← 希腊诗选

希腊诗选 卷五

§14.116-14.123

关于分配与计算的算术谜诗

一组算术与数学谜题短诗,涉及核桃与苹果的分配、旅行路程计算、财富的散失以及遗嘱中的遗产继承分配。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
116

​Anonymi Epigrammatici τίπτε με τῶν καρύων ἕνεκεν πληγῇσι πιέζεις, ὦ μῆτερ; τάδε πάντα καλαὶ διεμοιρήσαντο παρθένοι. ἦ γὰρ ἐμεῖο Μελίσσιον ἕβδομα δοιά,1 ἡ δὲ δυωδέκατον Τιτάνη λάβεν· ἕκτον ἔχουσιν καὶ τρίτον Ἀστυόχη φιλοπαίγμονες ἠδὲ Φίλιννα· εἴκοσι δʼ ἁρπάξασα Θέτις λάβε, δώδεκα Θίσβη· ἡ δʼ, ὅρα, ἡδὺ γελᾷ Γλαύκη παλάμῃσιν ἔχουσα ἕνδεκα· τοῦτο δέ μοι κάρυον περιλείπεται οἶον.

佚名短诗诗人 母亲啊,为何因核桃之故,你要以鞭挞折磨我? 这一切都被美丽的少女们瓜分了。 确实,梅里西昂从我这里拿走了七分之二, 蒂塔内拿走了十二分之一;爱嬉戏的阿斯图奥凯与菲琳娜 分有六分之一与三分之一; 忒提斯抢走了二十颗,希斯伯拿走了十二颗; 看啊,格劳凯掌中握着十一颗, 正甜美地欢笑;而留给我的,却只有这独独一颗核桃。

​Anonymi Epigrammatici α. ποῦ σοι μῆλα βέβηκεν, ἐμὸν τέκος; β. ἕκτα μὲν Ἰνὼ δοιά, καὶ ὀγδοάτην μοῖραν ἔχει Σεμέλη· Αὐτονόη δὲ τέταρτον ἀφήρπασεν αὐτάρ Ἀγαυὴ πέμπτον ἐμῶν κόλπων ᾤχετʼ ἀπαινυμένη· σοὶ δʼ αὐτῇ δέκα μῆλα φυλάσσεται· αὐτάρ ἔγωγε, ναὶ μὰ φίλην Κύπριν, ἓν τόδε μοῦνον ἔχω.

佚名短诗诗人 甲:我的孩子,你的苹果都到哪里去了? 乙:伊诺拿了六分之二,塞墨勒占有八分之一; 奥托诺厄夺走了四分之一;而阿高厄 从我怀中掠去五分之一离去; 为您自己存留了十个苹果;而我自己, 凭亲爱的塞浦路斯女神起誓,只剩下了这独独一个。

​Anonymi Epigrammatici Δρεψαμένη ποτὲ μῆλα φίλαις διεδάσσατο Μυρτώ· Χρυσίδι μὲν μήλων πέμπτον πόρε, τέτρατον Ἡροῖ, ἐννεακαιδέκατον Ψαμάθῃ, δέκατον Κλεοπάτρῃ· αὐτάρ ἐεικοστον δωρήσατο Παρθενοπείῃ· δώδεκα δʼ Εὐάδνῃ μοῦνον πόρεν αὐτάρ ἐς αὐτὴν ἤλυθον ἐκ πάντων ἑκατὸν καὶ εἴκοσι μῆλα.

佚名短诗诗人 从前米尔托采摘了苹果,分给她的女友们: 她给了克律西斯苹果的五分之一,给赫罗四分之一, 给普萨玛忒十九分之一,给克利奥帕特拉十分之一; 又将二十分之一赠与帕耳忒诺佩亚; 对欧阿德涅只给了十二个;而到了她自己手中的, 从全部当中总计有一百二十个苹果。

​Anonymi Epigrammatici Ἀντομέναις ποτὲ μῆλα φίλαις διεμοιρήσαντο Ἰνὼ καὶ Σεμέλη δώδεκα παρθενικαῖς. καὶ ταῖς μὲν Σεμέλη πόρεν ἄρτια· ταῖς δὲ περισσὰ δῶκε κασιγνήτη· μῆλα δʼ ἔχεν πλέονα. ἡ μὲν γὰρ τρισσῇσι τρίʼ ἕβδομα δῶκεν ἑταίραις, ταῖς δὲ δύο πάντων πέμπτον ἔδωκε λάχος· ἕνδεκα δʼ Ἀστυνόμη μιν ἀφείλατο, καὶ οἱ ἔλειπεν μοῦνα κασιγνήταις μῆλα δύω φερέμεν. ἡ δʼ ἑτέρη πισύρεσσι πόρεν δύο τέτρατα μήλων, πέμπτῃ δʼ ἑκταίην μοῖραν ἔδωκεν ἔχειν· τέσσαρα δʼ Εὐρυχόρῃ δῶρον πόρε· τέτρασι δʼ ἄλλοις μήλοισιν Σεμέλη μίμνεν ἀγαλλομένη.

