- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:16.96-16.108
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一组题咏艺术作品(雕像与画作)的短诗,涉及赫拉克勒斯的各项功业与形象(捕获牝鹿、降伏安泰俄斯、沉醉状态、遭遇忒俄达玛斯、被厄罗斯缴械等),以及忒修斯制服马拉松公牛、卡帕纽斯攻城、浴场中的青铜伊卡罗斯雕像等题材。
Anonymi Epigrammatici τί πρῶτον, τί δʼ ἔπειτα φρεσίν, τί δὲ λοίσθιον ὄσσοις θαυμάσομαι τέχνης ἀνέρος ἠδʼ ἐλάφου; ὧν ὁ μὲν ἰξύι θηρὸς ἐπεμβεβαὼς γόνυ βρίθει,1 εὐπτόρθων παλάμαις δραξάμενος κεράων· ἡ δʼ ὑπὸ χάσματι πολλὰ καὶ ἄσθματι φυσιόωσα γλώσσῃ σημαίνει θλιβομένην κραδίην. Ἥρακλες, γήθησον, ὅλη κεμὰς ἄρτι τέθηλεν οὐ κέρασιν μούνοις, ἀλλὰ τέχνῃ χρυσέη.
佚名诗人 在这关于男子与牝鹿的技艺造物中,我该首先在心中赞叹什么,接着赞叹什么,最后又该用双眼凝视什么? 二者之中,男子跨立于野兽的腰胯之上,以膝盖重重压下,双手抓紧了分枝秀丽的鹿角; 而牝鹿张着大口,在粗重的喘息中呼哧吐气,用舌头显露出被压迫窒息的心胸。 赫拉克勒斯啊,欢欣吧!整头牝鹿如今焕然生辉,不仅在于鹿角,更凭技艺而通体金黄。
Anonymi Epigrammatici χαλκὸν ἀποιμώζοντα τίς ἔπλασε; τίς δʼ ὑπὸ τέχνας καὶ πόνον ἐν μορφᾷ καὶ θράσος εἰργάσατο; ἔμψυχον τὸ πλάσμα· καὶ οἰκτείρω μογέοντα, καὶ φρίττω κρατερὸν τὸν θρασὺν Ἡρακλέην· Ἀνταῖον γὰρ ἔχει πεπονημένον ἐκ παλαμάων ἰδνωθεὶς δὲ δοκεῖ καὶ στοναχὰν ἱέναι.
佚名诗人 谁铸造了呻吟哀叹的青铜?谁又凭借技艺,在同一形貌中兼具了痛苦与英武? 这尊雕塑栩栩如生:我既怜悯那受难之人,又对强悍果敢的赫拉克勒斯肃然起敬; 因为他双手紧抱被折磨得精疲力竭的安泰俄斯,而屈身弯折的安泰俄斯似乎正发出痛苦的呻吟。
Anonymi Epigrammatici εἰς Ἡρακλέα μεθύοντα οὗτος ὁ νῦν ὕπνῳ βεβαρημένος ἠδὲ κυπέλλῳ, Κενταύρους νήφων οἰνοβαρεῖς ὄλεσεν.
佚名诗人,题醉酒的赫拉克勒斯 如今这位被沉睡与酒杯压垮的男子,清醒之时曾诛灭了那些沉醉于烈酒的半人马。 佚名诗人,题同一主题
Anonymi Epigrammatici εἰς τὸ αὐτό οὗτος ὁ πανδαμάτωρ, ὁ παρʼ ἀνδράσι δωδεκάεθλος μελπόμενος κρατερῆς εἵνεκεν ἠνορέης, οἰνοβαρὴς μετὰ δαῖτα μεθυσφαλὲς ἴχνος ἑλίσσει, νικηθεὶς ἁπαλῷ λυσιμελεῖ Βρομίῳ.
