- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:15.1-15.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本组短诗记述了绘画与诗篇的真伪、马尔基安努斯重修缪拉城墙、殉道者与尼西亚萨凯尔多斯祭司家族的墓碑铭、对提奥多西皇帝的赞颂、海难悲剧以及林多斯对雅典娜的橄榄奉献。
Anonymi Epigrammatici εἰς τὸ ποιημάτιον Ἰωάννου Γραμματικοῦ Ζωοτύπος τόλμησεν ἃ μὴ θέμις εἰκόνι γράψαι, εὐεπίη δʼ ἐτέλεσσε φύσιν ψευδήμονα κόσμου, ἐγγὺς ἀληθείης τε· γραφὴ δʼ ἐψεύσατο πάντα.
佚名短诗诗人:题语法学家约翰的小诗 画像画师胆敢在图画中描绘那本不合宜之物, 而优美的辞章成就了对世界虚幻本质的刻画, 虽切近真实,然而绘画之笔全盘皆妄。
Anonymi Epigrammatici εἰς τὴν πόλιν τῶν Μύρων τῆς Λυκίας Καλλιχόρου τόδε τεῖχος ἀνηέξησε πόληος Μαρκιανὸς σκηπτοῦχος, ὑπʼ ἐννεσίῃσιν ὑπάρχου Παλλαδίου, θεσμοῖς τε περίφρονος Ἀρτεμεῶνος· ἡ δὲ πόλις παλίνορσον ἑὸν χρόνῳ εὕρατο μέτρον.
佚名短诗诗人:题吕基亚的缪拉城 持节的马尔基安努斯扩建了这座优美舞步之城的城墙, 依循总督帕拉狄奥斯的指引, 以及明智的阿尔忒墨翁的法令; 而这座城市经由时光,重新寻回了它原有的规模。
Anonymi Epigrammatici εἰς τὸν τάφον τοῦ ἁγίου Νικάνδρου ἑπτά με καὶ δέκα παῖδʼ ἐτέων ἀκέραιον, ἄχραντον, Νίκανδρον πιστὸν μάρτυρα θῆκε θεός.
佚名短诗诗人:题圣尼坎德罗之墓 十七岁年纪、纯真无瑕的我这少年, 尼坎德罗,神明立我为忠诚的殉道者。 佚名短诗诗人:题尼西亚湖畔方尖碑上的墓志铭
Anonymi Epigrammatici ἐπιτύμβιον ἐν Νικαίᾳ πλησίον τῆς λίμνης ἐν τῷ ὀβελίσκῳ Αὔχησον, Νίκαια, τὸν οὐρανομάκεα τύμβον, καὶ τὰν ἀελίῳ γείτονα πυραμίδα· ἃ τὸν ἐνὶ ζῳοῖς βεβοαμένον ἱεροφάνταν κρύπτει ἀμετρήτῳ σάματι θαπτόμενον. ἔστι Σακέρδωτος τόσον ἠρίον, ἔστι Σεουήρας μνᾶμα τόδʼ ᾧ γείτων οὐρανός, οὐκ ἀίδας.
尼西亚啊,夸耀这高耸齐天的坟茔, 以及与太阳为邻的金字塔吧; 它掩藏着那位在生者中久负盛名的密仪祭司, 安葬在无可计量的纪念碑之下。 如此宏大的冢丘属于萨凯尔多斯;这是塞维拉的 纪念碑,其邻人乃是上天,而非冥府。
Anonymi Epigrammatici οὐράνιον τὸ μνᾶμα καὶ ἁ χρυσήλατος ἀκτὶς ἀνδρός, ἴσον βιότῳ καὶ τάφον εὑραμένου,1 ἄστροις γειτονέοντα· φέρει δʼ ὅσον οὔτινα τύμβος ἀνέρα, τὸν τελετᾶς οὐρανίδος ζάκορον, τὸν πάτραν ἐριποῦσαν ἀπὸ χθονὸς ὑψώσαντα, τὸν φρενὸς ἢ γλώσσας ἄκρα λαχόντα γέρα· ᾧ πέρι δηρίσαντο καὶ ἁ νέκυν ἐν πυρὶ θεῖσα Ἀτθίς, χἀ κόλποις ὀστέα δεξαμένα.
