← 希腊诗选

希腊诗选 卷五

§15.41-15.51

著名御者雕像与卡吕冬野猪铭诗

一组题咏君士坦丁堡赛马场著名御者(君士坦丁、波菲里乌斯、尤利安努斯、乌拉尼乌斯)雕像与荣誉的铭诗,以及一首赞美青铜卡吕冬野猪雕像栩栩如生之凶悍的铭诗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
41

​Anonymi Epigrammatici εἰς τὴν εἰκόνα Κωνσταντίνου ἡνιόχου χάλκεος οὐκ ἔστης βιόων ἔτι, Κωνσταντῖνε· ἀντὶ γὰρ εὐκλείης ἤρκεσε βασκανίη. ὡς δὲ θάνες, τότε δή σε πόλις ξύμπασα γεραίρει οἷς δύναται τί δὲ σῆς ἄξιον ἱπποσύνης;

无名氏:题御者君士坦丁之像 君士坦丁啊,你在生前并未能化为青铜之躯伫立; 因为嫉妒阻断了你的荣耀。 然而当你死去,整座城邦方才竭尽所能地 向你致敬;但又有什么能配得上你的御车之术?

​Anonymi Epigrammatici ἐξότε Κωνσταντῖνος ἔδυ δόμον Ἄϊδος εἴσω, ᾤχετο σὺν κείνῳ πᾶν κλέος ἡνιόχων.

无名氏 自君士坦丁步入哈得斯冥府的深处, 御者们的所有荣耀便随他一同逝去。

​Anonymi Epigrammatici χρύσεον ἀντʼ ἀρετῆς γέρας ἔπρεπε Κωνσταντίνῳ, οὐδένα τῆς τέχνης τοῖον ἐνεγκαμένης.1 κουρίζων νίκησεν ἀειδομένους ἐλατῆρας· γηραλέος δὲ νέους δεῖξεν ἀφαυροτέρους. ὅντινα καὶ μετὰ πότμον ἀειμνήστῳ τινὶ θεσμῷ δῆμος καὶ βασιλεὺς ἵδρυσαν ἁζόμενοι.

无名氏 作为卓越品性的报偿,一座黄金的奖赏正适于君士坦丁, 因为这项技艺未曾造就过这般卓越之人。 青春年少时,他战胜了广受传颂的御者; 及至年迈,他又显明青年人更为孱弱。 在他身故之后,依照永受铭记的法令, 民众与皇帝怀着敬畏将他立为了塑像。

​Anonymi Epigrammatici εἰς Πορφύριον τὸν ἡνίοχον Πορφύριον λήξαντα πόνων, λύσαντά τε μίτρην, καὶ πάρος ἀντʼ ἀρετῆς χάλκεον ἑσταότα, τῇδε πάλιν χαλκοῦ τε καὶ ἀργύρου ἱδρύσαντο. πρέσβυ, σὺ δὲ ξείνων ἀντιάσας γεράων, δήμου μὲν βοόωντος ἕλες παλίνορσον ἱμάσθην, ὡς δὲ δὶς ἡβήσας μαίνεαι ἐν σταδίοις.

无名氏:题御者波菲里乌斯 波菲里乌斯结束了辛劳,解下了额带, 此前他曾因其卓越品性作为青铜之躯伫立, 如今人们在此再度以青铜与白银将他树立。 长者啊,你得享了这绝妙的荣誉, 在民众的呼喊中再次执起皮鞭, 宛如重获青春一般在赛场上驰骋奋战。

45

​Anonymi Epigrammatici εἰς Ἰουλιανὸν τὸν ἡνίοχον τοῦτον Ἰουλιανόν, Τυρίης βλάστημα τιθήνης, ἡνίοχον πολλοὺς δεξάμενον στεφάνους, αὐτὸς ἄναξ καὶ δῆμος ἅπας καὶ πότνια βουλὴ ἔστησαν, κοινὴν ψῆφον ἐνεγκάμενοι. γήραϊ γὰρ σταδίων ἀπεπαύσατο· πᾶσι δὲ φίλτρον κάλλιπεν, οἷσιν ἔρως ἤνθεεν ἀντιπάλων.

