- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.56-14.70
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节汇集了关于镜子、椰枣、洋蓟、阿尔戈船、写字板、沥青、球等事物的谜语短诗,斯芬克斯怪兽的描写及其著名谜题,以及赐予荷马、拉伊俄斯、卡律斯托斯、吕库古和求神谕者的诸条神谕。
Anonymi Epigrammatici εἰς εἴσοπτρον ἄν μʼ ἐσίδῃς, καὶ ἐγὼ σέ. σὺ μὲν βλεφάροισι δέδορκας, ἀλλʼ ἐγὼ οὐ βλεφάροις· οὐ γὰρ ἔχω βλέφαρα. ἂν δʼ ἐθέλῃς, λαλέω φωνῆς δίχα· σοὶ γὰρ ὑπάρχει φωνή, ἐμοὶ δὲ μάτην χείλεʼ ἀνοιγόμενα.
佚名短诗诗人题镜子 若你注视我,我也注视你。你固然是用眼睑在看, 但我却不用眼睑;因为我并没有眼睑。 若你愿意,我便没有声音地与你交谈;因为你拥有 声音,而对我而言,嘴唇只是徒然地张开。
Anonymi Epigrammatici εἰς φοινίκων βάλανον οὔνομα μητρὸς ἔχω· γλυκερώτερός εἰμι τεκούσης· ἀλλʼ ἡ μὲν δολιχή, τυτθὸς ἐγὼ δὲ πέλω· ἄβρωτος κείνη πλὴν κράατος· εἰμὶ δʼ ἔγωγε τρωκτὸς ἅπας, μοῦνον δʼ ἔντερʼ ἄβρωτα φέρω.
佚名短诗诗人题椰枣 我有着母亲的名字;我比生我的母亲更为甘甜; 但她是修长的,我却是微小的; 她除了顶芽不可食用,而我则 全然可食,唯独带着不可食用的内脏(果核)。
Anonymi Epigrammatici εἰς κινάραν ἐγκέφαλον φορέω κεφαλῆς ἄτερ· εἰμὶ δὲ χλωρὴ αὐχένος ἐκ δολιχοῦ γῆθεν ἀειρομένη· σφαίρῃ δʼ ὡς ὑπὲρ αὐλὸν ἐείδομαι· ἢν δὲ ματεύσῃς ἔνδον ἐμῶν λαγόνων, μητρὸς ἔχω πατέρα.
佚名短诗诗人题洋蓟 我没有头颅却携带着脑髓;我通体翠绿, 从长长的颈项自大地升起; 我看起来宛如立于笛管之上的圆球;你若 探查我的侧腹内里,我体内怀着母亲的父亲。
Anonymi Epigrammatici εἰς τὴν Ἀργώ υἷας πεντήκοντα μιῇ ἐνὶ γαστρὶ λαβοῦσα † μηληστῶν πάντων ἔκτανον ἡγεμόνα. αὐτὰρ ὃ δὶς τέθνηκεν, ἐπεὶ δύο γαστέρες αὐτὸν τίκτον, χαλκείη, καὶ πάρος ἀνδρομέη.
佚名短诗诗人题阿尔戈船 我在独一的腹中接纳了五十名儿子, 诛杀了所有劫掠者的首领。 然而他已是第二次死去,因为有两个腹膛 将他诞育:青铜的腹膛,以及早先凡人的腹膛。
Anonymi Epigrammatici Δελτός ὕλη μέν με τέκεν, καινούργησεν δὲ σίδηρος· εἰμὶ δὲ Μουσάων μυστικὸν ἐκδόχιον· κλειομένη σιγῶ· λαλέω δʼ, ὅταν ἐκπετάσῃς με, κοινωνὸν τὸν Ἄρη μοῦνον ἔχουσα λόγων.
