← 希腊诗选

希腊诗选 卷五

§14.1-14.14

数学算题与谜语短诗辑

辑录《希腊词华集》第十四卷中关于毕达哥拉斯门生数量、奥革阿斯牛群、厄洛斯苹果等数学谜题诗,以及烟、骰子、刻漏与遗产继承等益智诗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

​Socrates Πολυκράτης ὄλβιε Πυθαγόρη, Μουσέων Ἑλικώνιον ἔρνος, εἰπέ μοι εἰρομένῳ, ὁπόσοι σοφίης κατʼ ἀγῶνα σοῖσι δόμοισιν ἔασιν, ἀεθλεύοντες ἄριστα. Πυθαγόρας τοιγὰρ ἐγὼν εἴποιμι, Πολύκρατες· ἡμίσεες μὲν ἀμφὶ καλὰ σπεύδουσι μαθήματα· τέτρατοι αὖτε ἀθανάτου φύσεως πεπονήαται·1 ἑβδομάτοις δὲ σιγὴ πᾶσα μέμηλε, καὶ ἄφθιτοι ἔνδοθι μῦθοι· τρεῖς δὲ γυναῖκες ἔασι, Θεανὼ δʼ ἔξοχος ἄλλων. τόσσους Πιερίδων ὑποφήτορας αὐτὸς ἀγινῶ.

苏格拉底 波利克拉忒斯: “受神赐福的毕达哥拉斯,缪斯在赫利孔山的枝桠, 请答复我的询问:在智慧的竞技中, 有多少人在你的门下竞夺魁首?” 毕达哥拉斯: “那我就告诉你,波利克拉忒斯:半数的人 致力于高尚的学问;又有四分之一的人 为探究不朽的自然而劳碌;而对七分之一的人来说, 纯然的静默是其操持,并将不朽的言论深藏胸中; 另有三位妇女,其中西阿诺最为卓越。 我所亲自引领的庇厄利亚的代言人,便是这许多。”

​Anonymi Epigrammatici εἰς ἄγαλμα Παλλάδος Παλλὰς ἐγὼ χρυσῆ σφυρήλατος· αὐτὰρ ὁ χρυσὸς αἰζηῶν πέλεται δῶρον ἀοιδοπόλων. ἥμισυ μὲν χρυσοῖο Χαρίσιος, ὀγδοάτην δὲ Θέσπις, καὶ δεκάτην μοῖραν ἔδωκε Σόλων, αὐτὰρ ἐεικοστὴν Θεμίσων τὰ δὲ λοιπὰ τάλαντα ἐννέα, καὶ τέχνη δῶρον Ἀριστοδίκου.

佚名短诗诗人题帕拉斯雕像 我是锻金锤打而成的帕拉斯;然而这黄金 乃是勇健的歌者诗人们的奉献。 黄金的一半由哈里西俄斯所赠,八分之一由 忒斯庇斯所赠,而十分之一的份额由梭伦给予, 此外二十分之一出自塞米松;剩余的九塔兰同 以及造作之工艺,乃是阿里斯托狄科斯的赠礼。 佚名短诗诗人

​Anonymi Epigrammatici ἁ Κύπρις τὸν Ἔρωτα κατηφιόωντα προσηύδα· τίπτε τοι, ὦ τέκος, ἄλγος ἐπέχραεν; ὃς δʼ ἀπάμειπτο· “Πιερίδες μοι μῆλα διήρπασαν ἄλλυδις ἄλλη, αἰνύμεναι κόλποιο, τὰ δὴ φέρον ἐξ Ἑλικῶνος. Κλειὼ μὲν μήλων πέμπτον λάβε· δωδέκατον δὲ Εὐτέρπη· ἀτὰρ ὀγδοάτην λάχε δῖα Θάλεια· Μελπομένη δʼ εἰκοστὸν ἀπαίνυτο· Τερψιχόρη δὲ τέτρατον ἑβδομάτην δʼ Ἐρατὼ μετεκίαθε μοίρην ἡ δὲ τριηκόντων με Πολύμνια νόσφισε μήλων, Οὐρανίη δʼ ἑκατόν τε καὶ εἴκοσι· Καλλιόπη δὲ βριθομένη μήλοισι τριηκοσίοισι βέβηκε. σοὶ δʼ ἄρα κουφοτέρῃσιν ἐγὼ σὺν χερσὶν ἱκάνω, πεντήκοντα φέρων τάδε λείψανα μῆλα θεάων.”

