- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.99-14.115
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段接续巴基斯预言普拉提亚战役的神谕结尾,收录了赐予墨涅拉奥斯与帕里斯的神谕、克莱奥布卢关于一年及其日数的谜诗、皮提亚赐予哈德良皇帝关于荷马身世的神谕,以及题葡萄干、文字拆解、镜子、梦境等各类谜语诗,并包含了赐予克罗伊索斯、阿尔基洛科斯之父及君士坦丁大帝的诸条历史神谕。
Athenaeus τὴν δʼ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ Ἑλλήνων σύνοδον1 καὶ βαρβαρόφωνον ἰυγήν, τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τε2 τοξοφόρων Μήδων, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ.
阿特纳奥斯 [请看]在热尔莫冬河与长满青草的阿索波斯河边, 希腊人的交锋与操蛮族之语者的呐喊, 当注定的日子降临时,持弓的米底亚人中, 许多人将在那里超越分配之命与死期而倒下。
Anonymi Epigrammatici χρησμὸς δοθεὶς Μενελάῳ καὶ Ἀλεξάνδρῳ τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δʼ Ἀχαιῶν, οὐ ταὐτὰ φρονέοντες ἐμὸν δόμον εἰσανέβητε, ἤτοι ὁ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν, αὐτὰρ ὁ πῶλον ἄγειν; τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ;
佚名短诗诗人赐予墨涅拉奥斯与亚历山大的神谕 你们两位国王,一位是特洛伊人的王,另一位是阿开奥斯人的王, 为何怀着不同的心思,登上了我的殿宇? 难道一人是为了寻找并发现母马的产物, 而另一人则是为了带走这匹小牝马?伟大的宙斯啊,你如今有何企图?
Cleobulus εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα· τῶν δὲ ἑκάστῳ παῖδες δὶς τριήκοντα διάνδιχα εἶδος ἔχουσαι· αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δʼ αὖτε μέλαιναι· ἀθάνατοι δὲ τʼ ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.3
克莱奥布卢 父亲只有一人,子嗣有十二位;他们之中的每一位, 各有两次三十位[共六十位]容貌各异的女儿; 一些看上去是洁白的,而另一些则是黝黑的; 她们虽是不朽之身,却全都逐渐凋零殒灭。 佚名短诗诗人出自皮提亚,致哈德良皇帝
Anonymi Epigrammatici ἐκ τῆς Πυθίας τῷ βασιλεῖ Ἀδριανῷ ἄγνωστόν μʼ ἐρέεις γενεῆς καὶ πατρίδος αἴης ἀμβροσίου Σειρῆνος·4 ἕδος δʼ Ἰθάκη τις Ὁμήρου· Τηλέμαχος δὲ πατήρ, καὶ Νεστορέη Πολυκάστη μήτηρ, ἥ μιν ἔτικτε βροτῶν πολυπάνσοφον ἄλλων.
你向我询问不朽的塞壬那未为人知的 世系与故土;但荷马的居所是某种伊萨卡; 忒勒玛科斯是他的父亲,涅斯托尔之女波吕卡斯忒是他的 母亲,她生下了他,在凡人中远比他人更为聪慧。
Anonymi Epigrammatici εἰς σταφίδα εἴ με νέην ἔλαβες, τάχα μου πίες ἐκχυθὲν αἷμα νῦν δʼ ὅτε γηραλέην μʼ ἐξετέλεσσε χρόνος, ἔσθιε τὴν ῥυσαινομένην, ὑγρὸν οὐδὲν ἔχουσαν, ὀστέα συνθραύων σαρκὶ σὺν ἡμετέρῃ.
佚名短诗诗人题葡萄干 若你在我年轻时采摘了我,或许早已饮下了我倾流的鲜血; 但如今,当时光已令我衰老, 你就咀嚼这满是皱纹、毫无水分的躯体, 将骨核连同我们的果肉一同咬碎吧。
Anonymi Epigrammatici πήρην σὴν ὀπίσω, κάλαθον χερί, τὸν τράγον ὤμοις, αἰπόλε, σῶν ἀγρῶν σύμβολα πάντα φέρεις.
佚名短诗诗人 革囊挂在背后,提篮握在手中,山羊伏在肩头, 牧羊人啊,你携带着你田野的一切标志。
Anonymi Epigrammatici εἰμὶ χαμαίζηλον ζῴων μέλος· ἢν δʼ ἀφέλῃς μου γράμμα μόνον, κεφαλῆς γίνομαι ἄλλο μέρος· ἢν δʼ ἕτερον, ζῷον πάλιν ἔσσομαι· ἢν δὲ καὶ ἄλλο, οὐ μόνον εὑρήσεις, ἀλλὰ διηκόσια.