佚名短诗诗人书写板 森林生育了我,钢铁将我重新造就; 我是缪斯们隐秘的容器; 闭合时我保持沉默;当你将我展开时我便言说, 唯独将阿瑞斯(铁笔)作为话语的伴侣。
Anonymi Epigrammatici οὔρεσι μὲν γενόμην, δένδρον δέ μοι ἔπλετο μήτηρ, πῦρ δὲ πατήρ, βῶλος δʼ εἰμὶ μελαινομένη· ἢν δὲ μʼ ἔσω κεράμοιο πατήρ τήξῃσι βαθείης, ἅρματος ὠτειλὰς ῥύομαι εἰναλίου.
佚名短诗诗人 我生于崇山之中,树木成了我的母亲, 火是我的父亲,我是一块变黑的凝块; 倘若父亲在深邃的陶器中将我融化, 我便救治海上战车(舟船)的创伤。
Anonymi Epigrammatici εἰς σφαῖραν λίην ἔντριχός εἰμι, τὰ φύλλα δέ μου κατακρύπτει τὰς τρίχας, εἰ τρύπη φαίνεται οὐδαμόθεν πολλοῖς παιδαρίοις ἐμπαίζομαι· εἰ δὲ τίς ἐστιν εἰς τὸ βαλεῖν ἀφυής, ἵσταται ὥσπερ ὄνος..
佚名短诗诗人题球 我满身毛发,但我的革片掩盖着 我的毛发,使任何地方都看不见缝孔; 许多孩童拿我嬉戏;若有人 投掷笨拙,他便如驴一般呆立。
Mesomedes ἕρπουσα, πετωμένα, βεβῶσα κούρα, νόθον ἴχνος ἀραμένα δρομαία λέαινα, πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά, τὰ δὲ μέσσα βρέμουσα λέαινα θήρ. τὰ δʼ ὄπισθεν ἑλισσόμενος δράκων. οὔθʼ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά, οὔτʼ ὄρνις ὅλον δέμας, οὔτε θήρ· κόρη γὰρ ἐφαίνετʼ ἄνευ ποδῶν, κεφαλὰν δʼ οὐκ ἔσχε βρέμουσα θήρ. φύσιν εἶχεν ἄτακτα κεκραμέναν, ἀτέλεστα τέλεια μεμιγμέναν.
美索墨得斯 爬行、飞翔、漫步的少女, 迈着杂乱步伐的奔行母狮; 前端是生有双翼的女子, 中段是咆哮的母狮野兽, 后端则是盘绕卷曲的毒蛇。 她既非如蛇般爬走,亦非女子, 全躯既非飞鸟,亦非走兽; 因为展现为无足的少女, 而咆哮的走兽却没有头颅。 她具有错乱交融的本性, 将未完成与完成之物混为一体。
Anonymi Epigrammatici τὸ αἴνιγμα τῆς Σφιγγός ἔστι δίπουν ἐπὶ γῆς, καὶ τετράπον, οὗ μία φωνή, καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσσ’ ἐπὶ γαῖαν ἑρπετὰ κινεῖται, ἀνὰ τʼ αἰθέρα καὶ κατὰ πόντον. ἀλλʼ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.
佚名短诗诗人斯芬克斯之谜 地上有两足的、四足的、以及三足之物,发出的声音却唯有一体; 在一切于地上行走、于空中或海洋里运动的生灵中,唯有它变幻身形。 然而无论何时,当它倚靠着最多的足前行时, 那时其肢体的速度便最为微弱。
Anonymi Epigrammatici χρησμὸς δοθεὶς Ὁμήρῳ ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα δέξεται· ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.
佚名短诗诗人赐给荷马的神谕 有一座伊奥斯岛,乃你母亲的故土,它将在你死后 接纳你;但你当提防幼童的谜语。
Anonymi Epigrammatici ἕτερος πρὸς τὸν αὐτόν ὄλβιε καὶ δύσδαιμον (ἔφυς γὰρ ἐπʼ ἀμφοτέροισι), πατρίδα δίζηαι· μητρὸς δέ τοι, οὐ πατρός ἐστι μητρόπολις ἐν νήσῳ ἀπὸ Κρήτης εὐρείης Μίνωος γαίης οὔτε σχεδόν, οὔτʼ ἀποτηλοῦ ἐν τῇ μοῖρʼ ἐστίν σε τελευτῆσαι βιότοιο, εὖτʼ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐσακούσας δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον δοιὰς γὰρ ζωῆς μοίρας λάχες· ἣν μὲν ἀμαυρὰν ἠελίων δισσῶν,1 τὴν δʼ ἀθανάτοις ἰσόμοιρον, ζῶντί τε καὶ φθιμένῳ· φθίμενος δʼ ἔτι πολλὸν ἀγήρως.
