← 希腊诗选

希腊诗选 卷五

§14.86-14.98

关于库普塞洛斯与波希战争的神谕

本部分汇集了多则著名的历史神谕,包括关于科林斯库普塞洛斯僭主统治的预言、米利都沦陷、阿尔戈斯战事、格劳科斯背誓的下场、波希战争中雅典的“木墙”与斯巴达王之死预言,以及巴基斯关于萨拉米斯海战大捷的预言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
86

​Anonymi Epigrammatici Ἠετίων, οὔ τίς σε τίει πολύτιτον ἐόντα. λάβδα κύει, τέξει δʼ ὀλοίτροχον· ἐν δὲ πεσεῖται ἀνδράσι μουνάρχοισι, δικαιώσει δὲ Κόρινθον.1

佚名短诗诗人 埃埃提翁啊,你本是极可尊崇之人,却无人尊崇你。 拉布达已怀有身孕,将产下一块滚落的巨石;它将落在 独裁统治的男子们身上,并使科林斯重获公正裁决。

​Anonymi Epigrammatici χρησμός αἰετὸς ἐν πέτρῃσι κύει, τέξει δὲ λέοντα καρτερόν, ὠμηστὴν πολλῶν δʼ ὑπὸ γούνατα λύσει.

佚名短诗诗人神谕 一只鹰在岩石间怀了孕,将产下一只强悍的、 生吞活肉的狮子;他将令众人的双膝发软。 佚名短诗诗人

​Anonymi Epigrammatici ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει, Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου, αὐτὸς καὶ παῖδες, παίδων γε μὲν οὐκέτι παῖδες.

降入我殿宇的这名男子是有福的, 埃埃提翁之子库普塞洛斯,名闻遐迩之科林斯的国王, 他本人与其子嗣皆享此福,但他子嗣的子嗣却不再享有了。

​Anonymi Epigrammatici καὶ τότε δή, Μίλητε, κακῶν ἐπιμήχανε ἔργων, πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ· σαὶ δʼ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις· νηοῦ δʼ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει.

佚名短诗诗人 米利都啊,恶行的谋划者,就在那时, 你将成为众人的餐筵与辉煌的礼物; 你的妻妾们将为许多蓄长发的男子洗足; 而我们在迪杜玛的殿宇,将由他人来照管。

90

​Anonymi Epigrammatici ἀλλʼ ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα ἐξελάσῃ, καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται, πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει·2 ὥς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων· δεινὸς ὄφις ἀέλικτος ἀπώλετο δουρὶ δαμασθείς.

佚名短诗诗人 但当雌性战胜了雄性, 将其逐出,并在阿尔戈斯人中博得威名之时, 那时她必将令许多阿尔戈斯的女子双颊撕裂悲泣; 由此,后世之人终有一日亦将如此相传: “那可怖而盘曲的长蛇,已被长矛制伏而亡。”

​Anonymi Epigrammatici γλαῦκʼ Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτως, ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι. ὄμνυʼ, ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα. ἀλλʼ Ὅρκου πάις ἐστὶν ἀνώνυμος, οὐδʼ ἔπι χεῖρες οὐδὲ πόδες· κραιπνὸς δὲ μετέρχεται, εἰσόκε πᾶσαν συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα· ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.

佚名短诗诗人 埃庇居得斯之子格劳科斯啊,就眼前而言如此确更划算: 借誓言取胜并掳掠财物。 起誓吧,因为死亡同样等待着恪守誓言之人。 然而“誓约”育有一无名之子,他既无双手, 亦无双足;但他迅疾追赶,直至将 整个家族与整座屋室一并捕获消灭; 而恪守誓言之人的子嗣,在后世将更为昌盛。 佚名短诗诗人

​Anonymi Epigrammatici ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγʼ ἔσχατα γαίης δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα. οὔτε γὰρ ἡ κεφαλὴ μενεῖ ἔμπεδον, οὔτε τὸ σῶμα, οὔτε πόδες νέατοι, οὔτʼ ὦν χέρες, οὔτε τι μέσσης λείπεται, ἀλλʼ ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων πολλὰ δὲ κἆλλʼ ἀπολεῖ πυργώματα, κοὐ τὸ σὸν οἶον πολλοὺς δʼ ἀθανάτων ναοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι, δείματι παλλόμενοι· κατὰ δʼ ἀκροτάτοις ὀρόφοισιν αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκην. ἀλλʼ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δʼ ἐπικίδνατε θυμόν.

