- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.15-14.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本篇以阐述抑扬格韵律规则的诗篇开端,随后连续呈现了二十余首取自神话、字谜与日常事物的谜语短诗。
Anonymi Epigrammatici ἓξ πόδες ἐν χώραισι τόσαις μετροῦσιν ἴαμβον, σπονδεῖος, χόριος, καὶ δάκτυλος ἠδʼ ἀνάπαιστος, πυρρίχιος καὶ ἴαμβος· ἔχει δέ τε οἶκον ἕκαστος. πυρριχίου τέλος ἔσθʼ ὃς μακρὰν οἶδεν ἐν ἀρχῇ,1 πρώτη καὶ τριτάτη, πέμπτη δέ τε τούσδε κατίσχει. οἱ δʼ ἄλλοι κατὰ πᾶσαν ὁμῶς βαίνουσιν ἀταρπόν· μοῦνον ἴαμβον ἄνακτα φέρει τόπος, ὃν κʼ ἐθελήσῃ.
佚名短诗诗人 六个音步在相同数量的位置上度量着抑扬格诗行: 扬扬格、扬抑格、扬抑抑格与抑抑扬格、 抑抑格与抑扬格;每一个都有其固定的座次。 末尾属于抑抑格;至于知晓开头为长音者, 第一、第三与第五〔位置〕持有它们。 而其他各步则同样在每条小径上行走; 唯有作为君王的抑扬格,〔它〕所意欲的位置承载着它。
Anonymi Epigrammatici νῆσος ὅλη, μύκημα βοός, φωνή τε δανειστοῦ.
佚名短诗诗人 整座岛屿、母牛的哞叫、高利贷者的叫声。
Anonymi Epigrammatici Θήρη μὲν πολέμου μελέτη· θήρη δὲ διδάσκει κρυπτὸν ἑλεῖν, ἐπιόντα μένειν, φεύγοντα, διώκειν.
佚名短诗诗人 狩猎乃是战事的操练;狩猎教导人 如何捕捉潜藏者,迎战来犯者,追击遁逃者。 佚名短诗诗人
Anonymi Epigrammatici Ἕκτορα τὸν Ἕκτορα Διομήδης ἔκτανεν ἀνὴρ Αἴας2 πρὸ Τρώων ἔγχεϊ μαρνάμενον.
名叫狄俄墨得斯的男子,杀死了那名为保护者的赫克托耳—— 即埃阿斯,当〔赫克托耳〕在特洛伊人阵前持矛奋战之时。
Anonymi Epigrammatici εἶδον ἐγώ ποτε θῆρα διʼ ὕλης τμητοσιδήρου ὕπτιον ὀρθὰ τρέχοντα, ποσὶν δʼ οὐχ ἥπτετο γαίης.
佚名短诗诗人 我曾见一野兽穿行于被铁器砍伐的树林, 仰面笔直奔跑,足底却不沾尘土。
Anonymi Epigrammatici εἰ πυρὸς αἰθομένου μέσσην ἑκατοντάδα θείης,3 παρθένου εὑρήσεις υἱέα καὶ φονέα.
佚名短诗诗人 若将百数置于烈火正中, 你便会觅得处女之子兼杀害者。
Anonymi Epigrammatici ἐς μέσον Ἡφαίστοιο βαλὼν ἑκατοντάδα μούνην, παρθένου εὑρήσεις υἱέα καὶ φονέα.
佚名短诗诗人 仅将百数投入赫淮斯托斯的正中, 你便会觅得处女之子兼杀害者。
Anonymi Epigrammatici μὴ λέγε, καὶ λέξεις ἐμὸν οὔνομα. δεῖ δέ σε λέξαι; ὧδε πάλιν, μέγα θαῦμα, λέγων ἐμὸν οὔνομα λέξεις.
佚名短诗诗人 莫要出声,你便道出了我的名字;难道你非说不可? 那么再次,奇妙无比地,借由说话你将说出我的名字。
Anonymi Epigrammatici Νηρέος ὄντα με παῖδα φέρει γαιήιος υἱός, τὸν Στυγὸς ἱμερτοῖς νάμασι δυόμενον.
佚名短诗诗人 大地之子运载着身为涅柔斯之子的我, 运载着浸没于斯堤克斯令人神往清泉中的我。
Anonymi Epigrammatici μεον Διόνυσον ὁρᾷς ἐμέ· τίκτε με νηδὺς διχθαδίη, μνήμης δὲ πατήρ ἐμὸς ἡγεμονεύει. θηροφόρον δέ με πρῶτον ἐγείνατο νηλεόθυμον αὐτοκασιγνήτης δὲ προκὸς φίλον υἷα κατακτάς, οὐκέτι θῆρα φέρω, ἀλλʼ οὐρανὸν ἠδὲ θάλασσαν, καὶ χθόνα, καὶ μακάρων ἱερὸν χορὸν ἄφθιτον αἰεί.
