← 希腊诗选

希腊诗选 卷五

§14.136-14.150

各种算术谜题与涉及历史神话的神谕诗

本篇收录了涉及砌砖工期、倒塌事故遇难人数、分核桃、根据日影与星象测算时刻、遗产分割、重物平衡与钱财互换等多种算术谜题短诗,以及关于特洛伊远征军人数、尤利安帝战功、癫痫疗法与埃勾斯求子嗣的德尔斐神谕诗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
136

​Anonymi Epigrammatici Πλινθουργοί, μάλα τοῦτον ἐπείγομαι οἶκον ἐγεῖραι, ἦμαρ δʼ ἀννέφελον τόδε σήμερον, οὐδʼ ἔτι πολλῶν χρηίζω, πᾶσαν δὲ τριηκοσίῃσι δέουσαν1 πλίνθον ἔχω. σὺ δὲ μοῦνος ἐν ἤματι τόσσον ἔτευχες· παῖς δέ τοι ἐκ καμάτοιο διηκοσίαις ἀπέληγεν γαμβρὸς δʼ αὖ τόσσῃσι καὶ εἰσέτι πεντήκοντα. τρισσαῖς συζυγίαις πόσσαις τόδε τεύχεται ὥραις;

佚名短诗诗人 制砖匠们啊,我急于盖起这座房屋,今日又是个万里无云的晴天,我所需要的砖已不再多,所有砖块中我只差三百块了。你一人在一天内便能制出这么多;你的儿子由于疲惫,做到两百块时停了下来;而女婿又制出了同等数目再加五十块。若三人合力,需多少小时能制成这些?

​Anonymi Epigrammatici δάκρυ παρὰ στάξαντες ἀμείβετε· οἵδε γὰρ ἡμεῖς, οὓς τόδε δῶμα πεσὸν ὤλεσεν Ἀντιόχου δαιτυμόνας, ἴσης τε ˘ θεὸς δαιτός τε τάφου τε τόνδʼ ἔπορεν χῶρον. τέσσαρες ἐκ Τεγέης κείμεθα· Μεσσήνης δὲ δυώδεκα· ἐκ δέ τε πέντε Ἄργεος· ἐκ Σπάρτης δʼ ἥμισυ δαιτυμόνων, αὐτός τʼ Ἀντίοχος· πέμπτου δέ τε πέμπτον ὄλοντο Κεκροπίδαι· σὺ δʼ Ὕλαν κλαῖε, Κόρινθε, μόνον.

佚名短诗诗人 请洒下一滴眼泪再行路吧;因为我们便卧于此,安条克倒塌的房屋夺去了我们这些赴宴宾客的性命,神明赐予此地,作为我们平等的筵席与平等的坟墓。我们中有四人来自忒格亚;十二人来自墨塞涅;五人来自阿尔戈斯;半数的宾客来自斯巴达,安条克本人亦在其中;刻克洛普斯的后裔折损了总数的五分之一的五分之一;而你,科林斯啊,只需单单痛哭许拉斯一人。

​Anonymi Epigrammatici Νικαρέτη παίζουσα σὺν ἡλικιώτισι πέντε, ὧν εἶχεν καρύων Κλεῖτʼ ἔπορεν τὸ τρίτον, καὶ Σαπφοῖ τὸ τέταρτον, Ἀριστοδίκῃ δὲ τὸ πέμπτον, εἰκοστὸν Θεανοῖ καὶ πάλι δωδέκατον, εἰκοστὸν τέτρατον δὲ Φιλιννίδι· καὶ περιῆν δὲ πεντήκοντʼ αὐτῇ Νικαρέτῃ κάρυα.

佚名短诗诗人 尼卡瑞忒与五个同龄的少女玩耍,将所拥有的核桃的三分之一给了克勒托,四分之一给了萨福,五分之一给了阿里斯托狄刻,二十分之一以及十二分之一给了忒阿诺,二十四分之一给了菲琳尼斯;尼卡瑞忒自己还剩下五十颗核桃。

​Anonymi Epigrammatici γνωμονικῶν Διόδωρε μέγα κλέος, εἰπέ μοι ὥρην, ἡνίκʼ ἀπʼ ἀντολίης πόλον ἥλατο χρύσεα κύκλα ἠελίου. “τοῦ δῆτοι ὅσον τρία πέμπτα δρόμοιο, τετράκι τόσσον ἔπειτα μεθʼ Ἑσπερίην ἅλα λείπει.”

