← 希腊诗选

希腊诗选 卷五

§15.12-15.21

哲学家利奥的隐退诗与图像诗排箫

本辑包含哲学家利奥退隐自适的祈愿、关于宝座、十字架与圣母圣像的铭文、论发明棋戏的帕拉墨得斯的短诗、婚宴倾塌的悲剧叙事、帕拉达斯隐遁处世的劝诫,以及忒奥克里托斯晦涩的图像诗《排箫》。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
12

​Leo Philosophus εὖγε Τύχη με ποεῖς, ἀπραγμοσύνῃ μʼ Ἐπικούρου ἡδίστῃ κομέουσα, καὶ ἡσυχίῃ τέρπουσα· τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν; οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον, οὐ τιμάς· τιμαὶ δὲ βροτῶν ἀμενηνὸς ὄνειρος. ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος· αἰδέομαι γὰρ οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν· μισῶ Λωτοφάγων γλυκερὴν λιπόπατριν ἐδωδήν· Σειρήνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρόν· ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος, μῶλυ, κακῶν δοξῶν ἀλκτήριον ὦτα δὲ κηρῷ ἀσφαλέως κλείσας προφυγεῖν1 γενετήσιον ὁρμήν. ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην,

哲学家利奥 命运啊,你待我甚好,以伊壁鸠鲁最甜美的 恬静抚育我,以宁静取悦我; 凡人繁重劳碌的纷扰,于我何干? 我不欲财富,那盲目、反复无常的朋友, 亦不欲荣耀;凡人的荣耀不过是虚妄的梦幻。 离我而去吧,喀耳刻幽暗的洞穴;因我出身 属于上天,羞于如野兽般吞食橡实; 我憎恶食莲者甜美、抛弃故土的食物; 我拒绝塞壬那令人沉沦的可憎歌声; 我只祈求从神那里获得拯救灵魂的花朵, 那抵御邪见的莫吕;并用蜡牢牢封住 双耳,逃离生殖的冲动。 口诵此言、手书此文,愿我抵达生命的终点。

​Constantinus εἰς τὸν θρόνον αὐτοῦ εἰ μέν τις σοφός ἐσσι, ἐφέζεο· εἰ δέ γε Μούσης δακτύλῳ ἀκροτάτῳ ἀπεγεύσαο,2 πόρρω στῆθʼ ἀπʼ ἐμεῖο, καὶ ἄλλοθι δίζεο ἕδρην κλισμὸς ἐγὼ φορέων σοφίης ἐπιΐστορας ἄνδρας.

君士坦丁:题自己的宝座 若你是智者,便坐下;但若你对缪斯 仅以指尖略尝一二, 便离我远立,另寻座位; 因我是承载通达智慧之士的座榻。

​Theophanes Confessor ἀντίγραφον πρὸς ταῦτα καὶ τί γε σῆμα φέρεις ἐξαίρετον, ὦ κενεαυχές, ὅττι σοφοὺς φιλέεις μέν, ἀμούσους δʼ ἀνταπερύκεις; οὐ χρυσὸν φορέεις, οὐκ ἄργυρον, οὐκ ἐλέφαντα, ἀλλά σε τεκτονίης ἡγήτορες ἄνδρες ἔτευξαν, Καλλιόπης ἀΐδρεις καὶ ἀπευθέες Ἡφαίστοιο, πᾶσι σοφοῖς τʼ ἀσόφοις τε δορήϊον ἔμμεναι ἕδρην.

宣信者狄奥法内斯:对此的反驳 虚骄之物啊,你身带何种非凡的标志, 竟敢自称喜爱智者,而将无文之人拒之门外? 你既未穿金,未带银,亦无象牙, 不过是精于木工的匠人所造, 他们不识卡利俄珀,未蒙赫淮斯托斯指教, 造你就只为做智者与愚人通用的粗糙木椅而已。

15

​Constantinus εἰς τὸν σταυρὸν ὃν ἀνέθετο.ἐν τῇ Λίνδῳ Κωνσταντῖνος Ἰωάννου ἠδʼ Εὐδοκίης με τέκνον ἔτευξεν ἀγακλυτόν, ὃν Λίνδος μεγάλαυχος ἤνεγκε προτέρης γενεῆς προφερέστερον ἄνδρα, καὶ πιστὸν θεράποντα σκηπτούχοιο Λέοντος· ᾧ Ἀλέξανδρος ἀδελφὸς ἰδʼ υἱὸς Κωνσταντῖνος σκῆπτρα θεοστήρικτα συνεξαγέτην3 βασιλείης.