塞浦路斯女神向垂头丧气的厄洛斯问道: “我的孩子,究竟何种痛苦降临到了你身上?” 他回答道: “庇厄利亚的女神们从我的怀中,一个接一个地 抢夺走了那些我正从赫利孔山带来的苹果。 克利俄取走了苹果的五分之一,欧忒耳佩取走了十二分之一; 而神圣的塔利亚分得了八分之一; 墨尔波墨涅抢走了二十分之一;忒耳普西科瑞 取走了四分之一;厄剌托带走了七分之一的份额; 波吕姆尼亚夺走了我的三十个苹果, 乌剌尼亚拿走了一百二十个;而卡利俄珀 满载着三百个苹果离去。 因此我带着更轻的双臂来到你面前, 手中捧着这女神们留下的残余五十个苹果。”

​Anonymi Epigrammatici εἰς τὴν Αὐγείου κόπρον Αὐγείην ἐρέεινε μέγα σθένος Ἀλκεΐδαο, πληθὺν βουκολίων διζήμενος· ὃς δʼ ἀπάμειπτο· “ἀμφὶ μὲν Ἀλφειοῖο ῥοάς, φίλος, ἥμισυ τῶνδε· μοίρη δʼ ὀγδοάτη ὄχθον Κρόνου ἀμφινέμονται· δωδεκάτη δʼ ἀπάνευθε Ταραξίπποιο παρʼ ἱρὸν ἀμφὶ δʼ ἄρʼ Ἤλιδα δῖαν ἐεικοστὴ νεμέθονται· αὐτὰρ ἐν Ἀρκαδίῃ γε τριηκοστὴν προλέλοιπα· λοιπὰς δʼ αὖ λεύσσεις ἀγέλας τόδε πεντήκοντα.”

佚名短诗诗人题奥革阿斯的牛粪 阿尔开俄斯后裔的赫赫雄力向奥革阿斯发问, 探寻其牛群的数量;而他回答道: “朋友啊,阿尔斐俄斯的溪流畔聚集着其半数; 八分之一的份额在克罗诺斯山丘周围放牧; 十二分之一在塔拉克西波斯圣所旁另处漫游; 二十分之一在神圣的厄利斯周围吃草; 此外我还在阿耳卡狄亚留下了三十分之一; 至于剩余的群落,你在这里看见的正是这五十群。”

5

​Anonymi Epigrammatici εἰμὶ πατρὸς λευκοῖο μέλαν τέκος, ἄπτερος ὄρνις, ἄχρι καὶ οὐρανίων ἱπτάμενος νεφέων κούραις δʼ ἀντομένῃσιν ἀπενθέα δάκρυα τίκτω· εὐθὺ δὲ γεννηθεὶς λύομαι εἰς ἀέρα.

佚名短诗诗人 我是白父之黑子,无翼之鸟, 直飞至天上的云霄; 我让相逢的少女们流下无悲之泪; 甫一诞生,便消融于微风之中。

​Anonymi Epigrammatici Ὡρονόμων ὄχʼ ἄριστε, πόσον παρελήλυθεν ἠοῦς; ὅσσον ἀποιχομένοιο δύο τρίτα, δὶς τόσα λείπει.2

佚名短诗诗人 “最擅测时的达人啊,清晨已过去了多少?” “流逝时光的三分之二的双倍,便是所剩余的时光。”

​Anonymi Epigrammatici χάλκεός εἰμι λέων κρουνοὶ δέ μοι ὄμματα δοιά, καὶ στόμα, καὶ δὲ θέναρ δεξιτεροῖο ποδός. πλήθει δὲ κρητῆρα δύʼ ἤμασι δεξιὸν ὄμμα, καὶ λαιὸν τρισσοῖς, καὶ πισύροισι θέναρ· ἄρκιον ἓξ ὥραις πλῆσαι στόμα· σὺν δʼ ἅμα πάντα, καὶ στόμα καὶ γλῆναι καὶ θέναρ, εἰπὲ πόσον.

佚名短诗诗人 我是一头青铜雄狮;我的喷泉喷口是两只眼睛、 嘴巴,以及右脚的脚掌。 右眼可在两天内盛满大瓮, 左眼需三天,脚掌需四天; 嘴巴则足以在六小时内将其注满。若是齐聚一处, 嘴巴、双眼与脚掌同开,请说需要多少时光?

​Anonymi Epigrammatici ἕξ, ἕν, πέντε, δύο, τρία, τέσσαρα κῦβος ἐλαύνει.

佚名短诗诗人 六、一、五、二、三、四,骰子在翻滚旋转。

​Anonymi Epigrammatici ἄνδρʼ ἐμὸν ἔκτανʼ ἑκυρός, ἑκυρὸν δʼ ἔκτανεν ἀνὴρ, καὶ δαὴρ ἑκυρόν, καὶ ἑκυρὸς γενέτην.

