← 希腊诗选

希腊诗选 卷五

§14.39-14.55

日常器物谜语与算术谜题短诗

本节汇集了以昼夜、自然现象及日常器具(如日晷、鼓、油灯、拔罐器、灌肠器等)为题的谜语短诗,以及涉及缪斯分苹果、合金比例与线性方程组的算术难题诗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
39

​Anonymi Epigrammatici νῆσόν τις καλέων μʼ οὐ ψεύσεται· ὡς ἐτεὸν γὰρ πολλοὺς ἐς κελάδους οὔνομʼ ἔθηκεν ἐμόν.

佚名短诗诗人 若有人称我为岛屿,他并未说谎;因为事实上 他已将我的名字置于众多喧嚣之中。 佚名短诗诗人

40

​Anonymi Epigrammatici εἰσὶ κασίγνηται δύʼ ἀδελφεαί· ἡ μία τίκτει τὴν ἑτέρην, αὐτὴ δὲ τεκοῦσ’ ἀπὸ τῆσδε τεκνοῦται· ὥστε κασιγνήτας οὔσας ἅμα καὶ συνομαίμους, αὐτοκασιγνήτας κοινῇ καὶ μητέρας εἶναι.

有一对胞生姐妹:其中一个生下 另一个,而生育后的她自身又从这位妹妹降生; 以致她们既是同胞姐妹,同时又是同血同脉, 彼此互为同胞姐妹,又共同互为母亲。

​Anonymi Epigrammatici μητέρʼ ἐμὴν τίκτω καὶ τίκτομαι εἰμὶ δὲ ταύτης ἄλλοτε μὲν μείζων, ἄλλοτε μειοτέρη.

佚名短诗诗人 我生下我的母亲,又由她所生;与她相比, 我时而更为庞大,时而更为渺小。

​Anonymi Epigrammatici παρθένος εἰμὶ γυνή, καὶ παρθένου εἰμὶ γυναικός, καὶ κατʼ ἔτος τίκτω παρθένος οὖσα γυνή.

佚名短诗诗人 我是处女之身的女子,又出自处女之身的女子, 且年复一年,在仍为处女之身时诞下后代。

​Anonymi Epigrammatici εἰμὶ πόλου μίμημα· δύω δέ με θῆρες ἄγουσι, πρόσθε μὲν Ἠριγόνης, Πασιφάης δʼ ὄπιθεν Ἡρακλέους τηρεῖ με συνευνέτις, ἡ δέ με Φοίβου τείρει νύμφα φίλη πολλάκι δαιομένη.

佚名短诗诗人 我是天穹的摹本;有两只走兽牵引着我, 前方属于厄里戈涅,后方则属于帕西法厄; 赫拉克勒斯的同衾之侣守护着我,然而 福玻斯的爱妻却常常烈焰灼灼,消磨着我。

​Anonymi Epigrammatici νυκτὶ μιῇ καὶ Τρωσὶν ἐπήλυθα, καὶ τὰ Πελασγῶν φῦλα διατμήξας εἷλον ἄνευ δόρατος· οὐ μὲν ὁ Τυδείδης, οὐδʼ ὁ πτολίπορθος Ὀδυσσεὺς τὸν θρασὺν ἐκ νηῶν ἔσθενον ἐξελάσαι· ἀλλὰ μένος καὶ θάρσος ἐνὶ στήθεσσιν ἀέξων Ἀργείων στρατιὴν ὤλεσα καὶ Φρυγίων.

佚名短诗诗人 仅在一夜之间我便降临在特洛伊人头上,且割裂 珀拉斯戈伊人的部族,未用戈矛便将他们攻克; 无论是堤丢斯之子,还是毁城者奥德修斯, 都无力将这狂妄之徒自战船前驱逐出去; 反倒是我在胸中蓄积着狂怒与胆气, 一举毁灭了阿耳戈斯人与弗律癸亚人的大军。

45

​Anonymi Epigrammatici εἰμὶ μέλας, λευκός, ξανθός, ξηρός τε καὶ ὑγρός· εὖτε δὲ δουρατέων πεδίων ὕπερ ἐντανύσῃς με, Ἄρεϊ καὶ παλάμῃ φθέγγομαι οὐ λαλέων.

佚名短诗诗人 我是黑的、白的、黄褐的,既干燥亦湿润; 无论何时你若将我紧绷于木质的平原之上, 我便借阿瑞斯与手掌发声,却并不言语。

​Anonymi Epigrammatici γράμματος ἀρνυμένου πληγὴν ποδὸς οὔνομα τεύχει ἡμέτερον· πταίειν δὲ βροτῶν πόδας οὔποτʼ ἐάσει.