可怜的人啊,为何坐待?抛下居所,抛下那轮形之城 高耸的峰顶,向着大地的极尽处逃亡吧! 因为无论头部抑或身躯皆不能稳固立定, 最底部的足、手,乃至中间的任何部位 皆不能留存,全皆化为惨境;因为烈火 与敏捷的阿瑞斯驾驭着叙利亚出产的战车,正将它摧毁; 他将摧灭许多其他城堡,绝非仅仅你的一座; 并会将不朽诸神的许多神庙付诸烈火, 那些神殿想必如今正汗流浃背地肃立, 在恐惧中战栗;从最高处的屋顶 黑血已然倾泻,预见着灾祸的必然降临。 离去吧,走出内殿,在苦难中振作起你们的魂魄!

​Anonymi Epigrammatici οὐ δύναται Παλλὰς Δίʼ Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ· σοὶ δὲ τόδʼ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας. τῶν ἄλλων γὰρ ἁλισκομένων, ὅσα Κέκροπος οὖρος ἐντὸς ἔχει, κευθμών τε Κιθαιρῶνος ζαθέοιο, τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τʼ ὀνήσει. μηδὲ σὺ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν,3 νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσσῃ. ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν, ἤ που σκιδναμένης Δημήτερος, ἢ συνιούσης.

佚名短诗诗人 帕拉斯纵使以千言万语和周密智谋祈求, 亦无法平息奥林匹斯宙斯的怒火; 但我愿再次对你说出这坚如金刚之言: 因为当克克罗普斯的疆界内所含藏的一切、 以及圣洁的喀泰戎山之幽谷全遭陷落之时, 广瞩的宙斯准允特里托所生的女神,唯有一座木墙 得以不遭劫掠,这木墙将护佑你与你的子嗣。 切莫静坐等待自大陆涌来的骑兵 与浩大的步兵大军,而当转过身躯退避; 来日你终将再次与他们迎面对抗。 神圣的萨拉米斯啊,你必将毁灭妇人们的儿女, 或在德墨忒尔播散之时,或在其汇聚之日。

​Anonymi Epigrammatici χρησμὸς Πυθίας ἐχθρὲ περικτιόνεσσι, φίλʼ ἀθανάτοισι θεοῖσι, εἴσω τὸν προβόλαιον ἔχων, πεφυλαγμένος ἧσο, καὶ κεφαλὴν πεφύλαξο· καὶ δὲ τὸ σῶμα σαώσει.

佚名短诗诗人皮提亚的神谕 被邻邦仇视、却蒙不朽诸神眷爱之人啊, 收住长矛,警惕地坐定吧; 戒备护守住头部;而头部自会拯救身躯。

95

​Anonymi Epigrammatici χρησμός ὦ νήπιοι, ἐπιμέμφεσθε ὅσα ὑμῖν ἐκ τῶν Μενελάου τιμωρημάτων Μίνως ἔπεμψε μηνίων δακρύματα, ὅτι οἱ μὲν οὐ συνεξεπρήξαντο αὐτῷ τὸν ἐν Καμικῷ θάνατον γενόμενον, ὑμεῖς δὲ ἐκείνοισι τὴν ἐκ Σπάρτης ἁρπαχθεῖσαν ὑπʼ ἀνδρὸς βαρβάρου γυναῖκα.