君士坦丁:题他在林多斯所奉献的十字架 约翰与欧多基亚名闻遐迩的儿子 君士坦丁造了我;骄傲的林多斯生育了他, 作为超越前代的人杰, 以及持节皇帝利奥的忠诚侍从; 利奥的兄弟亚历山大与其子君士坦丁, 同他一起执掌神所扶持的帝国权标。

​Constantinus εἰς τὸν αὐτὸν σταυρόν ἅπαν μὲν ἔργον οὐ πρὸς ἀξίαν πέλει τὴν σήν, ὑπερθαύμαστε κόσμου δεσπότι· ἔργων γὰρ ἔξω καὶ φθορᾶς τὸ σὸν κλέος· τὸ δʼ ἔργον, ὃ προσῆξέ σοι Κωνσταντίνος, ἐπάξιον πέφυκεν, εἰ δή, Παρθένε, τοῦ σοῦ τόκου τὸ σκῆπτρον εὖ διαγράφει, καὶ σαρκὸς αὐτοῦ τὸ τρισόλβιον πάθος.

君士坦丁:题同一十字架 绝无任何造作之物堪能匹配 您的尊崇,举世至奇的宇宙女主; 因您的荣耀超乎造化与朽坏之外; 然而君士坦丁向您呈献的这件器物, 生来便配得上您,贞女啊,只要它确实 妥善描绘了您圣子的权杖, 以及祂肉身受难的至福历程。

​Constantinus εἰς τὴν εἰκόνα τῆς Θεοτόκου εἰ ζωγραφεῖν τις ἤθελέν σε, Παρθένε, ἄστρων ἐδεῖτο μᾶλλον ἀντὶ χρωμάτων, ἵνʼ ἐγράφης φωστῆρσιν, ὡς φωτὸς πύλη· ἀλλʼ οὐχ ὑπείκει ταῦτα τοῖς βροτῶν λόγοις· ἃ δʼ οὖν φύσις παρέσχε καὶ γραφῆς νόμος, τούτοις παρʼ ἡμῶν ἱστορῇ τε καὶ γράφῃ.

君士坦丁:题圣母画像 贞女啊,若有人想要为您作画, 他宁当用星辰代替颜料, 好让身为光明之门的您,由诸发光体描绘; 然而这些事物并不听凭凡人的言辞驱使; 因此,凭借自然与绘画法则所提供的一切, 您由我们在此记录并描绘。

​Anonymi Epigrammatici εἰς τὴν τάβλαν ὀστέα σου, Παλάμηδες, ἔδει πρισθέντα γενέσθαι ὄργανα τῆς τέχνης τῆς ἀπὸ τοῦ πολέμου· ἐν πολέμοις γὰρ ἐὼν ἕτερον πόλεμον κατέδειξας, ἐν ξυλίνῳ σταδίῳ τὸν φιλικὸν πόλεμον.

佚名短诗诗人:题棋盘 帕拉墨得斯啊,你的骸骨本当被锯割, 化为源自战争的棋艺器械; 因你身在战争之中,却展示了另一场战争, 在那木制的竞技场上,友好的交战。

​Anonymi Epigrammatici εἴς τινα ἰατρὸν Ἀσκληπιάδην Ἀσκληπιάδης ἰατρὸς ἥρπασεν κόρην. μετὰ τὴν φθορὰν δὲ τοῦ γάμου τῆς ἁρπαγῆς ἐκάλεσε πλῆθος εἰς τὸν αὐθέντην γάμον ἀνδρῶν χορευτῶν καὶ γυναικῶν ἀθλίων· τῆς οἰκίας δὲ συμπεσούσης ἑσπέρας, πάντες κατηνέχθησαν εἰς ᾅδου δόμους, νεκροὶ δʼ ἔκειντο περὶ νεκροῖς πεπτωκότες· νυμφὼν δʼ ὁ σεμνὸς, ἐκ ῥόδων πεπλεγμένος, ἐκ τῶν φόνων ἔσταξεν αἷμα φοίνιον.

