- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:15.29-15.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
收录伊格纳提奥斯自题及哀悼保罗与撒母耳的墓志铭;阿雷塔斯悼念其妹安娜与修女费布罗妮娅的诗篇;宣信者狄奥法内斯的艳情愿望短诗;以及科梅塔斯记述校订标点荷马史诗的题铭。
Ignatius Ἰγνάτιος πολλῇσιν ἐν ἀμπλακίῃσι βιώσας, ἔλλιπον ἡδυφαοῦς ἠελίοιο σέλας· καὶ νῦν ἐς δνοφερὸν κατακεύθομαι ἐνθάδε τύμβον, οἴμοι· ψυχῇ μου μακρὰ κολαζόμενος. ἀλλά, κριτὰ ʽβροτός εἰμι, σὺ δʼ ἄφθιτος ἠδʼ ἐλεήμωνʼ, ἵλαθι, ἵλαθί μοι ὄμματι εὐμενέι.
伊格纳提奥斯 伊格纳提奥斯在诸多罪愆中度过了一生, 离弃了太阳甜美照耀的光华; 如今我被深藏于此处的幽暗墓穴, 哀哉,在灵魂中承受着长久的刑罚。 然而,审判者啊——“我是凡人,而你不朽且满有怜悯”—— 垂怜吧,以仁慈的目光垂怜于我。
Ignatius εἰς Παῦλον μοναχόν σῶμα μέν, οὐκ ἀρετὴν ὅδε τύμβος νέρθε κέκευθε κεδνοῦ Παύλοιο· ὥστε γὰρ ἠελίου τοῦδὲ γʼ ἀπαστράπτουσιν ἀριπρεπέες λόγοι αἴγλῃ, ἠδʼ ἀρετῆς κάματοι εὖχος ἔχουσι μέγα. εἴκοσιν ἐς λυκάβαντας ἰδὲ τρισὶν ἤρκεσε γαίῃ,1 ζήσας δʼ αὖ λογικῶς ἐσθλὸν ἔδεκτο τέλος.
伊格纳提奥斯:题修士保罗 这座坟墓在下方隐匿了高贵的保罗的躯体, 却未曾隐匿他的美德;因正如这太阳的 光彩一般,他卓著的言行赫赫闪耀, 而他美德的劳苦享有崇高的荣耀。 他在尘世度过了二十又三个春秋, 依循理性而活,迎来了善美的终局。
Ignatius εἰς Σαμουὴλ διάκονον τῆς μεγάλης ἐκκλησίας ἱερὸς ἐν λαγόνεσσι Σαμουὴλ κεύθεται γαίης, πάντα λιπὼν βιότου, ὅσσα περ εἶχε, θεῷ· καὶ νῦν εὐσεβέων εἰσέδραμε φαίδιμον αὐλὴν, δόξαν ὑπὲρ μεγάλων ληψόμενος καμάτων.
伊格纳提奥斯:题大教堂执事撒母耳 神圣的撒母耳被深藏于大地的怀抱, 将尘世间所拥有一切,尽数留给了上帝; 如今他奔入了虔敬者光辉的殿院, 将因其巨大的劳苦而领受荣耀。
Arethas γεγονότος δὲ καί ʽἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ἐπὶ τῇ ἰδίᾳ, ἀδελφῇ εἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος, λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος, ἀλλὰ γʼ ἄρʼ ἤρκεσε λύσσῃ ἑῆς κακότητος ὁ δαίμων πᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτὴν θῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ, οὐδʼ ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον, ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς· τῷ γέ με πένθος ἄτλητον μαλερῷ τηκεδόνος δάμασε πυρσῷ. τρεῖς πρὸς ἐείκοσ’ ἐποιχομένην ἐνιαυτοὺς ἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθλης ἡμετέρης· ἔνθʼ ὕφηνον γενετῆρες ἅπασι γηραλέοι θρῆνον τιλλόμενοι πολιήν, καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννης μνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης.