这位降伏万物之人,因其刚烈勇武而在凡人中间被歌咏其十二项功业, 此刻在宴席之后因酒力沉醉,迈着踉跄失衡的脚步旋转蹒跚,被解脱四肢的柔和布洛米俄斯所击败。
Anonymi Epigrammatici εἰς εἰκόνα Λυσιμάχου βασιλέως χαίτην καὶ ῥόπαλον καὶ ἐν ὀφθαλμοῖσιν ἀταρβῆ θυμὸν ὁρῶν, βλοσυρόν τʼ ἀνδρὸς ἐπισκύνιον, ζήτει δέρμα λέοντος ἐπʼ εἰκόνι· κἢν μὲν ἐφεύρῃς, Ἡρακλέης, εἰ δʼ οὔ, Λυσιμάχοιο πίναξ.2
佚名诗人,题国王吕西马科斯的肖像画 看见那飘逸的长发、粗重的木棒、眼中无所畏惧的英魂,以及那男子严峻的眉峰, 且在画中寻觅狮皮吧:若能寻得,便是赫拉克勒斯;若无,则是吕西马科斯的木板画。
Anonymi Epigrammatici εἰς εἰκόνα Ἡρακλέους οἵῳ Θειοδάμας πρὶν ὑπήντεεν Ἡρακλῆι, τοῖον ὁ τεχνίτης τὸν Διὸς εἰργάσατο, βοῦν ἀρότην ἕλκοντα, καὶ ἀντανύοντα κορύνην· ἀλλʼ οὐ τὴν ὀλοὴν γράψε βοοσφαγίην. ναὶ τάχα Θειοδάμαντι γοήμονα χείλεσι φωνὴν ἥρμοσεν, ἧς ἀίων φείδεται Ἡρακλέης.
佚名诗人,题赫拉克勒斯的肖像画 画匠正是按照昔日忒俄达玛斯初遇赫拉克勒斯时的模样,塑造了这位宙斯之子: 他牵引着耕牛,高高举起木棒;但画匠并未绘出那场残暴的杀牛血案。 是的,或许画匠赋予了忒俄达玛斯的双唇以哀求之声,听闻此声,赫拉克勒斯才手下留情。 佚名诗人,题同一人物的另一幅肖像画
Anonymi Epigrammatici εἰς εἰκόνα ἑτέραν τοῦ αὐτοῦ οἷον καὶ Κρονίδης ἔσπειρέ σε τῇ τρισελήνῳ νυκτί, καὶ Εὐρυσθεὺς εἶδεν ἀεθλοφόρον, κἠκ πυρὸς εἰς Οὔλυμπον ἐκώμασας, ὦ βαρύμοχθε Ἀλκείδη, τοίην εἰκόνα σου βλέπομεν. Ἀλκμήνης δʼ ὠδῖνας ἔχει λίθος· αἱ δὲ μεγαυχεῖς Θῆβαι νῦν μύθων εἰσὶν ἀπιστότεραι.
正如克罗诺斯之子在三倍月光之夜播下你的种子,正如欧律斯透斯目睹你赢得各项苦难功业, 正如你从烈火中欢腾升入奥林匹斯,饱经劳苦的阿尔开得斯啊,我们如今注视着你正是这般模样的画像。 岩石承载了阿尔克墨涅的分娩阵痛;而心高气傲的忒拜,如今甚至比那些神话传说更难以令人置信。
Tullius Geminus εἰς ἄγαλμα τοῦ αὐτοῦ Ἥρακλες, ποῦ σοι πτόρθος μέγας, ἥ τε Νέμειος χλαῖνα, καὶ ἡ τόξων ἔμπλεος ἰοδόκη; ποῦ σοβαρὸν βρίμημα; τί σ’ ἔπλασεν ὧδε κατηφῆ Λύσιππος, χαλκῷ τʼ ἐγκατέμιξʼ ὀδύνην; ἄχθῃ γυμνωθεὶς ὅπλων σέο· τίς δὲ σ’ ἔπερσεν; ὁ πτερόεις, ὄντως εἷς βαρὺς ἆθλος, Ἔρως.
