← 希腊诗选

希腊诗选 卷五

§15.39-15.40

学术赞诗与基督复活拉撒路

在伊格纳提奥斯题述其复兴语法学与研习柏拉图的两首短诗之后,文法学家科梅塔斯以荷马史诗风格的六音步诗生动叙述了拉撒路之死及基督令其复活的神迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
39

​Ignatius εἰς τὰ αὑτοῦ Ἰγνάτιος τάδε τεῦξε σοφῆς πολύιδρις ἀοιδῆς· Ἰγνάτιος τάδε τεῦξεν, ὃς ἐς φάος ἤγαγε τέχνην γραμματικὴν, λήθης κευθομένην πελάγει.

伊格纳提奥斯:题自作 伊格纳提奥斯创作了这些,深谙明智歌咏之人; 伊格纳提奥斯创作了这些,正是他将隐匿在遗忘之海的 语法之艺,引领入了光明。

​Ignatius τὰ τοῦ Πλάτωνος ἐξερευνήσας βάθη τὰ τῶν λογισμῶν ἐξερίζωσας πάθη.

伊格纳提奥斯 穷究了柏拉图的幽深奥义, 你拔除了思绪的种种情欲。

40

​Cometas Grammaticus ὁππότε Παμμεδέοντος ἐὺς πάις, ὄρχαμος ἀνδρῶν, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει, ἀσπαλιεῦσιν ἔειπε μαθητῇσιν πινυτοῖσι· “Λάζαρος ἄμμι φίλος φάος ἔλλιπεν ἠελίοιο οὔποτε, τόφρα κέκευθε τεθρήμερον ἄπλετος αἶα.”1 ἀλλʼ ἄνεὠ ˘ μὲν ἔκειτο, μεμυκὼς χείλεα σιγῇ, σῶμά τε πυθόμενος καὶ ὀστέα καὶ χρόα καλόν, ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη ἄιδόσδε κατῆλθεν, ἄρρητον δὲ φίλοισι γόον καὶ πένθος ἔθηκεν, ἐκ πάντων δὲ μάλιστα Μάρθῃ Μαρίῃ τε ὁμαίμοις αὐτοκασιγνήταις· ψυχῆς γὰρ φιλέεσκον ἀδελφεόν, ὅστις ἔκειτο μεσσόθι ἐν νεκάδεσσιν ἀκήριος, ἄψυχος αὕτως. τοῦ πότμον γοόωσαι ὀδυρόμεναί τε ἐθρήνευν, σήματος ἔκτοθι οὖσαι καὶ ἑζόμεναι περὶ τύμβῳ. ὄφρα μὲν ἠέλιος τρίτον ἤνυσεν ἦμαρ ἐς αἶαν, τόφρα δὲ κἀν νεκάδεσσιν ἐτήκετο Λάζαρος ἄπνους· ἀλλʼ ὅτε δὴ τετράτη ῥοδοειδὴς ἤλυθεν Ἠώς, καὶ τότε δὴ προσέειπε θεοῖο πάις μεγάλοιο εὐπατρίδῃσι φίλοις, οἳ πὰρ θεοῦ ἐκγεγάαντο, οἳ πέρι μὲν βουλῇ μερόπων, πέρι δʼ ἦον ἁπάντων, οὓς ἔκπαγλʼ ἐφίλησ’, ὡσεὶ θεοῦ υἷας ἐόντας, ὧν καὶ ἀπὸ γλώσσης γλυκίων μέλιτος ῥέεν