阿雷塔斯:曾任卡帕多细亚凯撒利亚大主教者,题其胞妹 纵然迅疾的命运熄灭了我生命的明灯, 夺去了我们火炬的光辉, 然而那恶灵凭其恶毒的狂暴,已足以 使我整个人生成为可憎的悲苦: 就在我的乳房初初隆起之时,他便使我成了寡妇, 我也未曾得见可爱的孩童嬉戏, 成为双亲怀抱中甜蜜的欣悦;因此难以忍受的悲痛 以消耗之病的烈火将我击垮。 正当我迈向二十三岁之时, 这座接纳我们家族的宾客之墓收留了我; 在那里,年迈的双亲撕扯着白发, 为所有的人织就挽歌, 高贵的兄弟们成群叹息, 依依追怀着安娜明丽绝伦的容颜。
Arethas εἰς τὴν αὐτήν τὸ σεμνὸν ἦθος,2 τὴν φιλάνθρωπον χάριν, τὸ πρὸς τεκόντας τοῦ τρόπου πειθήνιον ʽἁἰδὼς γὰρ ἦγεν ὡς διδάσκαλος μέγας παρών̓, τὰ λαμπρὰ τοῦ γένους γνωρίσματα, καὶ τὰς φιλάνδρους ἐνστάσεις πρὸς τὴν φύσιν κλονοῦσαν ἀστήρικτα χηρείας βίᾳ, ἀντεμπλοκῇ δὲ κρειττόνων ἡττωμένην ʽἁ̓φʼ ὧν τὰ φαιδρὰ στέμματα πρὸς ἀξίαν μόνανδρον ἐκλάμποντἁ τὴν παρρησίαν Ἄννης ἀμαυροῦν οὐ δυνήσεται τάφος. πάντων γὰρ αὐτῆς οὐδαμῶς λάθοι στόμα καλὸν φερούσης νουθέτημα τῷ βίῳ εἰ δʼ οὖν, λαλήσει καὶ γραφὴ πάντων πλέον αὕτη παρʼ αὐτὸν τὸν τάφον τεθειμένη.
阿雷塔斯:题同一人 庄重的品行、仁爱的恩惠、 对生身父母性情的顺从—— 因有“羞恶之德”如伟大的导师在旁指引——, 出身门第的光辉标志, 以及深爱丈夫的坚守——面对那凭守寡的强暴 撼动不安宁本性的自然, 自然却被更高尚之事的抵拒所屈服——, 由此依照单从一夫的功德而辉映出 灿烂的冠冕——这安娜的无上美誉, 坟墓绝无法将其泯灭。 因众人的口绝不会遗忘她, 她在生命中展现了优美的垂范; 即便不然,立于这坟墓旁的文字铭刻, 也将比一切诉说得更为详尽。
Arethas εἰς Φεβρωνίαν μοναχήν Δρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶν Φεβρωνία ἑῆς σύμβολα συμπαθίης, εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησιν οὐδὲ γὰρ οὐδʼ αὐτοῦ τῆς σφετέρης ἐς ἅπαν ψυχαὶ λήθονται μεγαθύμων εὐεργείης· ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότου ἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μιν Χριστοῦ, τὸν ῥα νυὸν σεμνὸν ἕλʼ3 ἀφθορίης, λαμπάδʼ ἐλαίῳ φαιδρύνουσα φιλοπτωχείης· ἧς τόδε σῆμʼ ὕπνου γνῶθι πολυχρονίου.
阿雷塔斯:题修女费布罗妮娅 费布罗妮娅大概在幽冥之下的男人们的亡灵中, 也行了某种彰显其同情之心的善举, 若是在阴间穷人也同样需要富人的周济; 因为即便在那里,灵魂也绝不会全然忘却 慷慨之人的恩德。 然而,我们在世的岁月, 应足以将她送往基督的神圣婚房, 她已将他选为不朽的庄严新郎, 她正用济贫之油擦亮自己的明灯; 当知此墓正是她长久安眠的标记。
Theophanes Confessor εἴθε κρίνον γενόμην ἀργένναον, ὄφρα με χερσὶν ἀρσαμένη μᾶλλον σῆς χροτιῆς κορέσῃς.