佚名短诗诗人 当一个字母承受一击,足部之名便造就了 我们的名字;而它决不会让凡人的双足失足绊倒。

​Anonymi Epigrammatici εἵνεκα φωτὸς ἐγὼ φῶς ὤλεσα· φὼς δὲ παραστὰς φῶς μοι ὄπασσε1 φίλον ποσσὶ χαριζόμενος.

佚名短诗诗人 为了光明的缘故,我失去了光明;然而一人立于身旁, 赐福于我的双足,赐予我珍贵的光明。

​Anonymi Epigrammatici αἱ Χάριτες μήλων καλάθους φέρον, ἐν δὲ ἑκάστῃ ἶσον ἔην πλῆθος. Μοῦσαι σφίσιν ἀντεβόλησαν ἐννέα, καὶ μήλων σφέας ᾔτεον αἳ δʼ ἄρʼ ἔδωκαν ἶσον ἑκάστῃ πλῆθος, ἔχον δʼ ἴσα ἐννέα καὶ τρεῖς. εἰπὲ πόσον μὲν δῶκαν, ὅπως δʼ ἴσα πᾶσαι ἔχεσκον.

佚名短诗诗人 美惠三女神携带着苹果篮子,每一只篮中 都有着等量的果子。九位缪斯迎面 遇见她们,向她们索要苹果;她们便给 每人等量的数目,于是九人与三人拥有的数目变得相等。 请说出她们给了多少,以及大家如何落得数目均等。

​Anonymi Epigrammatici τεῦξόν μοι στέφανον, χρυσὸν χαλκόν τε κεράσσας, κασσίτερὸν θʼ ἅμα τοῖσι, πολύκμητόν τε σίδηρον, μνῶν ἑξήκοντα· χρυσὸς δʼ ἐχέτω μετὰ χαλκοῦ δοιὰ μέρη τρισσῶν2 χρυσὸς δʼ ἅμα κασσίτερός τε τρισσὰ μέρη τετόρων χρυσὸς δʼ αὖτʼ ἠδὲ σίδηρος τόσσα μέρη τῶν πέντε. πόσον δʼ ἄρα δεῖ σε κεράσσαι λέξον τοῦ χρυσοῦ, χαλκοῦ πόσον, ἀλλʼ ἔτι λέξον κασσιτέροιο πόσον, λοιποῦ πόσον εἰπὲ σιδήρου, ὥστε σε τὸν στέφανον τεῦξαι μνῶν ἑξήκοντα.

佚名短诗诗人 请为我打造一顶王冠,将黄金与青铜熔合, 再将锡、以及百炼之铁与它们混在一起, 共重六十明那;让黄金与青铜合占 三分之二;让黄金与锡合占 四分之三;再让黄金与铁合占 五分之四。请说出到底须混合 多少黄金,多少青铜;且再说说 多少锡,并说出剩余的铁是多少, 好让你打造出那六十明那的王冠。

50

​Anonymi Epigrammatici τὸ τρίτον, ἀργυροποιέ, προσέμβαλε καὶ τὸ τέταρτον τῆς φιάλης εἰς ἕν, καὶ τὸ δυωδέκατον, εἰς δὲ κάμινον ἔλαυνε βαλὼν, καὶ πάντα κυκήσας ἔξελέ μοι βῶλον μνᾶν δέ μοι ἑλκυσάτω.

佚名短诗诗人 银匠啊,将这只杯皿的三分之一与四分之一 合而为一投入,还有那十二分之一; 将它们投入炉中鼓风吹炼,将一切搅拌均匀, 为我取出一块金属团;让它为我称出一明那之重。

​Anonymi Epigrammatici α. ἔχω τὸν ἑξῆς, καὶ τὸ τοῦ τρίτου τρίτον. β. κἀγὼ τὸν ἑξῆς, καὶ τὸ τοῦ πρώτου τρίτον. γ. κἀγὼ δέκα μνᾶς, καὶ τὸ τοῦ μέσου τρίτον.

佚名短诗诗人 甲:“我有邻人的份额,再加上第三人份额的三分之一。” 乙:“我亦有邻人的份额,再加上第一人份额的三分之一。” 丙:“而我有十明那,再加上中间那人份额的三分之一。” 佚名短诗诗人题葡萄酒

​Anonymi Epigrammatici εἰς οἶνον ἦν ὅτε σὺν Λαπίθῃσι καὶ ἀλκίμῳ Ἡρακλῆι Κενταύρους διφυεῖς ὤλεσα μαρνάμενος· ἦν ὅτε μουνογένεια κόρη θάνεν ἐν τρισὶ πληγαῖς ἡμετέραις, Κρονίδην δʼ ἤκαχον εἰνάλιον νῦν δέ με Μοῦσα τρίτη πυρίναις Νύμφαισι μιγέντα δέρκεται ὑελίνῳ κείμενον ἐν δαπέδῳ.