佚名短诗诗人:题某医者阿斯克勒庇阿得斯 医者阿斯克勒庇阿得斯掠夺了一名少女。 在这场掠夺婚姻的玷污之后, 他召集了一众善舞的男子与可怜的女子, 前来参加正式的婚宴; 然而傍晚房屋坍塌之际, 所有人皆坠入哈得斯的居所, 尸首枕藉相叠; 那以玫瑰编织的庄严洞房, 从屠戮中滴落出猩红的鲜血。

20

​Palladas σιγῶν παρέρχου τὸν ταλαίπωρον βίον, αὐτὸν σιωπῇ τὸν χρόνον μιμούμενος· λαθὼν δὲ καὶ βίωσον, εἰ δὲ μή, θανών.4

帕拉达斯 默然走过这多难的一生吧, 在寂静中仿效时光本身; 隐遁而生;若不能,便隐于死亡。

​Theocritus οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ, μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα, οὐχὶ Κεράσταν, ὅν ποτʼ ἐθρέψατο ταυροπάτωρ, ἀλλʼ οὗ πιλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους, οὔνομʼ ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος· ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ, ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγω· ὃς σβέσεν ἀνορέαν ἰσαυδέα παπποφόνου Τυρίαν τʼ, ᾧ τόδε τυφλοφόρων ἐρατὸν πᾶμα Πάρις θέτο Σιμιχίδας. ψυχάν, ᾇ βοτοβάμων, στήτας οἶστρε Σαέττας, κλωποπάτωρ, ἀπάτωρ, λαρνακόγυιε, χαρεὶς ἁδὺ μελίσδοις ἔλλοπι κούρᾳ, Καλλιόπᾳ, νηλεύστῳ.

忒奥克里托斯 无人之妻、持久之战的母亲, 生下了如岩石般的养母那敏捷的引导者, 不是以公牛为父者所养育的角冠者, 而是那位曾被缺〔字母〕皮的盾牌边缘灼烧心灵、名字为整体、具双重生命、 渴望麦罗普斯那由声音所生、如风般的女儿之人; 他为戴紫罗兰冠的缪斯固定了清脆的排箫, 那是火光鸣响的渴望之创痛与荣光, 他熄灭了弑祖者与提尔人同声的勇气, 盲载者们这件可爱的产业, 由西米基达斯·帕里斯献给了他。 牧群漫步者啊,萨埃泰女子之狂热, 贼父之子、无父者、方匣之胫者, 愿你满心欢喜,向那不发声的少女、 不可见的卡利俄珀, 甜美地奏响你的乐管。

语法注4 条
  1. 15.12ἀσφαλέως κλείσας προφυγεῖν

    不定式 προφυγεῖν 受前行的 εὔχομαι 支配,与前文的不定式 λαβεῖν 构成并列关系。分词 κλείσας 为主格单数阳性,与不定式的逻辑主语(说话者自身)保持一致。

  2. 15.13δακτύλῳ ἀκροτάτῳ ἀπεγεύσαο

    “以指尖品尝”为成语性表达,用以形容对学问或文艺浅尝辄止、浮于表面的了解,与真正的哲人智者形成对比。

  3. 15.15συνεξαγέτην

    第三人称双数未完成过去时。主语为与上文利奥(ᾧ)共同治理的两人,即其兄弟亚历山大与其子君士坦丁(Ἀλέξανδρος ἀδελφὸς ἰδʼ υἱὸς Κωνσταντῖνος),动词的双数形态与此二人主语呼应。

  4. 15.20εἰ δὲ μή, θανών

    省略结构:在 εἰ δὲ μή(“若非如此”,即若无法生前隐遁度日)之后,分词 θανών 承接前文 λαθὼν βίωσον 省略的动词含义,意即“那便死后再行隐遁”,构成冷峻辛辣的悖论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:15.12-15.21