佚名短诗诗人 从前伊诺与塞墨勒向迎面而来的十二位少女朋友 分发了苹果。 塞墨勒分给一些人偶数,而其姐妹则给其他人 奇数;她拥有的苹果更多。 因为她将七分之三给了三位同伴, 将总数的五分之一分给另外两人; 阿斯图诺墨从她那里夺去十一个,而留给她的, 只有运送给姐妹们的区区两个苹果。 另一位则将苹果的四分之二分给四个姑娘, 给第五人占有六分之一的份额; 送给欧律科蕾四个作为礼物;手握另外四个 苹果,塞墨勒欣然留驻。 佚名短诗诗人

120

​Anonymi Epigrammatici ἡ καρύη πολλοῖσιν ἐβεβρίθει καρύοισιν· νῦν δέ τις ἐξαπίνης μιν ἀπέθρισεν ἀλλὰ τί φησιν; “ἐκ μὲν ἐμεῦ καρύων πέμπτον λάβε Παρθενόπεια· ὀγδόατον δὲ Φίλιννα φέρει λάχος· ἡ δʼ Ἀγανίππη τέτρατον· ἑβδομάτῳ δʼ ἐπιτέρπεται Ὠρείθυια· ἕκτην δʼ Εὐρυνόμη καρύων ἐδρέψατο μοίρην τρισσαὶ δʼ ἓξ ἑκατὸν Χάριτες διεμοιρήσαντο· ἐννάκι δʼ ἐννέα Μοῦσαι ἐμεῦ λάβον ἑπτὰ δὲ λοιπὰ δήεις ἀκρεμόνεσσιν ἐφήμενα τηλοτέροισιν.”

这棵核桃树曾压满了累累核桃; 但如今有人突兀地将其采摘一空;然而它说了什么? “从我的核桃中,帕耳忒诺佩亚拿走了五分之一; 菲琳娜带走了八分之一的份额;阿伽尼佩拿走四分之一; 俄瑞梯亚为七分之一而欢欣; 欧律诺墨采去了核桃的六分之一; 三位美惠女神瓜分了一百零六颗; 缪斯们从我这里拿走了九乘九颗;其余的七颗, 你将发现它们正留宿在更远的枝头。”

​Anonymi Epigrammatici ἑπτάλοφον ποτὶ ἄστυ Γαδειρόθεν, ἕκτον ὁδοῖο Βαίτιος εὐμύκους ἄχρις ἐς ἠιόνας· κεῖθεν δʼ αὖ πέμπτον Πυλάδου μετὰ Φώκιον οὖδας, Ταύρη χθὼν, βοέης οὔνομʼ ἀπʼ εὐετίης· Πυρήνην δέ τοι ἔνθεν ἐπʼ ὀρθόκραιρον ἰόντι ὄγδοον, ἠδὲ μιῆς δωδέκατον δεκάτης.2 Πυρήνης δὲ μεσηγὺ καὶ Ἄλπιος ὑψικαρήνου τέτρατον· Αὐσονίης αἶψα δυωδέκατον ἀρχομένης ἤλεκτρα φαείνεται Ἠριδανοῖο. ὦ μάκαρ, ὃς δισσὰς ἤνυσα χιλιάδας, πρὸς δʼ ἔτι πέντʼ ἐπὶ ταῖς ἑκατοντάδας ἔνθεν ἐλαύνων ἡ γὰρ Ταρπείη μέμβλετʼ ἀνακτορίη.

佚名短诗诗人 从加代拉前往七丘之城,路程的六分之一 直达牛鸣悦耳的拜提斯河岸; 从那里再走五分之一,便到了皮拉得斯的福喀斯之地, 得名于牛群丰饶的陶里卡之土; 从那里向峻拔如角的比利牛斯山前行的人, 需行八分之一,以及单单十分之一的十二分之一; 在比利牛斯山与高耸的阿尔卑斯山之间, 是四分之一;当奥索尼亚初现时紧接着是十二分之一, 厄里达诺斯河的琥珀闪闪发光。 啊,从那里驱车前行、走完了两千 再加上五百的我,是多么幸运! 因为塔尔佩亚的宫殿才是我心之所向。

​Anonymi Epigrammatici Εὐβλεφάροιο Δίκης ἱερὰ κρήδεμνα μιήνας, ὄφρα σε, πανδαμάτωρ χρυσέ, βλέποιμι τόσον, οὐδὲν ἔχω· πίσυρας γὰρ ἐπʼ οὐκ ἀγαθοῖσι ταλάντων οἰωνοῖσι μάτην δῶκα φίλοις δεκάδας·3 ἥμισυ δʼ αὖ, τρίτατόν τε καὶ ὄγδοον, ὦ πολύμορφοι ἀνθρώπων κῆρες, ἐχθρὸν ἔχοντα βλέπω.