佚名短诗诗人神谕 愚蠢的人啊,你们难道还在抱怨狂怒的米诺斯 因墨涅拉奥斯的复仇之举而降在你们身上的 那些泪水吗?因他们在卡米库斯发生的死亡中 并未替他报仇,而你们却助他们去为那自斯巴达 被蛮族男子掠走的妇人复仇。

​Anonymi Epigrammatici ὑμῖν δʼ, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο, ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπʼ ἀνδράσι Περσεΐδῃσι πέρθεται· ἢ τὸ μὲν οὐχί, ἀφʼ Ἡρακλέους δὲ γενέθλης πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος. οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων ἀντιβίην Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἑ φημι σχήσεσθαι, πρὶν τῶνδʼ ἕτερον διὰ πάντα δάσηται.4

佚名短诗诗人 广厦之斯巴达的居留者啊,宣告你们: 要么你们那宏大显赫的城邦在珀尔修斯后裔之手下 化为乌有;若不然,拉凯代蒙的边境 必当哀恸赫拉克勒斯血脉所出的国王之死。 因为公牛的勇力不能阻挡他,狮子的勇力亦不能 正面阻挡他;因他拥有宙斯的力量;我断言, 直至将这两者之一彻底撕裂吞噬,他绝不罢休。

​Athenaeus χρησμὸς Πυθίας φράζεο βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃ βύβλινον, Εὐβοΐης ἀπέχειν πολυμηκάδας αἶγας.

阿特纳奥斯皮提亚的神谕 当操蛮族语言之人将纸草织就的枷锁投向大海之时, 当心把哀鸣的羊群从优卑亚移开。

​Athenaeus —Βάκιδος χρησμὸς περὶ τῆς τῶν Ἑλλήνων νίκης ἀλλʼ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτὴν νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν ἐλπίδι μαινομένῃ, λιπαρὰς πέρσαντες Ἀθήνας, δῖα Δίκη σβέσσει κρατερὸν Κόρον,Ὕβριος υἱόν, δεινὸν μαιμώωντα, δοκεῦντʼ ἀνὰ πάντα πιθέσθαι. χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δʼ Ἄρης πόντον φοινίξει· τότʼ ἐλεύθερον Ἑλλάδος ἦμαρ εὐρύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη.

阿特纳奥斯巴基斯关于希腊人胜利的神谕 但当他们怀着狂妄的希冀,洗劫了明媚的雅典, 用船只在佩金剑之阿耳忒弥斯的圣岸 与海中的犬尾半岛之间架起桥梁之时, 神圣的正义女神必将扑灭那可怕狂暴、自以为能使万物顺服的 狂妄之子——强暴的“饱足”; 因为青铜将与青铜撞击,阿瑞斯将以鲜血 把大海染红;届时,广瞩的克罗诺斯之子 与尊贵的胜利女神,必将为希腊带来自由之日。

语法注4 条
  1. 14.86δικαιώσει δὲ Κόρινθον

    动词 δικαιόω 在古典希腊语中除表示“视为正当/施行正义”外,常带有“审判/惩治”之意。此处在神谕中具有双重意味:推翻寡头统治为科林斯带来正义,抑或作为僭主严厉惩处并裁决科林斯。

  2. 14.90πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει

    动词 θήσει(τίθημι 的将来时)在此带双宾语结构:直接宾语 πολλὰς Ἀργείων(省略了 γυναῖκας)与宾语补足语形容词 ἀμφιδρυφέας(“抓破双颊致哀的”),表示“她将使许多阿尔戈斯妇女抓破双颊悲泣”。

  3. 14.93μηδὲ σὺ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν

    不定式 μένειν 与 ὑποχωρεῖν 用作祈使(命令不定式),表达神谕对雅典人的告诫。句中主语保持主格形式(σύ 以及同位修饰的 ἥσυχος),而非转换为对格不定式结构。

  4. 14.96πρὶν τῶνδʼ ἕτερον διὰ πάντα δάσηται

    短语 διὰ ... δάσηται 是动词 διαδατέομαι(“彻底撕碎/分尽”)不定过去式虚拟语气的隔置现象(tmesis)。紧随否定主句(οὐδέ ἑ φημι σχήσεσθαι)之后的 πρίν 加虚拟语气,表示“直到他将这两者之一彻底撕裂粉碎为止(绝不退缩)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.86-14.98