← 希腊诗选

希腊诗选 卷五

§14.71-14.85

德尔斐神谕与著名历史神谕

选自皮提亚及其他神谕,内容包括对朝圣者内心纯洁的要求、鲁菲努斯船长的宣誓仪式、对墨伽拉人的严厉裁定、关于赫利奥波利斯神庙沉柱对波塞冬的警告,以及涉及特盖亚、克罗索斯、命运的不可避性、地峡开凿、锡夫诺斯及巴图斯殖民利比亚等著名历史神谕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
71

​Anonymi Epigrammatici χρησμὸς τῆς Πυθίας ἁγνὸς πρὸς τέμενος καθαροῦ ξένε, δαίμονος ἔρχου ψυχήν,1 νυμφαίου νάματος ἁψάμενος· ὡς ἀγαθοῖς ἀρκεῖ βαιὴ λιβάς· ἄνδρα δὲ φαῦλον οὐδʼ ἂν ὁ πᾶς νίψαι νάμασιν Ὠκεανός.

佚名短诗诗人皮提亚的神谕 异乡人啊,当你触及水仙的泉流, 便当带着纯洁的灵魂来到纯洁神明的圣所; 因为对善人而言一滴微水足矣;但对恶人, 即便整个大洋神以其所有的流水亦无法洗涤干净。

​Anonymi Epigrammatici χρησμὸς ἐρωτήσαντι Ῥουφίνῳ, πῶς ἂν λάβοι ὅρκον παρὰ τοῦ ἰδίου ναυκλήρου εὖτʼ ἂν ὑπὲρ γαίης ἀνέχῃ δρόμον ὄρθρια Τιτάν, λύσας ἀκτῖσι ζοφερῆς δηλήματα νυκτός, λάμπῃ δʼ αἰγλήεσσα νέον φάος Ἠριγένεια, δὴ τότʼ ἄγων παρὰ θῖνας, ἁλιρράντους τε παρʼ ἀκτὰς φῶτα στῆσον ἔναντα δεδορκότα πρὸς φάος αὐγῆς ἠελίου. καὶ τὸν μὲν ἔσω πόδα χεύματος ἐντὸς δεξιὸν ἐν δίναις ἐχέτω, λαιὸν δʼ ἐπὶ γαίης στηρισάτω· χείρεσσι δʼ ἐπιψαύων ἑκάτερθε, τῇ μὲν ἁλός, τραφερῆς δʼ ἑτέρῃ, πιστούμενος ὅρκον οὐρανὸν ὀμνυέτω, χθόνα τʼ ἄσπετον, ἠδʼ ἁλὸς ὅρμους, αἰθερίου τε πυρὸς βιοδώτορα ἡγεμονῆα· τοῖον γὰρ θεοὶ ὅρκον ὑπὸ στομάτεσσιν ἀτίζειν οὐδʼ αὐτοὶ τολμῶσιν, ἀγήνορες Οὐρανίωνες.

佚名短诗诗人赐给鲁菲努斯的神谕(他询问当如何让自己的船长发誓) 每当清晨提坦将运行抬升于大地之上, 以光芒驱散幽暗长夜的危害, 灿烂的黎明女神照耀出初升的光明时, 就在那时,领他到岸边、到波浪泼溅的滩涂, 让他立定,面朝着日光闪烁的辉芒; 让他将右足置于旋涡奔流之内, 左足则稳稳踏在大地之上; 双手分别触摸两边, 一手抚海,另一手抚干陆,确立誓言, 命他指着天空、无垠的大地、海之泊地、 以及天空烈火那赐予生命的统御者起誓; 因为即便神明自身、傲岸的诸天神, 亦不敢在口舌之下轻蔑如此的誓言。

​Anonymi Epigrammatici χρησμὸς δοθεὶς τοῖς Μεγαρεῦσι γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον, ἵπποι Θεσσαλικαί, Λακεδαιμόνιαί τε γυναῖκες, ἄνδρες δʼ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης· ἀλλʼ ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἳ τὸ μεσηγὺ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου, Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο· ὑμεῖς δʼ, ὦ Μεγαρεῖς, οὐδὲ τρίτοι, οὐδὲ τέταρτοι, οὐδὲ δυωδέκατοι, οὔτʼ ἐν λόγῳ, οὔτʼ ἐν ἀριθμῷ.