曾几何时,我与拉庇泰人及勇猛的赫拉克勒斯并肩 作战,将那双重身形的半人马悉数剿灭; 曾几何时,独生少女在我三记重击之下毙命, 我令海上的克洛诺斯之子陷入悲痛; 而如今第三位缪斯看着我与炽烈的仙女们融为一体, 横卧在玻璃的地面上。

​Anonymi Epigrammatici εἰς λύχνον Ἡφαίστῳ ποτὲ Παλλὰς ὑπʼ ἀγκοίνῃσι δαμεῖσα εἰς εὐνὴν ἐμίγη Πηλέος ἐν θαλάμοις· τοὶ δʼ ὡς οὖν λιπαρῇσι καλυφθήτην3 ὀθόνῃσιν, αὐτίκʼ ἐγεννήθη νυκτιπόλος Φαέθων.

佚名短诗诗人题油灯 昔日帕拉斯在赫淮斯托斯的怀抱中受制, 在珀琉斯的寝宫中同榻相谐; 当两人刚被光润的亚麻布覆盖, 夜行的法厄同便立时诞生。

​Anonymi Epigrammatici εἰς σικύαν κἀμὲ σοφὴ ποίησε τέχνη Παιήονος ἔμπνουν πῦρ ὑπὸ χαλκελάτοις χείλεσι κευθομένην δειλῶν δʼ αἷμα κελαινὸν ἀπʼ ἀνθρώπων ἐρύουσα, Ἥφαιστον κτείνω γαστρὶ περισχομένη.

佚名短诗诗人题拔罐器 派埃翁神妙的技艺也造就了我,将呼吸的 火焰潜藏在青铜铸就的唇口之下; 我从可怜的凡人体内拔出黑血, 腹中紧紧裹挟着赫淮斯托斯,将其扑灭。

55

​Anonymi Epigrammatici εἰς κλυστῆρα. μούνῳ μοι θέμις ἐστὶ γυναικῶν ἐν φιλότητι μίσγεσθαι φανερῶς, λισσομένων ποσίων μοῦνος δʼ ἠιθέοισι, καὶ ἀνδράσιν, ἠδὲ γέρουσιν, παρθενικαῖς τʼ ἐπέβην ἀχνυμένων τοκέων. μαχλοσύνην ἤχθηρα· φιλεῖ δέ με παιονίη χείρ, Ἀμφιτρυωνιάδην ἐκτελέοντα πόνον. ἀμφὶ δʼ ὀπυιομένοισι καὶ ἂν Πλουτῆι μαχοίμην αἰὲν ὑπὲρ ψυχῆς τῶν ὁπόσοις ἐμίγην. εὔρινον δέ με παῖδα καὶ ἀργιόδοντα τίθησιν ἰδρείῃ μερόπων αἰγὶ μιγεὶς ἐλέφας.4

佚名短诗诗人题灌肠器 唯独在丈夫们苦苦哀求之时,于光天化日之下 与妇人们结欢,才是我一人的合法特权; 唯独在父母悲痛哀伤之际,我登临 青年男子、壮年男子、老人与处女的身躯。 我厌恶淫乱;然而医治之手珍爱我, 我正如安菲特律翁之子一般履行着辛劳苦役。 为了所有曾与我相交之人的性命, 围绕着那结为连理之人,我甚至愿与冥王争战不休。 凭着凡人的机巧,象牙与山羊皮相融, 将我造就为一个鼻梁秀挺、生着洁白牙齿的孩子。

语法注4 条
  1. 14.47εἵνεκα φωτὸς ἐγὼ φῶς ὤλεσα· φὼς δὲ παραστὰς / φῶς μοι ὄπασσε

    同音词的修辞对仗:两处 φῶς(中性单数宾格)意为“光芒”(日光或视力),而 φὼς(阳性单数主格,带锐音或抑音符)则意为“凡人、男子”(此处指引路者)。全句通过文字游戏描写了盲人获得引路者相助的情景。

  2. 14.49δοιὰ μέρη τρισσῶν

    表示分数的惯用表达:“三分之二”。随后的 τρισσὰ μέρη τετόρων(“四分之三”)与 τόσσα μέρη τῶν πέντε(“五分之四”,τόσσα 指紧随前文三之后的四)均采用完全相同的分数表记构词法。

  3. 14.53καλυφθήτην

    被动过去时直陈式第三人称双数。主语为指代前文提及之两者(赫淮斯托斯与帕拉斯,即火与油)的 τοί。该动词引导一个时间从句,引出随后油灯光焰(Φαέθων)的即刻诞生。

  4. 14.55αἰγὶ μιγεὶς ἐλέφας

    一种拟人化的寓意表达,意指灌肠器的构造:象牙(ἐλέφας,喷嘴)与山羊皮(αἴξ,皮囊)的结合。被动过去分词 μιγείς 接与格 αἰγί,说明借由人类的工巧将象牙与山羊皮囊结合制成医疗器具。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.39-14.55