佚名短诗诗人 日晷学者中负有盛名的狄奥多罗斯啊,当太阳的金轮自东方跃上穹顶之时,请告诉我时刻。“太阳已走过的行程之五分之三的四倍,便是通往西方海面所剩余的距离。”

140

​Anonymi Epigrammatici Ζεῦ μάκαρ, ἦ ῥά τοι ἔργα τάδʼ εὔαδεν, οἷα γυναῖκες Θεσσαλικαὶ παίζουσι; μαραίνεται ὄμμα Σελήνης ἐκ μερόπων ἴδον αὐτός· ἔην δʼ ἔτι νυκτὸς ἐπʼ ἠῶ δὶς τόσον ὅσσα δύʼ ἕκτα καὶ ἕβδομον οἰχομένοιο.2

佚名短诗诗人 赐福的宙斯啊,色萨利的女人们所施展的这般把戏,难道真合你心意?月亮的明眸因凡人而日渐枯萎,我亲眼看见〔此事〕;夜色向黎明流逝,剩余的时间恰是已逝时间的六分之二与七分之一之和的两倍。

​Anonymi Epigrammatici Ἀπλανέων ἄστρων, παρόδους τʼ ἐπὶ τοῖσιν ἀλητῶν εἰπέ μοι, ἡνίκʼ ἐμὴ χθιζὸν ἔτικτε δάμαρ. ἦμαρ “ἔην, ὅσσον τε δὶς ἕβδομον ἀντολίηθεν, ἑξάκι τόσσον ἔην Ἑσπερίην ἐς ἅλα.”

佚名短诗诗人 昨日我妻分娩之时,请告诉我恒星与随行行星的运转方位。“那是白昼,自东方〔所行路程〕之七分之一的两倍有多少,通往西方大海便〔余下〕其六倍。”

​Anonymi Epigrammatici ἔγρεσθʼ, Ἠριγένεια παρέδραμε· πέμπτον, ἔριθοι, λειπομένης τρισσῶν οἴχεται ὀγδοάτων.

佚名短诗诗人 醒来吧,黎明女神已经掠过;织女们啊,余下〔白昼〕的八分之三的五分之一已经逝去。

​Anonymi Epigrammatici Σύρτιος ἐν τενάγεσσι πατήρ θάνεν. ἐκ δʼ ἄρʼ ἐκείνης πέντε τάλαντα φέρων ἤλυθε ναυτιλίης οὗτος ἀδελφειῶν προφερέστατος· ἦ γὰρ ἔμοιγε δῶκεν ἑῆς μοίρης διπλάσιον τριτάτων δοιῶν, ἡμετέρης δὲ δύʼ ὄγδοα μητέρι μοίρης ὤπασεν, οὐδὲ δίκης ἤμβροτεν ἀθανάτων.

佚名短诗诗人 父亲客死于叙尔提斯的浅滩。这位兄弟中最卓越之人从那趟航程中带回了五塔兰同;因为他将自己那份的三分之二的两倍给了我,并将我们那份的八分之二赠予母亲,未曾违背不死神明的正义。

​Anonymi Epigrammatici α. ἁ βάσις ἃν πατέω σὺν ἐμοὶ βάρος ἁλίκον ἕλκει. β. χἀ κρηπὶς σὺν ἐμοὶ τόσσα τάλαντα φέρει. α. ἀλλʼ ἐγὼ οἶος ἅπαξ τὰν σὰν βάσιν ἐς δὶς ἀνέλκω. β. κἠγὼ μοῦνος ἐὼν σὰν βάσιν ἐς τρὶς ἄγω.

佚名短诗诗人 甲:我脚踏的底座连同我自己,拉起如此之重。 乙:我的底座连同我自己,亦承受着同样多的塔兰同。 甲:但我独自一人便能将你的底座一口气拉起两倍。 乙:我独自一人亦能将你的底座提升至三倍。

145

​Anonymi Epigrammatici α. δός μοι δέκα μνᾶς, καὶ τριπλοῦς σοῦ γίνομαι. β. κἀγὼ λαβὼν σοῦ τὰς ἴσας, σοῦ πενταπλοῦς.

佚名短诗诗人 甲:给我十弥那,我便是你的三倍。 乙:若我自你处拿取同等数目,我便是你的五倍。

​Anonymi Epigrammatici α. δός μοι δύο μνᾶς, καὶ διπλοῦς σοῦ γίνομαι. β. κἀγὼ λαβὼν σοῦ τὰς ἴσας, σοῦ τετραπλοῦς.