佚名短诗诗人赐给墨伽拉人的神谕 全地之中佩拉斯吉人的阿尔戈斯最为优胜, 马匹以色萨利为最,妇人以拉克代蒙为美, 男子则以畅饮甘美阿剌图萨之水者最优; 然而尚有比这些人更为优秀者:他们居住于梯林斯 与羊群繁多的阿耳卡狄亚之间, 身披亚麻甲的阿尔戈斯勇士,乃战事之策励者; 而你们墨伽拉人,既非第三,亦非第四, 连第十二亦算不上,既不在议论之中,亦不在数目之内。

​Anonymi Epigrammatici χρησμὸς τῆς Πυθίας ἱρὰ θεῶν ἀγαθοῖς ἀναπέπταται, οὐδὲ καθαρμῶν χρειώ· τῆς ἀρετῆς ἥψατο οὐδὲν ἄγος. ὅστις δʼ οὐλοὸς ἦτορ, ἀπόστιχε· οὔποτε γὰρ σὴν ψυχὴν ἐκνίψει σῶμα διαινόμενον.

佚名短诗诗人皮提亚的神谕 诸神的圣所为善人敞开,亦无须 洁净之礼;任何污秽皆从未沾染美德。 凡心怀毁损者,离去吧;因为被水浸湿的肉身 绝不能涤净你的灵魂。

75

​Anonymi Epigrammatici χρησμὸς δοθεὶς ἐν Ἡλίου πόλει, ὅτε ἐναυάγησαν οἱ κίονες τοῦ ἱεροῦ Διὸς τοῦ ὄντος ἐκεῖσε, οἳ νῦν ἐν Βηρύτῳ εἰπὲ Ποσειδάωνι· “κασιγνήτοις πεπιθέσθαι πρεσβυτέροις ἐπέοικεν· ἐμῆς ἐρικυδέος αὐλῆς κίοσιν οὐ κατὰ κόσμον ἀγάλλεαι·” εἰπὲ τινάξας τρὶς ἅλα μαρμαρέην, καὶ πείσεται. ἢν δʼ ἀπιθήσῃ, φραζέσθω, μὴ πᾶσαν ἐνιπρήσαιμι θάλασσαν οὐδὲ γὰρ οὐδὲ θάλασσα Διὸς σβέννυσι κεραυνόν.

佚名短诗诗人赐于太阳城的神谕(当时当地宙斯神庙的柱石遇难沉没,现存于贝鲁特) 告诉波塞冬:“服从年长的兄弟 乃理所应当;你无理地夸耀我那 辉煌殿堂的石柱。”三次震动闪光的波涛并 告诫他,他便会听从。若他不从, 让他小心,免得我将整片海洋尽数焚尽; 因为即便大海亦无法熄灭宙斯的雷霆。

​Anonymi Epigrammatici χρησμὸς Πυθίας Ἀρκαδίην μʼ αἰτεῖς· μέγα μʼ αἰτεῖς· οὔ τοι δώσω· πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἳ σ’ ἀποκωλύσουσιν ἐγὼ δέ τοι οὔτι μεγαίρω. δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι, καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι.

佚名短诗诗人皮提亚的神谕 你向我求索阿耳卡狄亚;你所求甚大;我绝不赐你; 阿耳卡狄亚有许多食橡子的男子, 他们将阻挡你;但我绝非嫉吝于你: 我将赐你在踏步作响的特盖亚跳起舞蹈, 并赐你用测绳去丈量那秀美的平原。

​Anonymi Epigrammatici χρησμὸς ἐν τοῖς Θήσεως βίοις ἀναφερόμενος ὄλβιος οὗτος ἀνήρ, ὃς νῦν κατὰ λάινον οὐδὸν Φοίβου Ἀπόλλωνος χρηστήριον εἰσαναβαίνει, ἤλυθεν εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω ἣν οὐκ ἄλλη ἐπιχθονίων πόλις ἕξει.

佚名短诗诗人《忒修斯传》所引神谕 如今跨越石槛登上福波斯·阿波罗神谕所的 这名男子是有福的; 他为寻求良法善政而来;故我将 赐予你地上的任何其他城邦皆不能拥有的秩序。

​Anonymi Epigrammatici χρησμὸς Πυθίας ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ· ἔνθʼ ἄνεμοι πνείουσι δύο κρατερῆς ὑπʼ ἀνάγκης, καὶ τύπος ἀντίτυπος καὶ πῆμʼ ἐπὶ πήματι κεῖται· ἔνθʼ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα· τὸν σὺ κομισσάμενος, Τεγέης ἐπιτάρροθος ἔσσῃ.