佚名短诗诗人给同一人的另一道神谕 幸运而又不幸的人啊——因你正是兼具两端而生—— 你寻觅着故乡;但属于你的是母亲的、而非父亲的 母邦,坐落在岛屿之上,距辽阔的克里特、 米诺斯的土地既不算近,亦不算远; 命定你将在此地结束一生, 当你从孩童口中听闻、却未能领悟那 以曲折言辞道出的难解之歌时。 因你抽中了双重的一生之运:其一是暗淡的, 缺失了双目的太阳之光;另一份则与不朽的神明享有同等份额, 无论活着抑或死后皆然;而死后你更长久地不显衰老。
Anonymi Epigrammatici χρησμὸς δοθεὶς Λαΐῳ τῷ Θηβαίῳ Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς. δώσω τοι φίλον υἱὸν ἀτὰρ πεπρωμένον ἐστί, τοῦ παιδὸς χερσὶν λείψειν φάος· ὣς γὰρ ἔνευσα.
佚名短诗诗人赐给忒拜人拉伊俄斯的神谕 拉布达科斯之子拉伊俄斯啊,你祈求福泽绵长之后嗣。 我将赐你爱子;然而命定的是, 你将丧命于你这孩子之手;因我已如此点头应允。
Anonymi Epigrammatici χρησμὸς δοθεὶς Καρύστῳ Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο, Κάρυστε, Πηλίον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι·2 ἔνθʼ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν.
佚名短诗诗人赐给卡律斯托斯的神谕 远近闻名的喀戎之爱子,卡律斯托斯啊, 离弃珀利翁山,前往厄维亚的海角; 神谕注定你将在彼处创建神圣的邦土。
Anonymi Epigrammatici χρησμὸς δοθεὶς Λυκούργῳ ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηόν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσιν. δίζω ἤ σε θεὸν μαντεύσομαι, ἠέπερ ἄνδρα· ἀλλʼ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε.
佚名短诗诗人赐给吕库古的神谕 吕库古啊,你来到了我富饶的殿宇, 为宙斯所珍爱,亦为所有居于奥林匹斯宫宇的诸神所珍爱。 我犹疑该宣告你为神明,抑或竟是凡人; 但我更期许你是一位神明,吕库古啊。
Anonymi Epigrammatici χρησμὸς δοθεὶς ἐκ τοῦ Σαράπιδος μὴ μεμψιμοίρει μὴ θεοὺς μηδέν,3 ξένε· ὥρην δὲ μέμφου, ᾗ πατὴρ ἔσπειρέ σε.
佚名短诗诗人出自萨拉皮斯的神谕 异乡人啊,莫抱怨命运,绝不要责怪神明; 去责怪你父亲播种下你时的星辰时刻吧。
- 14.66ἣν μὲν ἀμαυρὰν ἠελίων δισσῶν
对前文 δοιὰς ζωῆς μοίρας 的部分同格分述(ἣν μέν ... τὴν δέ)。ἠελίων δισσῶν 为表示剥夺/欠缺的属格,修饰形容词 ἀμαυράν,意为“失去了两轮太阳(双目失明)而昏暗”。
- 14.68ἵκεσθαι
用作祈使语气的动词不定式(infinitivus pro imperativo)。在神谕庄严简洁的文体中,与前面的分词 ἐκπρολιπών 配合,表达直接指令:“离开珀利翁山,前往……”。
- 14.70μὴ μεμψιμοίρει μὴ θεοὺς μηδέν
否定词 μή 重叠的强调句法。承下句省去的动词 μέμφου(μέμφομαι)支配宾格 θεούς 作为直接宾语(责怪神明),而 μηδέν 则作副词性宾格(“绝不、丝毫不”),修饰整个否定动作。