佚名短诗诗人 甲:给我两弥那,我便是你的两倍。 乙:若我自你处拿取同等数目,我便是你的四倍。

​Homerus Ὅμηρος Ἡσιόδῳ ἐρωτήσαντι, πόσον τὸ τῶν Ἑλλήνων πλῆθος τὸ κατὰ τῆς Ἰλίου στρατεῦσαν ἑπτὰ ἔσαν μαλεροῦ πυρὸς ἐσχάραι· ἐν δὲ ἑκάστῃ πεντήκοντʼ ὀβελοί, περὶ δὲ κρέα πεντήκοντα· τρὶς δὲ τριηκόσιοι περὶ ἓν κρέας ἦσαν Ἀχαιοί.

荷马:回答赫西俄德关于远征伊利昂的希腊人究竟有多少的提问 曾有七座熊熊烈火的炉灶;每座炉中有五十根烤肉叉,每根叉周围有五十块肉;而每一块肉周围,有九百名阿开奥斯人。

​Germanus χρησμὸς δοθεὶς Ἰουλιανῷ τῷ ἀποστάτῃ, ὅτε τὴν γενέθλιον ἡμέραν ἐπιτελῶν ἑαυτοῦ διῆγεν περὶ Κτησιφῶντα ἀγῶνας ἱππικοὺς θεώμενος γηγενέων ποτὲ φῦλον ἐνήρατο μητίετα Ζεύς, ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματʼ ἔχουσιν. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς μαρνάμενος πόλιας πόλιας καὶ τείχεα μακρὰ ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ, νωλεμέως δʼ ἐδάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα· ὃς ῥα καὶ ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας ὑσμίναις πυκναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας.

杰尔马努斯:赐予叛教者尤利安的神谕,当时他正在泰西封附近度过生日并观看赛马 昔日睿智的宙斯曾诛灭地生之族,那是居于奥林波斯居所的福神最痛恨之辈。罗马人如神明般的君王尤利安鏖战四方,以烈火与坚铁摧毁了短兵相接的敌人的城池与高墙,不断征服众多其他异族;他亦在密集的激战中夺取了西方阿勒曼尼人的土地,扫平了他们的原野。

​Anonymi Epigrammatici χρησμὸς δοθεὶς Τιμοκράτῃ Ἀθηναίῳ ἐρωτήσαντι περὶ ἐπιληψίας μείζονʼ ἀειράμενος κεφαλῆς ποιμνηίου εὐλὴν μηκάδος, ἀγρονόμοιο δέμας περικάββαλε μήλου, ἑρπηστὰν πολύπλαγκτον ἐϋρρήνου ἀπὸ κόρσης.

佚名短诗诗人:赐给雅典人提摩克拉忒斯关于癫痫的神谕 自羊群中咩咩啼叫的母羊头上取出一只大蛆,将这只游走爬行的虫子从良毛之羊的额头除下,掷在田间放牧的公羊身上。

150

​Anonymi Epigrammatici χρησμὸς δοθεὶς τῷ Αἰγεῖ ἐρωτήσαντι περὶ παιδοποιΐας ἀσκοῦ τὸν προὔχοντα ποδαιόνα, φίλτατε λαῶν, μὴ λῦσαι,3 πρὶν γουνὸν Ἀθηναίων ἀφικέσθαι.

佚名短诗诗人:赐给埃勾斯关于生育子嗣的神谕 众民中最受爱戴的人啊,在抵达雅典人的高地之前,切莫解开皮酒囊凸出的足口。

语法注3 条
  1. 14.136τριηκοσίῃσι δέουσαν

    分词 δέουσαν 修饰 πᾶσαν... πλίνθον,意为“缺少……”或“不足……”。与格 τριηκοσίῃσι 表差额度量(dative of measure of difference),整句意为“短缺三百块”(即离所需总数尚差三百块砖)。

  2. 14.140οἰχομένοιο

    分词 οἰχομένοιο(史诗式属格单数中性/阳性)省略了名词(如 χρόνου),指代“已消逝的(夜晚的)时间”。前接的分数表达 δύʼ ἕκτα καὶ ἕβδομον(六分之二与七分之一)表示部分,因此该属格充当部分属格(partitive genitive)。

  3. 14.150μὴ λῦσαι

    否定词 μή 与不定过去时不定式 λῦσαι 连用,未依附于主句限定动词,属于神谕诗中常见的代替祈使语气的不定式(imperatival infinitive),表示庄严的禁止(“切勿解开”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.136-14.150