佚名短诗诗人皮提亚的神谕 阿耳卡狄亚有一特盖亚,位于坦荡之地, 彼处有两股风在强力驱使下吹袭, 击打与回击相对,祸患叠着祸患; 生养万物的大地在彼处禁锢着阿伽门农之子; 迎回他,你便将成为特盖亚的匡扶者。

​Anonymi Epigrammatici Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε, μὴ βούλου πολύευκτον ἰὴν ἀνὰ δώματʼ ἀκούειν παιδὸς φθεγγομένου· τὸ δέ σοι πολὺ λώιον ἀμφὶς ἔμμεναι·2 αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ.

佚名短诗诗人 吕底亚之后裔,众民之王,极度愚蠢的克罗索斯啊, 莫企求在宫殿中听闻那千呼万唤的 儿子开口说话的声音;这事情与你相隔遥远, 于你而言大有裨益;因为他将在不幸之日初次发声。

80

​Anonymi Epigrammatici τὴν πεπρωμένην μοίρην ἀδύνατά ἐστιν ἀποφυγέειν καὶ θεῷ.

佚名短诗诗人 注定的命运, 纵使对神明而言亦无法逃避。

​Anonymi Epigrammatici ἰσθμὸν δὲ μὴ πυργοῦτε, μηδʼ ὀρύσσετε· Ζεὺς γάρ κʼ ἔθηκε νῆσον, εἲ κʼ ἐβούλετο.

佚名短诗诗人 切莫以塔楼筑守地峡,亦莫开凿; 因宙斯若有意愿,早已将此处造成岛屿。

​Anonymi Epigrammatici ἀλλʼ ὅταν ἐν Σίφνῳ πρυτανήϊα λευκὰ γένηται, λεύκοφρύς τʼ ἀγορή, τότε δὴ δεῖ φράδμονος ἀνδρὸς φράσσασθαι ξύλινόν τε λόχον κήρυκὰ τʼ ἐρυθρόν.

佚名短诗诗人 但每逢锡夫诺斯的市政厅泛白、 广场亦现出白眉时,那时便需要有明哲之人来 戒备木质的伏兵与赤红的使者。

​Anonymi Epigrammatici Βάττʼ, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα.

佚名短诗诗人 巴图斯啊,你为求声音而来;但主神福波斯·阿波罗 却派遣你前往牧羊之利比亚,作建邦之领袖。

​Anonymi Epigrammatici αἰ τὺ ἐμεῦ Λιβύην μηλοτρόφον οἶδας ἄμεινον μὴ ἐλθὼν ἐλθόντος,3 ἄγαν ἄγαμαι σοφίην σεῦ.

佚名短诗诗人 倘若未曾前往的你,比前往过的我 更为知晓牧羊之利比亚,我当大大惊叹于你的智慧。

85

​Anonymi Epigrammatici ὃς δέ κεν ἐς Λιβύην πολυήρατον ὕστερον ἔλθῃ γᾶς ἀναδαιομένας, μετὰ οἱ ποκά φημι μελήσειν.4

佚名短诗诗人 土地已被分定之后,凡后来才到达 心驰神往之利比亚的人,我断言悔恨迟早必将临到他身上。

语法注4 条
  1. 14.71ψυχήν

    与形容词 ἁγνός 连用的限制宾格(表示方面的宾格),意为“在灵魂上”。它与后句分词 νάματος ἁψάμενος(触及泉水,即身体的洁净)形成对照,强调内心的道德纯洁胜于外在的仪式洗礼。

  2. 14.79ἀμφὶς / ἔμμεναι

    副词 ἀμφίς(相离、远隔)与史诗不定式 ἔμμεναι(即 εἶναι)连用构成谓语补足成分,意为“此事与你相隔遥远[对你而言大有裨益]”。其主语是前一行由 ἀκούειν 统领的不定式短语(听到儿子开口发声)。

  3. 14.84μὴ ἐλθὼν ἐλθόντος

    主格分词与属格分词的精妙对举结构:属格分词 ἐλθόντος 与比较属格代词 ἐμεῦ(比我这个去过的人)一致,而主格分词 μὴ ἐλθών 则与主语 τὺ(即多利亚方言之 σύ,你这个未曾去过的人)一致,修饰 ἄμεινον οἶδας(知晓得更好)。

  4. 14.85μετὰ οἱ ποκά φημι μελήσειν

    复合非人称动词 μεταμέλει(悔恨)发生词素分离(tmesis)的结构:前缀 μετά 与不定式 μελήσειν 被插入语 οἱ ποκά φημι 隔开,二者在句法上合为一个动词,支配与格代词 οἱ(意为“我说日后他必将后悔”)。ποκά 为多利亚方言,相当于雅典语的 ποτέ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.71-14.85