佚名短诗诗人 我是动物匍匐贴地的肢体;但若你从我身上 去掉仅仅一个字母,我便成为头颅的另一部分; 若再去掉一个字母,我将再次成为一种动物;若再去掉一个, 你所找到的将不仅是一个,而是两百个。 佚名短诗诗人
Anonymi Epigrammatici τέσσαρα γράμματʼ ἔχων ἀνύω τρίβον ἢν δὲ τὸ πρῶτον γράμμʼ ἀφέλῃς, ἀίω· καὶ τὸ μετʼ αὐτὸ πάλιν, βορβόρῳ εὑρήσεις ἐμὲ φίλτατον· ἢν δὲ τὸ λοῖσθον αἴρῃς, εὑρήσεις ἐπίρρημα τόπου.
我带有四个字母,行完一条道路;但若你去掉 第一个字母,我就能听闻;若再去掉其后的字母, 你将发现我最喜泥淖;而若你去掉 最后一个字母,你将找到一个表示地点的副词。
Anonymi Epigrammatici λαμπάδα μὲν προέηκεν Ἔρως καὶ τόξα καὶ ἰούς, Αἰθιόπων δὲ κόνιν ἀντὶ βελῶν προχέει.
佚名短诗诗人 厄洛斯抛下了火炬、弓箭与箭羽, 倒出的不再是矢石,而是埃塞俄比亚人的尘土。
Anonymi Epigrammatici οὐδὲν ἔσωθεν ἔχω, καὶ πάντα μοι ἔνδοθέν ἐστι, προῖκα δʼ ἐμῆς ἀρετῆς πᾶσι δίδωμι χάριν.
佚名短诗诗人 我内部一无所有,而万物对我而言皆在内中; 我将我德能的无偿之恩惠赐予众人。
Anonymi Epigrammatici ἐν πυρὶ κοιμηθεῖσα κόρη θάνεν ὁ προδότης δὲ οἶνος· ὑφʼ οὗ δὲ θάνεν, Παλλάδος ἦν στέλεχος· ὁ κτείνας ναυηγός· ἐνὶ ζώοντι δὲ τύμβῳ κεῖται μεμφομένη τὰς Βρομίου χάριτας.
佚名短诗诗人 沉睡在烈火之中的少女死去了;叛卖者是 葡萄酒;而致她于死地的,是帕拉斯的树干; 凶手是海难的幸存者;在活着的坟墓之中 她横卧着,怨恨着布罗米俄斯的恩赐。
Anonymi Epigrammatici Παλλὰς καὶ Βρόμιος τε καὶ ὁ κλυτὸς Ἀμφιγυήεις, οἱ τρεῖς τὴν μούνην παρθένον ἠφάνισαν.
佚名短诗诗人 帕拉斯、布罗米俄斯与赫赫有名的瘸腿锻冶之神, 这三者消灭了那唯一的少女。
Anonymi Epigrammatici οὐδεὶς βλέπων βλέπει με, μὴ βλέπων δʼ ὁρᾷ· ὁ μὴ λαλῶν λαλεῖ, ὁ μὴ τρέχων τρέχει· ˘ ψευδὴς δʼ ὑπάρχω, πάντα τἀληθῆ λέγων.˘
佚名短诗诗人 看得见的人无一人看得见我,看不见的人却注视着我; 不语者在言说,不跑者在奔跑; 我虽虚妄不实,却道尽一切真理。
Anonymi Epigrammatici ἄγονος ἐξ ἀγόνων, βελεηφόρος, ἔμβρεφος, ἄρσις.
佚名短诗诗人 不育之物所生的不育者,携带着飞矢,腹中怀有胎儿,向上举起。
Anonymi Epigrammatici χρησμὸς δοθεὶς Κροίσῳ τῷ Λυδῷ ἀλλʼ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται, καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρʼ Ἕρμον φεύγειν, μηδὲ μένειν, μηδʼ αἰδεῖσθαι κακὸς εἶναι.5
佚名短诗诗人赐予吕底亚人克罗伊索斯的神谕 但当骡子成为米底亚人的国王之时, 就在那时,步履娇柔的吕底亚人啊,沿着多石的赫尔穆斯河, 逃跑吧,切莫停留,亦不要以充当懦夫为耻。
Anonymi Epigrammatici χρησμὸς δοθεὶς Ἀρχιλόχῳ ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις, ἔσσετʼ ἐν ἀνθρώποισιν, ὃς ἂν πρῶτός σε προσείπῃ νηὸς σῆς ἀποβάντα φίλῃ ἐν πατρίδι γαίῃ.