αὐδὴ, καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν “ὦ φίλοι ἀγλαόθυμοι, ἐπεὶ θεὸς ἐστὶ σὺν ἄμμι, κέκλυτέ μευ πάντες τε ὅσοι θεὸν ἔνδον ἔχοιτε, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει· δεῦτʼ ἐς Βηθανίην, ὅθι Λάζαρον ἔλλιπε θυμός, σπεύσομεν ὅττι τάχιστʼ, ὄφρα κλέος ἄφθιτον ἴσχω· ἀνστῆσαι γὰρ ἔπειμι καὶ ἐξ Ἐρέβευς φίλον ἁμόν.” τὸν δʼ αὖτε προσέειπον εὐήνορες ἀγλαόθυμοι· ἴομεν, ὡς ἐκέλευσας, ἀλίγκιε πατρὸς ἑοῖο. εἶπον ὃ δʼ αὐτὸς ἔβαινε, καὶ ἡγεμόνευε μαθηταῖς. σπερχόμενοι δʼ εἵποντο μετʼ ἴχνια Παμμεδέοντος, ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδινάων, πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων ὣς εἵποντο ὄπισθε θεοῦ μεγάλοιο μαθηταί. ἀλλʼ ὅτε δὴ ῥʼ ἱκάνοντο πολυκλαύστῳ ἐνὶ τύμβῳ, καὶ τότε δὴ λίσσοντο κυλινδόμεναι παρὰ ποσσὶν Χριστὸν παμμεδέοντα κασίγνηταί τε ἔται τε· “Γουνούμεσθά σ’, ἄναξ, ὃς ὑπέρτατα δώματα ναίεις· Λάζαρον ὃν φιλέεσκες, ἐν ἔγκασιν ἤλυθεν ᾅδου· εἰ γὰρ τῇδε ἔησθα, ἄναξ νεκάδων Ἀϊδωνεὺς οὔποτʼ ἔτλη μεῖναι,2 ἐπειὴ πολὺ φέρτατος ἦσθα· ἀλλὰ καὶ ὣς ἐθέλων δύνασαι πάλιν αὐτὸν ἐγεῖραι.” καὶ τότε δὴ ὕψιστος ἀμείβετο· ποῦ ποτε κεῖται; αἳ δʼ ἄρα ὀτραλέως ἀνὰ ἠρίον ἤλυθον ἄρδην δὴ τότʼ ἐπεὶ δεῖξαν θεῷ αὐτὸν σῆμά τε λυγρόν, εἶπεν ἄρʼ· ὁρμηθέντες ἀείρατε πῶμα τάφοιο αὐτὰρ ἐπεὶ ἀνέῳκτο τάφος λυγρὸς φθιμένοιο, καὶ τότε δὴ μέγʼ ἄυσε θεὸς μέγας ἠδὲ καὶ ἀνήρ Λάζαρε, δεῦρʼ ἴθι, κλῦθι ἐμεῖο, καὶ ἔρχεο ἔξω. ὡς οὖν νεκρὸς ἄκουσε θεοῖο Λόγου φήσαντος, λυσιμελὴς ἀνέδυ, πεπεδημένος, ἔμπνους, ὀδωδώς.3 τὸν καὶ ἰδόντες ὅμιλοι ἐθάμβεον ἐν κραδίῃσιν. αὐτίκα δʼ ὑψιμέδοντα ἐκύδαινον θεὸν ἐσθλόν, καὶ κλέος ἄφθιτον ἔσχε πατὴρ μέγας υἷος ἐῆος.

