀνέδραμε δʼ ἱππόθεν ἀνήρ, ἀνὴρ νόσφι ποδῶν, κεφαλῆς δʼ ἄτερ αἰόλος ἵππος· ἵππος ἐρεύγεται ἄνδρα, ἀνὴρ δʼ ἀποπέρδεται ἵππον.
皇帝弗拉维乌斯·克劳狄乌斯·尤利安,题半人马喀戎 人躯流淌出骏马,马身跃升出男儿: 无足之人,无首之杂色骏马; 马吐出男人,男人泄出骏马。
Euodus εἰς τὸν αὐτόν ἵππος ἔην ἀκάρηνος, ἀνὴρ δʼ ἀτέλεστος ἔκειτο, ὅν γε Φύσις παίζουσα θοῷ ἐνεκέντρισεν ἵππῳ.
欧俄多斯,题同一人物 原有一匹无头之马,卧着一个未全之人; 戏谑的自然,将这男子嫁接在疾驰的骏马之上。
Cornelius Long(in)us εἰς Κυναίγειρον οὔ σε, μάκαρ Κυνέγειρε, τοὶ ὡς Κυνέγειρον2 ἔγραψε Φᾶσις, ἐπεὶ βριαραῖς ἄνθετο σὺν παλάμαις· ἀλλὰ σοφός τις ἔην ὁ ζωγράφος, οὐδέ σε χειρῶν νόσφισε, τὸν χειρῶν οὕνεκεν ἀθάνατον.
科涅利乌斯·隆吉努斯,题库涅盖洛斯 福庇的库涅盖洛斯啊,法西斯并未如传闻中那般将你画成断臂的库涅盖洛斯,而是为你画上了孔武的双臂; 那位画师委实聪慧,未曾剥夺你的双手——因你正是凭借双手而获不朽。
Paulus Silentiarius εἰς τὸν αὐτόν Μηδοφόνους μὲν χεῖρας ὑπὲρ γαμψοῖο κορύμβου ναὸς ἀπορνυμένης ἐξέταμον κοπίδες, ἁνίκα που, Κυνέγειρε, φυγάς ποτε φορτὶς ἐκείνα ὥσπερ ἀπʼ εὐναίας εἴχετο σᾶς παλάμας. ἀλλὰ καὶ ὣς ἀπρὶξ δόρυ νήιον ἀμφιδακοῦσαι, ἄπνοον ὡμάρτευν τάρβος Ἀχαιμενίοις· καὶ τὰς μέν τις ἀνὴρ ἕλε βάρβαρος· ἁ δέ γε χειρῶν νίκα Μοψοπίοις μίμνε παρʼ ἐνναέταις.
保卢斯·席棱提阿利乌斯,题同一人物 在启航敌舰弯曲的船尾之上,利刃斩断了你屠戮米底人的双手, 库涅盖洛斯啊,当时那艘逃亡的货船仿佛被你这双锚一般的巨掌死死拽住。 然而即便如此,〔那双手〕仍死死咬住船木,作为无生命的惊怖追随着阿契美尼德人; 虽然蛮族夺走了这双手,但双手的胜利却永驻于莫普索庇亚的城民之中。
Posidippus εἰς στήλην Ἀλεξάνδρου τοῦ Μακεδόνος Λύσιππε, πλάστα Σικυώνιε, θαρσαλέη χείρ, δάιε τεχνίτα, πῦρ τοι ὁ χαλκὸς ὁρῇ,3 ὃν κατʼ Ἀλεξάνδρου μορφᾶς χέες. οὐκέτι μεμπτοὶ Πέρσαι· συγγνώμη βουσὶ λέοντα φυγεῖν.
波塞狄普斯,题马其顿亚历山大立柱雕像 西库昂的雕塑家吕西普斯啊,大胆的妙手,精绝的匠人:你倾注在亚历山大形骸上的青铜,眼中宛若喷射出烈火! 波斯人再也不应受责备了:牛群逃避猛狮,原是情有可原。
Archelaus εἰς τὸν αὐτόν τόλμαν Ἀλεξάνδρου καὶ ὅλαν ἀπεμάξατο μορφὰν Λύσιππος· τίνʼ ὁδὶ χαλκὸς ἔχει δύναμιν; αὐδασοῦντι δʼ ἔοικεν4 ὁ χάλκεος ἐς Δία λεύσσων· γᾶν ὑπʼ ἐμοὶ τίθεμαι· Ζεῦ, σὺ δʼ Ὄλυμπον ἔχε.
阿尔刻拉俄斯,题同一人物 吕西普斯淋漓尽致地刻画出亚历山大的勇魄与周身形姿; 这青铜蕴含着何等的神威! 铜铸的王者仰望宙斯,仿佛正开口倾诉: “我将大地置于脚下;宙斯啊,你且保有你的奥林匹斯。”
Anonymi Epigrammatici εἰς τὸν αὐτόν αὐτὸν Ἀλέξανδρον τεκμαίρεο· ὧδε τὰ κείνου ὄμματα, καὶ ζωὸν θάρσος ὁ χαλκὸς ἔχει· ὃς μόνος, ἣν ἐφορῶσιν ἀπʼ αἰθέρος αἱ Διὸς αὐγαί, πᾶσαν Πελλαίῳ γῆν ὑπέταξε θρόνῳ.
佚名诗人,题同一人物 认出这正是亚历山大本人吧:这里有他的双眸,青铜蕴藉着鲜活的勇烈; 唯有他一人,将宙斯神光自苍穹所俯瞰的一切大地,尽皆降伏于佩拉的王座之下。
- 16.110οὗ καὶ τειρομένοιο
关系代名词 οὗ 指代先行词忒勒福斯,与分词 τειρομένοιο 共同构成属格绝对独立结构(“甚至当他备受折磨之时”)。虽然从语法上亦可视为动词分词 περιπτώσσοντες 所支配的宾格性/从属性属格(“畏缩于他”),但连词 καί 的存在提示此处应读作表让步的独立分词从句,用以衬托其威慑力。
- 16.117τοὶ ὡς Κυνέγειρον
短语 τοὶ ὡς 带有一定的文法疑难,通常理解为指代众人传闻中的形象(“并非如传言中那般[失去双手的]库涅盖洛斯”)。否定词 οὔ 否定的是将其描绘为残疾英雄的流行形象,与后文的 ἐπεὶ βριαραῖς ἄνθετο σὺν παλάμαις(“因他描绘了你强健的双臂”)形成鲜明对比。
- 16.119πῦρ τοι ὁ χαλκὸς ὁρῇ
ὁρῇ 为动词 ὁράω 的现在直陈式第三人称单数形式(即 ὁρᾷ)。此处接内宾格 πῦρ(“眼含烈火/喷吐火光”),是一种高度诗意化的用法,形象地描摹出青铜雕像目光中所流露出的威烈锐气。
- 16.120αὐδασοῦντι δʼ ἔοικεν
αὐδασοῦντι 是动词 αὐδάω(或方言形态 αὐδάζω)的将来时分词阳性单数与格。受动词 ἔοικεν(“似乎/像是”)支配,将来时分词生动地传达出青铜像“正欲开口陈词/呼之欲出”的生动意态。