无名氏:题御者尤利安努斯 这位尤利安努斯,推罗乳母所哺育之子, 赢得了众多冠冕的御者, 乃是君主亲自、全体民众以及尊贵的元老院, 投下共同的决议为他树立了塑像。 因为他因年老而退出了赛场;并在所有人心中留下了眷恋, 那些对竞技对手的爱恋正盛之人。

​Anonymi Epigrammatici εἰς Πορφύριον τὸν ἡνίοχον Πορφύριος Λίβυς οὗτος· ἀεθλοφόρων δʼ ἐπὶ δίφρων μοῦνος παντοδαποὺς ἀμφέθετο στεφάνους. νίκη γὰρ βασίλεια μεριζομένη κατὰ δῆμον, χρώμασι καὶ πέπλοις συμμετάβαλλε τύχας· ἥρμοσε δʼ αὐτὸν ἔχειν Βενέτοις πλέον, ἔνθεν ἀνέστη χρύσεος ἀντʼ ἀρετῆς, χάλκεος ἀντὶ πόνων.

无名氏:题御者波菲里乌斯 这是利比亚人波菲里乌斯;在夺魁的战车上, 唯有他一人戴上过形形色色的花冠。 因为主宰胜利的女王按党派分属, 伴随色彩与长袍变换着运势; 但让蓝党更多地拥有他最为合适;因此他在此伫立, 因其卓越而披金,因其辛劳而铸铜。

​Anonymi Epigrammatici τοῦτον Πορφύριον Λιβύη τέκε, θρέψε δὲ Ῥώμη, νίκη δʼ ἐστεφάνωσεν ἀμοιβαδόν, ἄλλοτʼ ἀπʼ ἄλλου χρώματος ἄκρα φέροντα καρήατι σύμβολα νίκης. πολλάκι γὰρ δήμους ἠλλάξατο, πολλάκι πώλους· νῦν μὲν ἐὼν πρῶτος, τοτὲ δʼ ἔσχατος, ἄλλοτε μέσσος, πάντας ὁμοῦ νίκησε καὶ ἀντιπάλους καὶ ἑταίρους.

无名氏 利比亚诞生了这位波菲里乌斯,罗马将他抚养成人, 胜利之神轮番为他加冕,使他头戴 时而来自此色、时而来自彼色的最高胜利标志。 因为他频频更换党派,频频更换马匹; 有时位列第一,有时居于末席,有时则在中间, 他将对手与同袍一并全部击败。

​Anonymi Epigrammatici εἰς Οὐράνιον τὸν ἡνίοχον ἶσον κυδαλίμοις, Φαυστινιάδῃ τε καὶ αὐτῷ Φαυστίνῳ, βασιλεὺς στῆσε παρʼ ἀμφοτέροις οὐράνιον, τῷ δῆμος ἀμετρήτους διὰ νίκας ἠγαθέου Πέλοπος θῆκεν ἐπωνυμίην. “ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον2 ” τούσδε τις εἰσορόων φθέγξεται ἀτρεκέως.

无名氏:题御者乌拉尼乌斯 作为与声名显赫的浮士提努斯之子及浮士提努斯本人平起平坐之人, 皇帝将乌拉尼乌斯树立在这两人身侧; 因其无数的胜利,民众赠予了他 神圣珀罗普斯的别名。 “神总是将相似者引向相似者”, 目睹他们的人必能道出这句确凿之言。

​Anonymi Epigrammatici σοὶ καὶ ἀεθλεύοντι μόνῳ, λήξαντὶ τʼ ἀέθλων τοῦτο γέρας Νίκη δὶς πόρεν, Οὐράνιε, δήμου ἀπʼ ἀμφοτέροιο· σὺ γὰρ πάρος ἐν Βενέτοις μὲν εἴκοσι κυδίστων στέμμα φέρεις ἐτέων. παύσαο δʼ ἱπποσύνης· Πρασίνων δέ σε δίζετο δῆμος· τοῖσδε σὺ μὲν νίκην, οἳ δʼ ἄρα σοὶ τὸ γέρας.