宣信者狄奥法内斯 但愿我能化作一朵雪白的百合,好让你用双手 将我采撷,更加贴近你的肌肤以满足我。
Cometas Grammaticus ἀμφοτέρας, πολύμυθε, Κομητᾶς σεῖο ἀθρήσας κύρβεις γηραλέας, θῆκεν ἀειθαλέας.
文法学家科梅塔斯 长于辞藻之人啊,科梅塔斯观照了你那两部 古老的转板,使它们重新常青。
Cometas Grammaticus εἰς τὴν ὑπʼ αὐτοῦ διωρθωμένην Ὁμήρου ποίησιν σεῖο βίβλους, μεγάθυμε, Κομητάς, Ὅμηρε, δύʼ ἄρδην εὑρὼν γηραλέας, τεύξατο ὁπλοτέρας· γῆρας ἀποξύσας γὰρ ἀριπρεπέας τε βροτοῖσι πάμπαν ἔδειξε σοφοῖς, οἷσιν ἔνεστι νόος.
文法学家科梅塔斯:题其校订之荷马诗作 崇高的荷马啊,科梅塔斯将你那两部全然老旧的 卷帙搜寻齐备,使它们重获青春; 因他刮去了它们的衰老,向富有心智的 智慧凡人全然展现出它们卓绝的华彩。
Cometas Grammaticus εἰς τὸ αὐτό εὑρὼν Κομητᾶς τὰς Ὁμηρείους βίβλους ἐφθαρμένας τε κοὐδαμῶς ἐστιγμένας, στίξας διεσμίλευσα4 ταύτας ἐντέχνως, τὴν σαπρίαν ῥύψας μὲν ὡς ἀχρηστίαν, γράψας δʼ.ʼ ἐκαινούργησα τὴν εὐχρηστίαν. ἐντεῦθεν οἱ γράφοντες οὐκ ἐσφαλμένως μαθητιῶσιν, ὡς ἔοικε μανθάνειν.
文法学家科梅塔斯:题同一主题 科梅塔斯发现荷马的典籍 残损不全且毫无标点, 我便为之加注标点,巧妙地精雕细琢, 将朽烂之处作为无用之物拂去, 而通过抄写,我更新了它们的效用。 自此书写者们不会有失误地 渴求学习,恰如理应学习的那样。
- 15.30ἤρκεσε γαίῃ
动词 ἀρκέω 搭配与格 γαίῃ,意为“在尘世度过了……(对大地而言已足)”,指其在世寿命为二十三年,与后句“依照理性而活,迎来了善美的终局”相呼应。
- 15.33τὸ σεμνὸν ἦθος
这一长串宾格短语(τὸ σεμνὸν ἦθος、τὴν φιλάνθρωπον χάριν、τὸ ... πειθήνιον、τὰ λαμπρὰ ... γνωρίσματα、τὰς φιλάνδρους ἐνστάσεις 以及 τὴν παρρησίαν)统统作后文不定式 ἀμαυροῦν(主语为 τάφος)的复合宾语,中间插入了长篇插入句与分词分句,构成长跨度的语序离隔结构。
- 15.34τὸν ῥα νυὸν σεμνὸν ἕλʼ
阳性宾格关系代词 τὸν(带语气助词 ῥα)指代先行词 Χριστοῦ,作 ἕλʼ(εἷλε)的直接宾语,主语则是与后文阴性主格分词 φαιδρύνουσα 一致的费布罗妮娅:“她将他选为庄严的新郎(νυόν)”。古典希腊语中 νυός 原指儿媳或新妇,此处属拜占庭诗歌的转用,搭配阳性形容词 σεμνόν 作“新郎”(νυμφίος)解。
- 15.38στίξας διεσμίλευσα
诗篇开头分词从句 εὑρὼν Κομητᾶς 为第三人称,而主要动词 διεσμίλευσα 与随后的 ἐκαινούργησα 骤然转为第一人称单数,这种人称转换体现了作者对自身校勘劳作直接自述的修辞手法。