佚名短诗诗人 这高入云天的纪念碑与锤金的光柱, 属于那位寻得了与生前功业相配之墓、 与星宿为邻的人。坟茔承载着举世无双的男儿, 上天密仪的奉侍者, 他将倾塌的祖国从大地上重新扶起, 获得了智力与口才的至高荣耀; 为了他,将遗体付之一炬的阿提卡, 与在怀抱中接纳骸骨的故土曾相互争执。
Anonymi Epigrammatici τοῦτο Σακέρδωτος μεγάλου μέγα σῆμα τέτυκται παμφαές, Ἀσκανίης ἄστρον ἐπιχθόνιον, ἀκτίνων ἀντωπὸν ὁ δʼ ἥσυχος ἔνδοθι δαίμων κεῖται, ὁ καὶ πάτρῃ δεξιτερὴν τανύσας κεκλιμένῃ, καὶ στέμμα περὶ κροτάφοισιν ἀνάψας ἱερὸν ἐκ πατρὸς παιδὶ νεαζόμενον2 ὃν πάτρη μὲν ἔδεκτο φίλον νέκυν, ἥγνισε δʼ Ἀτθὶς πυρκαϊῇ, σέβεται δʼ Ἑλλὰς ἅπασα πόλις.
佚名短诗诗人 这宏大而普照光芒的丰碑乃是为伟大的萨凯尔多斯所筑, 他是阿斯卡尼亚大地上的一颗明星, 与万道日光相对;而内中安卧着平静的神明般灵魂, 他曾向倾覆的祖国伸出援手, 并将父子相承、历久弥新的圣冠 戴在双鬓周围; 故土将他迎为可亲的遗体,阿提卡以烈火 使之纯净,全希腊各邦无不敬仰。
Anonymi Epigrammatici ἁ πάτρα Νίκαια, πατήρ δέ μοι ὀργιοφάντας οὐρανοῦ, αὐτάρ ἐγὼ κλαρονόμος τελετᾶς· οὗτος ὁ καὶ σεισθεῖσαν ἐμὰν πόλιν ἐξ ἀίδαο ῥυσάμενος δώροις Αὐσονίοιο Διός· θνᾴσκω δʼ Ἀσκανίας μὲν ἀπόπροθεν, ἠδʼ ἐπὶ γαίας Ἀτθίδος ἀρχεγόνου πυρκαϊᾶς ἐπέβαν. μνᾶμα δέ μοι περίσαμον ὁμώνυμος εὕρατο πάππῳ παῖς ἐμός· ἁ δʼ ἀρετὰ λεύσσει ἐς ἀμφοτέρους.
佚名短诗诗人 祖邦是尼西亚,我父乃是上天的密仪揭示者, 而我则是密仪的继承人; 正是在地震中摇摇欲坠的吾邦,他借由 奥索尼亚宙斯的厚赐将其从冥府拯救; 我虽客死于远离阿斯卡尼亚之地,却在阿提卡 古老的大地上踏上了火葬的柴堆。 与祖父同名的我的儿子,为我立下了显赫的纪念碑; 而美德注视着二人。
Anonymi Epigrammatici εἷς γάμος ἀμφοτέρων, ξυνὸς βίος, οὐδὲ θανόντων μνήμονες ἀλλήλων ἔσχον ἀποικεσίην· καὶ σ’ αἱ μὲν τελεταί τε καὶ ἄρρενος ἔργα, Σακέρδως, κηρύξει βίοτον πάντας ἐς ἠελίους· αὐτάρ ἐμὲ Σευουήραν ἀνήρ, τέκος, ἤθεα, κάλλος, τῆς πρὶν Πηνελόπης θήσει ἀοιδοτέρην.