无名氏 乌拉尼乌斯啊,无论在竞技争锋之时还是竞技停歇之后, 胜利之神唯独两次将此荣誉赋予了你, 且来自两个党派;因为此前在蓝党之中, 你承载着二十载辉煌岁月的冠冕。 你停下了御车,但绿党的民众寻觅着你; 你为他们带来了胜利,而他们则为你献上了荣耀。 无名氏

50

​Anonymi Epigrammatici ὤφελες ὅπλα φέρειν,3 οὐ φάρεα ταῦτα κομίζειν, ὡς ἐλατὴρ τελέθων, καὶ πολέμων πρόμαχος. εὖτε γὰρ ἦλθεν ἄνακτος ὀλεσσιτύραννος ἀκωκή, καὶ σὺ συναιχμάζων ἥψαο ναυμαχίης· καὶ διπλῆς, πολύμητι, σοφῶς ἐδράξαο νίκης, τῆς μὲν πωλομάχου, τῆς δὲ τυραννοφόνου.

你本该手执兵刃,而非穿着这般袍服, 因为你身为驾车之人,亦是战阵中的先锋。 当君主诛灭暴君的矛头降临之际, 你也同举长矛投身于海战之中; 足智多谋之人啊,你巧妙地夺得了双重的胜利: 一重来自战车的驰骋,一重来自对暴君的诛灭。

​Archias εἰς τὸν Καλυδώνιον σῦν χάλκεος, ἀλλʼ ἄθρησον ὅσον θράσος ἄνυσε κάπρου ὁ πλάστας, ἔμπνουν θῆρα τυπωσάμενος, χαίτας αὐχενίους πεφρικότα, θηκτὸν ὀδόντα βρύχοντα, γλήναις φρικτὸν ἱέντα σέλας, ἀφρῷ χείλεα πάντα δεδευμένον· οὐκέτι θάμβος, εἰ λογάδα στρατιὴν ὤλεσεν ἡμιθέων.4

阿尔基亚斯:题卡吕冬野猪 它是青铜铸就的;然而且看雕塑家如何展现了野猪的无尽凶悍, 塑造出这一具有生命的猛兽: 颈项的鬃毛倒竖,磨利的獠牙 切齿作响,双目射出可怖的凶光, 满唇浸透了白沫;即便它消灭了 半神英雄们的精锐之师,也再无足称奇了。

语法注4 条
  1. 15.43οὐδένα τῆς τέχνης τοῖον ἐνεγκαμένης

    属格独立结构。τῆς τέχνης 作逻辑主语,分词 ἐνεγκαμένης 作谓语,οὐδένα ... τοῖον 作其宾语,表示原因(“因为该技艺未曾造就过此等人物”)。

  2. 15.48ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον

    引用荷马《奥德赛》卷17第218行的谚语格言。句首的 ὡς 是感叹副词(“多么……”),第二处 ὡς 则用作介词(相当于 πρός + 宾格,“去往……”),意为“神总是将相似者引向相似者”。

  3. 15.50ὤφελες ὅπλα φέρειν

    由 ὤφελον(此处为第二人称不定过去时 ὤφελες)加不定词(φέρειν)构成的反事实愿望表达,用于表示过去未实现的情状(“你本该执掌兵刃[而实际上却穿着御者服饰]”)。

  4. 15.51οὐκέτι θάμβος, εἰ λογάδα στρατιὴν ὤλεσεν ἡμιθέων

    主句省略系动词 ἐστί(即 οὐκέτι θάμβος [ἐστί]),后接引出判断原因的 εἰ 条件从句(搭配直陈语气不定过去时 ὤλεσεν),意为“即便它消灭了半神英雄的精锐之师,也绝不足为奇”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:15.41-15.51