文法学家科梅塔斯 万有统御者的高贵之子、众人的统领, 那位统治一切凡人与不死神明的君主, 向渔夫出身的睿智门徒们开口之时—— “我们的朋友拉撒路绝非永远离弃了 太阳的光芒;无边的大地迄今将他掩埋了四日。” 然而他默然躺卧,嘴唇因死寂而紧闭, 身躯、骸骨与姣好的肌肤尽皆腐朽, 灵魂自肢体间飞逝,坠入了哈得斯, 给亲友们带来了无尽的哀痛与悲伤, 而在众人之中,尤以同胞骨肉的姐妹 玛大与马利亚为甚; 因她们自灵魂深处挚爱着兄弟,而他此刻正躺卧在 尸骸之中,失去生机,全然没有气息。 她们哀悼其厄运,悲泣啼哭, 守在墓穴之外,环坐在坟茔之侧。 当太阳在地上行完了第三日, 在此期间,绝息的拉撒路亦在尸群中逐渐消解; 但当第四个如玫瑰般的黎明到来之时, 伟大的上帝之子便向 由神所生的高贵友人开口, 他们在凡人中足智多谋,凡事超迈众人, 他极爱他们,视同上帝之子, 从他们的舌尖亦流淌出甜逾蜂蜜的话音, 字句宛如冬日的雪片: “心怀荣耀的朋友们啊,既然上帝与我们同在, 凡心中存有上帝的人,你们当听我的话, 好让我倾吐胸中思绪所驱使的旨意: 来吧,往伯大尼去,往拉撒路灵魂离去之处, 我们当尽速前行,好让我获取不朽的荣耀; 因为我将前去,把我们的朋友从厄瑞玻斯救拔而起。” 那些勇敢而心怀荣耀之人复又对他说: “正如你所命,与你圣父同形的主啊,我们去吧。” 他们这般说了,他便亲自迈步,作门徒的先导。 他们脚步匆匆,追随着万有统御者的踪迹, 宛如成群密集的蜜蜂飞舞, 源源不断从凹陷的岩隙中新涌而出, 伟大上帝的门徒们便是这般尾随其后。 然而当他们终于抵达那饱经悲泣的墓茔之时, 姐妹与亲友们纷纷扑倒在脚下, 向万有统御的基督恳求道: “居住在至高殿宇的君王啊,我们抱膝祈求你; 你所爱的拉撒路,已坠入了哈得斯的深渊; 倘若你早在此地,尸骨的统治者哈得斯 绝不敢逗留,因你的力量远胜于他; 但即便如此,只要你愿意,你仍能将他再次唤醒。” 那时至高者回应道: “他究竟躺在何处?” 于是她们迅疾地径直登上墓冢; 当她们将他与那凄凉的墓穴指给上帝看时, 他便说道: “奋勇上前,掀开坟墓的盖石!” 待那死者凄惨的墓穴被启开之后, 伟大的上帝与人便放声高呼: “拉撒路,到这里来,听我的召呼,走出来!” 死者一听见身为上帝的道这般发话, 肢体便重获释解,虽被裹尸布捆缚,却恢复了呼吸,带着腐气走了出来。 众目睹此景,心中惊骇不已; 他们旋即赞美统御高天的仁善上帝, 伟大的圣父因其高贵的圣子而获致了不朽的荣耀。

语法注3 条
  1. 15.40οὔποτε, τόφρα κέκευθε τεθρήμερον ἄπλετος αἶα.

    行首的 οὔποτε 其修饰指向存在判断空间。此处将其视作跨行修饰前一行动词 ἔλλιπεν(“绝非永远离弃了太阳的光芒”),并与后文的 τόφρα(“在此期间/迄今”)形成对比呼应。另一种可能是将 οὔποτε 视作后一分句的否定副词(“无边的大地未曾将人掩埋达四日之久”),但联系约翰福音11章中基督宣告拉撒路并未彻底死亡(“睡着了”)的语境,将其归入前一分句限定离弃的永久性更为自然贴切。

  2. 15.40οὔποτʼ ἔτλη μεῖναι

    紧接与过去事实相反的条件从句(εἰ γὰρ τῇδε ἔησθα)的归结从句。在仿荷马史诗的拟古语体中,不定过去时直陈式 ἔτλη 未带虚拟小词 ἄν 而独立作非真实条件句的结论,这是史诗中用以表现假设结果之必然性与确定性的传统诗学惯用法。

  3. 15.40λυσιμελὴς ἀνέδυ, πεπεδημένος, ἔμπνους, ὀδωδώς.

    由四个主格补足语构成的精妙并置,以矛盾修辞法描摹拉撒路复活时的奇特状态。在史诗传统中通常用来形容“睡眠”或“死亡”的词汇 λυσιμελής(“肢体松弛/释解的”)在此被转用于形容其肢体从死硬中解脱,与紧随其后的 πεπεδημένος(“被布条捆缚的”)形成对照;而 ἔμπνους(“恢复呼吸的”)与 ὀδωδώς(“散发尸臭的”)则将生命与死亡的迹象戏剧性地并置于一身。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:15.39-15.40