佚名短诗诗人赐予阿尔基洛科斯的神谕 忒勒西克勒斯啊,在凡人中你将拥有一个 不朽且受人歌颂的儿子;当你从船上 踏上心爱的祖国土地时,第一个向你致意之人便是他。
Anonymi Epigrammatici χρησμὸς δοθεὶς τῇ μητρὶ Ἀλεξάνδρου ἐν Κυζίκῳ Πέρσαι λάτριν ἐμὸν σημάντορα χειρὶ βιαίῃ ἔκτανον, οἰκεία δὲ κόνις νέκυν ἀμφικαλύπτει· τοῦ δʼ ἤν τις Φαέθοντι θοῶς λεύκʼ ὀστέα δείξῃ, οὗτός τοι Περσῶν τὸ μέγα κράτος ἔνδοθι θραύσει· κεῖται δʼ Ἀσίδος ἐντὸς ὁριζομένῃ ἐνὶ νήσῳ δάφνῃ καὶ ῥείθροισι παραὶ Πελίοιο γέροντος· φράζεο δʼ ἀνέρα μάντιν ὑφηγητῆρα κελεύθου Φωκέα, ὃς ψαμάθοισιν Ἀπαρνίδος οἰκία ναίει.
佚名短诗诗人在基齐库斯赐予亚历山大之母的神谕 波斯人以强暴之手,杀害了我的仆从、统领, 故土的尘埃覆盖着他的遗体; 若有人能迅速将他洁白的骸骨呈示给法厄同, 那人必定能自内粉碎波斯人的宏大权能; 他躺在亚细亚之内被界定的一座岛屿上, 在月桂树旁,在老迈的佩利俄斯溪流之畔; 留心一位引导道路的先知男子, 一位定居在阿帕耳尼斯沙滩之居所的福喀斯人。
Anonymi Epigrammatici Κωνσταντῖνος, ἐλθὼν ἐν τῇ Τροίᾳ πλησίον, ἠβουλήθη κτίσαι πόλιν βασιλικήν, καὶ λαβὼν τὸν χρησμὸν ἀνεχώρησεν καὶ κτίζει Κωνσταντινούπολιν οὐ θέμις ἐν Τροίης σε πάλαι τμηθέντι θεμείλῳ Ῥώμης ἱδρῦσαι νέον οὔνομα· βαῖνε δὲ χαίρων ἐς Μεγαρήιον ἄστυ Προποντίδος ἄγχι θαλάσσης, ἔνθʼ ἰχθῦς ἔλαφός τε νομὸν βόσκουσι τὸν αὐτόν.
佚名短诗诗人君士坦丁来到特洛伊附近,意欲建立一座皇都,但获此神谕后退去,并建立了君士坦丁堡 在特洛伊久已奠定之基石上,你不合礼法去 确立罗马的新名称;欢欣地前往 靠近普罗庞提斯海的墨加拉人城邦吧, 在那里,鱼类与鹿群以同一片牧场为食。
- 14.99τὴν δʼ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ Ἑλλήνων σύνοδον
受格短语 τὴν σύνοδον(交锋)作省略了的注意或省察类主干动词(如承接前文神谕的 φράζεο,“当留心/请看”)的宾语。介词短语 ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ 则标明两军交战的地点。
- 14.99ὑπὲρ λάχεσίν τε μόρον τε
介词 ὑπέρ 搭配宾格,在此作诗歌用法,意为“超越”或“违背(命运/分配之限)”,指在天定的寿数与定命之外横遭丧生。
- 14.101ἀθάνατοι δὲ τʼ ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι
分词 ἐοῦσαι 带有让步意味(“尽管是不朽的”)。全句以谜语特有的悖论修辞描述了一年中的昼夜日数(十二个月,每月各有三十个白昼与黑夜):虽岁岁循环从而永恒不灭,却又在时光流逝中日日逝去消亡。
- 14.102ἄγνωστόν μʼ ἐρέεις γενεῆς καὶ πατρίδος αἴης ἀμβροσίου Σειρῆνος
此处为双重受格结构:με(我)与中性形容词 ἄγνωστον(未知之事)同作 ἐρέεις(你询问)的宾语。属格 γενεῆς 与 αἴης 则充当与 ἄγνωστον 相关的关涉属格(关于世系与故土)。全句指哈德良向皮提亚询问荷马这“不朽的塞壬”未为人知的身世。
- 14.112φεύγειν, μηδὲ μένειν, μηδʼ αἰδεῖσθαι κακὸς εἶναι
不定词 φεύγειν、μένειν 和 αἰδεῖσθαι 均为用作祈使命令的不定词(祈使不定词),这是神谕诗体中的典型用法。充当 αἰδεῖσθαι 补足成分的形容词 κακός 与未言明的第二人称主语保持格的一致,采用主格。