佚名短诗诗人 你视我为狄俄倪索斯;双重胎胞 生下了我,而我的父亲引导着记忆。 起初他生下心狠手辣的我,让我身披野兽; 但因杀死了身为姐妹的母鹿之爱子, 我不再身负走兽,而是承载着苍天与大海、 大地,以及福乐诸神永不磨灭的神圣歌舞。
Anonymi Epigrammatici ὀφθαλμοὺς Σκύλλης ποθέω, τοὺς ἔσβεσεν αὐτὸς ἠέλιος, μήνη τε· πατὴρ δέ με δείδιε κούρην λοῦμαι δʼ ἀενάοισι δύω ποταμοῖσι θανοῦσα, οὓς κορυφὴ προΐησιν ἐπʼ ὀφρυόεντι κολωνῷ.
佚名短诗诗人 我渴望斯库拉的双眼,那正是太阳本身 与月亮所熄灭的;父亲曾惧怕身为少女的我; 死后,我沐浴在两条长流不息的河水中, 那是山巅自险峻丘陵上所倾注而下的。
Anonymi Epigrammatici ξανθὴ μέν τις ἐγὼν ἤμην πάρος, ἀλλὰ κοπεῖσα γίνομαι ἀργεννῆς λευκοτέρη χιόνος· χαίρω δὲ γλυκερῷ τε καὶ ἰχθυόεντι λοετρῷ, πρώτη δαιτυμόνων ἐς χορὸν ἐρχομένη.
佚名短诗诗人 我先前本是一头金发,然而遭受捶打之后, 便变得比洁白的积雪更为皎洁; 我喜悦于甘甜且有游鱼的沐浴, 率先步入筵席宾客的行列之中。
Anonymi Epigrammatici παρθένον ἐν πελάγει ζητῶν τὴν πρόσθε λέοντα, τηθὴν εὑρήσεις παιδοφόνου Ἑκάβης.
佚名短诗诗人 若在沧海之中寻找那先前曾是狮子的处女, 你便会觅得弑子之赫卡柏的祖母。
Anonymi Epigrammatici ἐξ ἁλὸς ἰχθυόεν γένος ἔλλαχον· εἷς δὲ μʼ ἄεθλος εἰς Διονυσιακοὺς οἶδεν ἀγῶνας ἄγειν· καὶ δέμας ἐν σταδίοισιν ἀλειψάμενος λίπʼ ἐλαίῳ, υἱέα μὲν Δηοῦς ὤλεσα χερσὶν ἐμαῖς· δεύτερον αὖτε Γίγαντας ἀολλέας ἄλλοθεν ἄλλους ἐκπέμπω πολλαῖς χείρεσιν ἑλκομένους.
佚名短诗诗人 我从盐海中获得了如鱼般的族类;然而有一项竞技 懂得将我引向狄俄倪索斯的赛会; 在竞技场中以光润的橄榄油涂抹躯体, 我亲手毁灭了得俄之子; 接着我又将四面八方聚集而来的巨人们, 在众多双手的牵引下打发遣送。
Anonymi Epigrammatici μούνῳ μοι φίλον ἐστὶ γυναιξί περ ἐν φιλότητι μίγνυσθαι, αὐτῶν λισσομένων ποσίων.
佚名短诗诗人 唯独于我而言,在丈夫们亲自哀求之时, 与妇女们结下欢爱之好是惬意之事。
Anonymi Epigrammatici κριὸν ἔχω γενετῆρα, τέκεν δέ με τῷδε χελώνη· τικτομένη δʼ ἄμφω πέφνον ἐμοὺς γονέας.
佚名短诗诗人 我有公羊为父,乌龟为他生下了我; 甫一诞生,我便将双亲一并杀死。
Anonymi Epigrammatici οἴνου τὴν ἑτέρην γράφε μητέρα, καὶ θὲς ἐπʼ ἄρθρῳ ἄρθρον τοῦ πάτρη πατρὸς ἄκοιτις ὁρᾷς.
佚名短诗诗人 写下葡萄酒的另一位母亲,在关节之上 安放关节,你便会看见其故土正是父亲之妻。
Anonymi Epigrammatici Κτανθεὶς τὸν κτείναντα κατέκτανον· ἀλλʼ ὁ μὲν οὐδʼ ὣς ἤλυθεν εἰς Ἀίδην αὐτάρ ἔγωγʼ ἔθανον.
佚名短诗诗人 被杀的我杀死了杀我之人;然而他即便如此 亦未曾堕入哈得斯,死去的反倒是我。
Anonymi Epigrammatici τόν με κατακτείναντα κατέκτανον, οὐ δέ μοι ἦδος· θῆκε γὰρ ἀθάνατον τὸν κτάμενον θάνατος.