图利乌斯·盖米努斯,题同一人物的雕像 赫拉克勒斯啊,你巨大的木棒何在?你的涅墨亚斗篷,以及盛满利箭的箭囊又在何方? 你那慑人的怒容何在?为何吕西普斯将你塑造成如此颓丧沮丧,将痛楚融入青铜之中? 你因兵刃被夺而心怀沉痛。究竟是谁将你摧折?是那生有双翼的厄罗斯,这委实是一场沉重的功业苦役。
Philippus εἰς τὸ αὐτό Ἥρη τοῦτʼ ἄρα λοιπὸν ἐβούλετο πᾶσιν ἐπʼ ἄθλοις, ὅπλων γυμνὸν ἰδεῖν τὸν θρασὺν Ἡρακλέα. ποῦ χλαίνωμα λέοντος, ὃ τʼ εὐροίζητος ἐπʼ ὤμοις ἰός, καὶ βαρύπους ὄζος ὁ θηρολέτης; πάντα σ’ Ἔρως ἀπέδυσε· καὶ οὐ ξένον, εἰ Δία κύκνον ποιήσας, ὅπλων νοσφίσαθʼ Ἡρακλέα.
腓力,题同一主题 原来赫拉在所有功业之后所期盼的正是此事:亲眼目睹强横的赫拉克勒斯被剥除甲兵。 狮皮披风何在?肩上呼啸飞驰的利箭何在?击毙百兽的沉重木棒又何在? 厄罗斯剥去了你的一切;这也毫不奇怪,倘若他能将宙斯化作天鹅,剥夺赫拉克勒斯的武装自不在话下。
Anonymi Epigrammatici εἰς ἀνδριάντα Θησέως καὶ τὸν Μαραθωνίου ταύρου θαῦμα τέχνης ταύρου τε καὶ ἀνέρος, ὧν ὁ μὲν ἀλκᾷ θῆρα βίῃ βρίθει, γυῖα τιταινόμενος ἶνας δʼ αὐχενίους γνάμπτων, παλάμῃσιν ἔμαρψεν, λαιῇ μυκτῆρας, δεξιτερῇ δὲ κέρας, ἀστραγάλους δʼ ἐλέλιξε· καὶ αὐχένα θήρ ὑπὸ χερσὶν δαμνάμενος κρατεραῖς ὤκλασεν εἰς ὀπίσω. ἔστι δʼ ὀΐσσασθαι τέχνης ὕπο τῷδʼ ἐνὶ χαλκῷ θῆρα μὲν ἐμπνείειν, ἄνδρα δʼ ἱδρῶτι ῥέειν.
佚名诗人,题忒修斯与马拉松公牛的雕像 公牛与男子实为技艺的奇观:其中男子凭借神勇与膂力死死压制野兽,四肢紧绷; 他扭折牛颈的筋络,双手死死攥住——左手扣住鼻孔,右手握紧牛角, 扭转其踝骨;野兽颈部被强有力的双掌制服,向后颓然坐倒。 在技艺赋予的青铜之中,人们依稀可见野兽在粗重喘息,男子则浑身汗水流淌。
Anonymi Epigrammatici εἰς ἀνδριάντα Καπανέως εἰ τοῖος Θήβης Καπανεὺς ἐπεμήνατο πύργοις, ἄμβασιν ἠερίην κλίμακι μησάμενος, εἷλεν ἂν ἄστυ βίῃ καὶ ὑπὲρ μόρον. αἴδετο γάρ ῥα καὶ σκηπτὸς Κρονίδου τοῖον ἑλεῖν πρόμαχον.3
佚名诗人,题卡帕纽斯的雕像 倘若当年卡帕纽斯是带着这般气势狂暴扑向忒拜城楼,借梯子策划凌空的攀登, 他定能以蛮力夺取城池,甚至超越既定的命运。因为就连克罗诺斯之子的雷霆,面对这样一位先锋勇士亦当心存敬畏而不忍诛戮。