佚名短诗诗人 玷污了美眸正义女神的圣洁面纱, 只为了能如此注视着你,征服一切的黄金啊, 我如今却一无所有;因为在不祥的预兆下, 我徒然将四十塔兰同分给了朋友; 而另一方面,二分之一、三分之一与八分之一,啊,人类千变万化的 命运啊,我却眼睁睁看着仇敌将其占有。

​Anonymi Epigrammatici πέμπτον μοι κλήρου, παῖ, λάμβανε· δωδέκατον δὲ δέξο, δάμαρ· πίσυρες δʼ υἱέος οἰχομένου παῖδες, ἀδελφειοί τε δύω, καὶ ἀγάστονε μῆτερ, ἑνδεκάτην κλήρου μοῖραν ἕκαστος ἔχε.4 αὐτὰρ, ἀνεψιαδοῖ, δυοκαίδεκα δέχθε τάλαντα· Εὔβουλος δʼ ἐχέτω πέντε τάλαντα φίλος. πιστοτάτοις δμώεσσιν ἐλευθερίην καὶ ἄποινα, μισθὸν ὑπηρεσίης, τοῖσδε δίδωμι τάδε· ὧδε δὲ λαμβανέτωσαν Ὀνήσιμος εἴκοσι πέντε μνᾶς ἐχέτω· Δᾶος δʼ εἴκοσι μνᾶς ἐχέτω, πεντήκοντα Σύρος, Συνετὴ δέκα, Τίβιος ὀκτώ· ἑπτὰ δὲ μνᾶς Συνετῷ παιδὶ δίδωμι Σύρου. ἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων, ῥέζετε δʼ Οὐδαίῳ Ζανὶ θυηπολίην δισσῶν ἔς τε πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας, εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω.

佚名短诗诗人 我的孩子,拿去我遗产的五分之一;十二分之一 则由你接收,我的妻子;我离世儿子的四个 孩子,还有两位兄弟,以及饱经悲叹的母亲, 你们每人各得遗产的十一分之一份额。 此外,侄儿们,你们领受十二塔兰同; 让友朋欧布罗斯获得五塔兰同。 对我最忠贞的奴仆们,作为他们服侍的酬劳, 我将自由与这些报偿赐予他们: 让他们按如下方式分取:让俄涅西姆斯分得二十五 弥那;让达奥斯分得二十弥那, 叙罗斯五十,叙涅特十,提比奥斯八; 我将七弥那赐予叙罗斯之子叙涅托斯。 从三十塔兰同中修饰我的陵墓, 并向地底的宙斯献上二〔塔兰同〕的 祭礼;对于柴堆、大麦粉与束带, 让我的遗体获得二〔塔兰同〕的区区恩泽。

语法注4 条
  1. 14.116ἕβδομα δοιά

    表示分数“七分之二”(2/7)的短语。基数词δοιά(= δύο)修饰序数词中性复数ἕβδομα,字面意为“两个七分之一”。在希腊语数学短诗中,当分子大于1时常用此种结构。

  2. 14.121μιῆς δωδέκατον δεκάτης

    表示乘法复合分数“十分之一的十二分之一”(1/12 × 1/10 = 1/120)。部分属格μιῆς ... δεκάτης依附于中性序数名词δωδέκατον(十二分之一)。与前面的ὄγδοον(八分之一)相加,表示 1/8 + 1/120 = 16/120 = 2/15 的路程。

  3. 14.122πίσυρας γὰρ ἐπʼ οὐκ ἀγαθοῖσι ταλάντων οἰωνοῖσι μάτην δῶκα φίλοις δεκάδας

    显著的跨置词序(hyperbaton)。宾语为宾格词组πίσυρας ... δεκάδας(“四十”,字面为“四个十”),夹在中间的属格ταλάντων(塔兰同的,质料/同位属格)依附于δεκάδας。句子的主干为:“因为在不祥的鸟卜下,我徒然把四十塔兰同分给了朋友”。

  4. 14.123ἑνδεκάτην κλήρου μοῖραν ἕκαστος ἔχε

    在一系列以呼格及主格列举的继承人(四个孙辈、两位兄弟及母亲,共7人)之后,表示分配的单数主语ἕκαστος(每人)以整体与部分同位结构(schema kath' holon kai meros)出现,并搭配第二人称单数命令式ἔχε(持有)。这表明7人中每人各得十一分之一(共计7/11)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.116-14.123