佚名短诗诗人 我的公公杀了我丈夫,我丈夫杀了我公公; 我的小叔杀了我公公,我公公杀了我父亲。

10

​Anonymi Epigrammatici λέβητας ἔγνων μὴ σιωπᾶν εἰδότας, πλὴν ἄρτια τὸν χαλκὸν ἠχεῖν προτρέπειν, ἀντικτυποῦντος τοῦ πρώτου τῷ δευτέρῳ, καὶ μεταδιδόντος τῷ τετάρτῳ τοῦ τρίτου. ἐὰν δὲ τὸ κινοῦν ἠρεμῇ καὶ μὴ πνέῃ, ἄφωνος ὁ λέβης· τῇ φύσει γὰρ οὐ λάλος. τῶν σῶν δὲ λεβήτων ἡ φύσις μὲν εὔστομος· σῇ ˘ δʼ ἐντυχοῦσα γίνετʼ εὐστομωτέρα, σιγῶσ’ ὅταν δεῖ, καὶ λαλοῦσ’ ὅταν δέοι.

佚名短诗诗人 我见过不知保持缄默的鼎镬, 只知催促青铜发出和谐之音, 第一口向第二口回扣作响, 第三口向第四口传递声韵。 然而若那触动之物静止不息、不再吹拂, 鼎镬便归于无声;因它天性并不饶舌。 然而你的鼎镬之性情本就谈吐雅正; 与你的鼎相逢,便愈发巧言善辩, 当静时静默,当言时述说。

​Anonymi Epigrammatici τοὺς χιλίους στατῆρας, οὓς ἐκτησάμην, λαβεῖν κελεύω τοὺς ἐμοὺς παῖδας δύο· πλὴν γνησίου τὸ πέμπτον ηὐξήσθω δέκα μέτρου τετάρτου3 τῶν λαχόντων τῷ νόθῳ.

佚名短诗诗人 我所挣得的一千斯塔特币, 我命令由我的两个孩子继承; 唯独嫡子〔份额〕的五分之一应当增加,比分给庶子的 四分之一份额多出十。

​Anonymi Epigrammatici ἓξ μνῶν ἓξ φιάλας Κροῖσος βασιλεὺς ἀνέθηκεν δραχμῇ τὴν ἑτέρην μείζονα τῆς ἑτέρης.

佚名短诗诗人 克罗伊索斯国王奉献了重六明那的六只浅盘, 每一只皆比另一只重一德拉克马。

​Anonymi Epigrammatici ἄμφω μὲν ἡμεῖς εἴκοσι μνᾶς ἕλκομεν, Ζῆθός τε χὠ ξύναιμος· ἢν δέ μου λάβῃς τρίτον, τό τέτρατον τε τοῦδʼ Ἀμφίονος, ἓξ πάντʼ ἀνευρὼν, μητρὸς εὑρήσεις σταθμόν.

佚名短诗诗人 我们两人共重二十明那, 策托斯与同胞兄弟;但若你从我这里取出 三分之一,从这边的安菲翁取出四分之一, 总共求得六,你便会得知母亲的分量。

​Anonymi Epigrammatici εἷς ἄνεμος· δύο νῆες· ἐρέττουσιν δέκα ναῦται· εἷς δὲ κυβερνήτης ἀμφοτέρας ἐλάει.

佚名短诗诗人 一阵长风;两艘轻舟;十名水手在摇橹; 而一位舵手掌管着两者航行。

语法注3 条
  1. 14.1πεπονήαται

    动词 πονέω 的第三人称复数完成时中动态/被动态(伊奥尼亚方言词尾 -αται)。与属格 ἀθανάτου φύσεως 连用,意为“为……探求而劳作”,主语为 τέτρατοι(四分之一的人)。

  2. 14.6ὅσσον ἀποιχομένοιο δύο τρίτα, δὶς τόσα λείπει

    由 ὅσσον ... δὶς τόσα 构成的相关代词句。ἀποιχομένοιο 为中性分词属格(“在已逝去的时光中”)。句意为“所剩之量(λείπει),乃是已逝去时光(ἀποιχομένοιο)的三分之二(δύο τρίτα)的双倍(δὶς τόσα)”,即若已过时间为x,所剩为y,则 y = 2 * (2/3 x) = 4/3 x。

  3. 14.11τὸ πέμπτον ηὐξήσθω δέκα μέτρου τετάρτου

    ηὐξήσθω 是 αὐξάνω 的完成时被动态命令法第三人称单数(“愿被增加”)。τὸ πέμπτον(连同 γνησίου,意为“嫡子份额的五分之一”)作主语,δέκα(“十〔斯塔特〕”)表示差额,与比较属格 μέτρου τετάρτου(“比四分之一份额”)结合,规定了遗产分配的计算条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.1-14.14