Julianus εἰς Ἴκαρον χαλκοῦν ἐν λουτρῷ ἱστάμενον Ἴκαρε, κηρὸς μέν σε διώλεσε· νῦν δὲ σε κηρῷ ἤγαγεν εἰς μορφὴν αὖθις ὁ χαλκοτύπος. ἀλλά γε μὴ πτερὰ πάλλε κατʼ ἠέρα, μὴ τὸ λοετρὸν, ἠερόθεν πίπτων, Ἰκάριον τελέσῃς.4
尤利安,题立于浴场的青铜伊卡罗斯像 伊卡罗斯啊,往昔蜡融致你殒命;如今铜匠却借蜡模之技使你重获形体。 切莫向着长空拍打双翼,免得你从天际坠落,将这浴池化作另一片伊卡利亚之海。
Julianus εἰς τὸ αὐτό Ἴκαρε, χαλκὸς ἐὼν μιμνῄσκεο· μηδέ σε τέχνη, μηδʼ ἀπάφῃ πτερύγων ζεῦγος ἐπωμάδιον. εἰ γὰρ ζωὸς ἐὼν πέσες ἐν πελάγεσσι θαλάσσης, πῶς ἐθέλεις πτῆναι χάλκεον εἶδος ἔχων;
尤利安,题同一主题 伊卡罗斯啊,请谨记你已是青铜之躯;莫要受技艺欺瞒,亦莫受肩头双翼的蒙蔽。 倘若活生生时你尚且坠入沧海深渊,如今化作青铜之躯,你又怎妄想展翅高飞?
- 16.96ὧν ὁ μὲν ἰξύι θηρὸς ἐπεμβεβαὼς γόνυ βρίθει
复数属格关系代词 ὧν 是以前文的 ἀνέρος ἠδʼ ἐλάφου 为先行词的部分属格,并引出下文的 ὁ μὲν ... ἡ δὲ 对举。动词 βρίθει 通常为不及物动词(沉重),此处带宾格 γόνυ,作及物动词或使役用法,意为“用膝盖重重压下”,指其将体重集中于膝部压迫野兽。
- 16.100κἢν μὲν ἐφεύρῃς, Ἡρακλέης, εἰ δʼ οὔ, Λυσιμάχοιο πίναξ
条件句“κἢν μὲν ... εἰ δʼ οὔ”的两个主句中均省略了系动词(ἐστί),构成紧凑的名词谓语句:若找到狮皮,则[画中人是]赫拉克勒斯;若无,则[此画是]吕西马科斯的肖像板绘。
- 16.106εἷλεν ἂν ἄστυ βίῃ καὶ ὑπὲρ μόρον. αἴδετο γάρ ῥα καὶ σκηπτὸς Κρονίδου τοῖον ἑλεῖν πρόμαχον.
与过去事实相反的虚拟条件句(条件从句:εἰ + 不定过去时直说语气 ἐπεμήνατο;主句:ἄν + 不定过去时直说语气 εἷλεν),句中 καὶ ὑπὲρ μόρον(“甚至超越命运”)强化了雕像所展现的气魄。其后拟人化宙斯的雷霆(σκηπτὸς),带补充不定词 ἑλεῖν,表示“哪怕宙斯的雷霆也会顾忌/羞于击杀这样的先锋”。
- 16.107μὴ τὸ λοετρὸν, ἠερόθεν πίπτων, Ἰκάριον τελέσῃς.
带有 μή 的否定虚拟语气(表禁止或防止),动词 τελέσῃς 带双宾格:τὸ λοετρὸν(直接宾语)与 Ἰκάριον(宾语补足语),意为“免得你将这浴室变作伊卡利亚海”。形容词 Ἰκάριον 兼指伊卡罗斯之名与他坠落后得名的“伊卡利亚海”,构成双关语。