佚名短诗诗人 我杀死了杀我之人,心中却无半分欢悦; 因为死亡竟使那被杀者化作了不朽。
Anonymi Epigrammatici νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα, ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπʼ ἠπείροιο φέρουσα· ἔνθʼ ἀπʼ ἐμῆς ἔσθʼ αἷμα ὁμοῦ καὶ Κέκροπος αἷμα· ἔνθʼ Ἥφαιστος ἔχει χαίρων γλαυκῶπιν Ἀθήνην κεῖθι θυηπολίην πέμπειν κελόμην Ἡρακλεῖ.
佚名短诗诗人 有一座城邦岛屿,承袭了以草木为名的血统, 对陆地而言既承载着地峡亦承载着海峡; 那里既有出自我族的血,亦有刻克洛普斯的血; 那里赫淮斯托斯欣然拥抱着目光明澈的雅典娜; 我吩咐往那里为赫拉克勒斯送去献祭之礼。
Anonymi Epigrammatici ἀνθρώπου μέλος εἰμί ὃ καὶ τέμνει με σίδηρος· γράμματος αἰρομένου δύεται ἠέλιος.4
佚名短诗诗人 我是人之肢体,铁器亦能将我割断; 当一个字母被除去,太阳便西沉入夜。
Anonymi Epigrammatici πικρή μοι ζωή, θάνατος γλυκύς, ὕδατα δʼ ἄμφω· θνῄσκω ἀναιμάκτοις ἔγχεσι νυσσόμενος· ἢν δέ τις ἐν ζώοντι νέκυν τύμβῳ με καλύψῃ, αἵματι συγγενέων πρῶτον ἀποβρέχομαι.
佚名短诗诗人 我的生苦涩,我的死甘美,两者皆是流水; 我被无血的矛戈刺穿而死; 若有人将身为尸骸的我掩埋于活生生的坟墓中, 我首先便会被同族之血浸润。
Anonymi Epigrammatici Παλλάδος εἰμὶ φίλη, τίκτω δʼ ἀπερείσια τέκνα, ἃ κατὰ πετράων ἄνδρες βάλον ὀλλυμένων δέ, Πηλείδῃ φάος ἔσκε, βροτῶν ἄκος, ἕρκος ἀγώνων.
佚名短诗诗人 我为帕拉斯所珍爱,诞下无数子嗣, 人们将它们砸向坚石;然而在它们碎灭之际, 对于珀琉斯之子而言却是光明,是凡人之良药,是战阵之护壁。
Anonymi Epigrammatici κτεῖνα κάσιν, κτάνε δʼ αὖ με κάσις, θάνομεν δʼ ὑπὸ πατρός· μητέρα δʼ ἀμφότεροι τεθναότες κτάνομεν.
佚名短诗诗人 我杀了兄弟,兄弟反过来杀了我,我们死于父亲之手; 而死后的我们两人,又共同杀死了母亲。
- 14.15πυρριχίου τέλος ἔσθʼ ὃς μακρὰν οἶδεν ἐν ἀρχῇ
πυρριχίου τέλος ἔσθʼ(末尾属于抑抑格)为独立分句,指抑扬格三音步诗行的行末(第六音步)容许抑抑格(短-短)。随后的关系从句 ὃς μακρὰν οἶδεν ἐν ἀρχῇ(知晓开头为长音者)统指以长音节开头的音步(扬扬格与扬抑抑格),在下一行由复数代词 τούσδε(它们)承接。
- 14.18Ἕκτορα τὸν Ἕκτορα Διομήδης ἔκτανεν ἀνὴρ Αἴας
修辞手法上重叠了普通名词含义(保护者)与专有名词(赫克托耳),即 Ἕκτορα τὸν Ἕκτορα。主格的 Διομήδης(意为具有神样谋略者)与 Αἴας 构成同格修饰,意为“具有神智之人埃阿斯杀死了保护者赫克托耳”。
- 14.20εἰ πυρὸς αἰθομένου μέσσην ἑκατοντάδα θείης
字谜诗。希腊数字中字母 ⟨ρ⟩ 代表 100。若将其置于火(πῦρ)的正中,便拼出 Πύρρος(皮洛士/涅俄普托勒摩斯)。此人既是处女戴达弥亚之子,又是处女波吕克塞娜的杀害者。
- 14.35γράμματος αἰρομένου δύεται ἠέλιος
属格独立结构。该字谜基于从“指甲”(ὄνυξ,即人之肢体)中除去首字母 ο,从而剩下“黑夜”(νύξ),诗意地表述为“太阳西沉入夜”。