佚名短诗诗人 二人的婚姻为一,生命同享,纵使死去, 彼此怀念的二人亦未曾异地分居。 萨凯尔多斯啊,你的密仪与男子的功业, 将在所有太阳照临的日子里宣扬你的生平; 至于我塞维拉,夫君、子嗣、德操与美貌, 必将使我比当年的珀涅罗珀更受诗歌颂扬。
Flavius Cyrus ἐγκώμιον εἰς Θεοδόσιον τὸν βασιλέα πάντα μὲν Αἰακίδαο φέρεις ἀριδείκετα ἔργα, νόσφι λοχαίου ἔρωτος· ὀιστεύεις δʼ ἅτε Τεῦκρος, ἀλλʼ οὔ τοι νόθον ἦμαρ ἔχεις δʼ ἐρικυδέα μορφήν, τὴν Ἀγαμεμνονέην, ἀλλʼ οὐ φρένας οἶνος ὀρίνει· ἐς πινυτὴν δʼ Ὀδυσῆι δαΐφρονι πᾶν σε ἐΐσκω, ἀλλὰ κακῶν ἀπάνευθε δόλων Πυλίου δὲ γέροντος ἶσον ἀποστάζεις, βασιλεῦ, μελιηδέα φωνήν, πρὶν χρόνον ἀθρήσεις τριτάτην ψαύοντα γενέθλην.3
弗拉维乌斯·居鲁士:颂提奥多西皇帝 你兼具埃阿科斯之子阿喀琉斯一切显赫的功业, 唯独没有那伏兵般的爱欲;你如透克洛斯般弯弓射箭, 却全无私生子的卑微身世;你拥有阿伽门农那般 光辉的仪容,美酒却不会扰乱你的心智; 论及明哲,我将你全然比作多智的奥德修斯, 却无丝毫奸诈诡计;犹如那位皮洛斯的老者, 陛下啊,你吐露着如蜜般甘甜的话语, 早在你目睹时光触及第三代人之前。
Anonymi Epigrammatici μάρτυρας ἐν πελάγει πόθεν εὕρομεν; εἴπατε πέτραι, εἴπατε κύματα μακρά, πόσαις ἐμάχοντο θυέλλαις. ναῦς ἐάγη, πέσεν ἱστός, ἔδυ τρόπις, ὤλετο φόρτος.
佚名短诗诗人 我们在浩瀚的大海上何处去觅见证人? 说吧,岩石啊,说吧,长长的波涛,他们曾与多少风暴搏杀。 舟楫粉碎,桅杆倾折,龙骨沉没,货物尽失。
Anonymi Epigrammatici ἐν τῷ Κάστρῳ τῆς Λίνδου εὐρὺ μὲν ἀρχαίης Λίνδου κλέος, Ἀτρυτώνην δεξαμένης ὄχθοις οὐρανίοισιν ἄκρης· μέζων δʼ αὖ κατὰ γαῖαν ἐπήρατος ἔπλετο φῆμις παρθενικῆς γλαυκῶν πλησαμένῃ χαρίτων. νῦν γὰρ Ἀθηναίης βοάᾳ θαλερὸς ἔμεν οἶκος χῶρος καρπογόνους δερκομένοις σκοπέλους·4 ἄνθεμα γὰρ τόδε λαρὸν Ἀθηναίῃ πόρεν ἱρεὺς Ἀγλώχαρτος, ἑῶν νειμάμενος κτεάνων, κρέσσων καὶ Κελεοῖο καὶ Ἰκαρίοιο κατʼ αἶαν πάμπαν ἀεξῆσαι τὴν ἱερὴν ἐλέην.
佚名短诗诗人:题林多斯城堡 古老林多斯的名声远播四方,因她在卫城的 擎天高岗上迎来了不可战胜的女神; 然而当〔她〕充满童贞女神闪耀的恩典之时, 林多斯可爱的美名在世间愈发辉煌。 因为如今,面对着眺望结果之岩石的人们, 这繁茂之所昭示着自己乃是雅典娜的居所; 祭司阿格罗卡托斯从自己的产业中分出资财, 向雅典娜献上了这份令人心悦的奉献物, 在这片土地上彻底培育神圣的橄榄树, 其功绩超越了刻勒俄斯与伊卡里俄斯。
- 15.5ἴσον βιότῳ καὶ τάφον εὑραμένου
连词 καί 在此起递进或强调作用(“寻得了与其生涯相称的坟茔”)。属格分词 εὑραμένου 与前面的 ἀνδρός 保持性数格一致。
- 15.6ἱερὸν ἐκ πατρὸς παιδὶ νεαζόμενον
中性宾格分词 νεαζόμενον 修饰前一行的 στέμμα(冠冕):“自父及子历久弥新的圣冠”,表示世袭祭司职位的世代延续。
- 15.9πρὶν χρόνον ἀθρήσεις τριτάτην ψαύοντα γενέθλην
接续词 πρίν 引导将来时直陈式(ἀθρήσεις)的罕见诗歌构文:“早在你目睹光阴触及第三代人之前”。皮洛斯的老者涅斯托尔是在晚年历经三代而显出智慧,而年轻的提奥多西皇帝在远未达到那般高龄之时便已具足同等智虑。
- 15.11δερκομένοις σκοπέλους
与格分词 δερκομένοις 作为关涉与格(“对那些注视着……的人们”)使用,支配宾格 σκοπέλους 作为其宾语,表明该地点在瞻仰者面前宣示其神圣居所的地位。
