← 希腊诗选

希腊诗选 卷五

§14.124-14.135

丢番图墓志铭与注水等算术谜题

一组算术谜语诗,涵盖人生年龄分配问题(包括著名的丢番图墓志铭)、遗产分割纠纷、海程距离计算、多管注满蓄水池的速度问题以及纺织劳作定额谜题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
124

​Anonymi Epigrammatici ἠέλιος, μήνη τε καὶ ἀμφιθέοντος ἀλῆται ζωοφόρου τοίην τοι ἐπεκλώσαντο γενέθλην ἕκτην μὲν βιότοιο φίλῃ παρὰ μητέρι μεῖναι ὀρφανὸν ὀγδοάτην δὲ μετʼ ἀντιβίοισιν ἀνάγκῃ θητεύειν, νόστον τε γυναῖκά τε παῖδά τʼ ἐπʼ αὐτῇ τηλύγετον δώσουσι θεοὶ τριτάτῃ ἐπὶ μοίρῃ·1 δὴ τότε σοι Σκυθικοῖσιν ὑπʼ ἔγχεσι παῖς τε δάμαρ τε ὄλλυνται. σὺ δὲ τοῖσιν ἐπʼ ἄλγεσι δάκρυα χεύσας, ἑπτὰ καὶ εἴκοσ’ ἔτεσσι βίου ποτὶ τέρμα περήσεις.

佚名短诗诗人 太阳、月亮与环行兽带的游星们, 为你纺定了如此的生辰: 生命之六分之一,作为孤儿留驻在慈母身旁; 八分之一,则在敌手之中被迫服役; 诸神将在三分之一的份额上,赐你归途、妻子, 以及随她而来的晚生之子; 恰在彼时,你的妻儿丧生于斯基泰人的矛下; 而你,在这些苦痛上洒下泪水, 将在二十七年之后走向人生的终点。

125

​Anonymi Epigrammatici τύμβος ἐγώ· κεύθω δὲ πολύστονα τέκνα Φιλίννης, τοῖον μαψιτόκων καρπὸν ἔχων λαγόνων πέμπτον ἐν ἠιθέοις, τρίτατον δʼ ἐνὶ παρθενικῇσιν, τρεῖς δέ μοι ἀρτιγάμους δῶκε Φίλιννα κόρας· λοιποὶ δʼ ἠελίοιο πανάμμοροι ἠδὲ καὶ αὐδῆς τέσσαρες ἐκ λαγόνων εἰς Ἀχέροντα πέσον.

佚名短诗诗人 我是坟墓;我掩埋着菲琳娜饱经悲叹的子女, 拥抱着她虚妄生育的母腹所结的这般果实: 五分之一在少年人之中,三分之一在处女之中; 菲琳娜又交予我三个新婚的少女; 剩余的四人全然未蒙阳光与声音之福, 从母腹直接坠入了阿刻戎河。

​Anonymi Epigrammatici οὗτός τοι Διόφαντον ἔχει τάφος· ἆ μέγα θαῦμα· καὶ τάφος ἐκ τέχνης μέτρα βίοιο λέγει. ἕκτην κουρίζειν βιότου θεὸς ὤπασε μοίρην δωδεκάτην δʼ ἐπιθείς, μῆλα πόρεν χνοάειν· τᾖ δʼ ἄρʼ ἐφʼ ἑβδομάτῃ τὸ γαμήλιον ἥψατο φέγγος, ἐκ δὲ γάμων πέμπτῳ παῖδʼ ἐπένευσεν ἔτει.2 αἰαῖ, τηλύγετον δειλὸν τέκος, ἥμισυ πατρὸς3 † τοῦδε καὶ ἡ κρυερὸς μέτρον ἑλὼν βιότου. πένθος δʼ αὖ πισύρεσσι παρηγορέων ἐνιαυτοῖς τῇδε πόσου σοφίᾐ τέρμʼ ἐπέρησε βίου.

佚名短诗诗人 看啊,这座坟墓安息着丢番图;啊,莫大的奇迹! 此墓以精妙之法道出他生命的尺度。 神赐他在生命的六分之一里度过童年; 加上十二分之一,神令其面颊生出绒须; 紧接着在七分之一上,神点燃了婚筵之烛; 婚后第五年,神赐予他一个麟儿。 悲夫,可怜的晚生娇儿!取了这位父亲 严酷生命尺度的一半,便被夺去性命。 父亲又在四年中以算术的智慧 抚慰悲痛,直至走完生命的尽头。

​Anonymi Epigrammatici παντός ὅσου βεβίωκε χρόνου παῖς μὲν τὸ τέταρτον Δημοχάρης βεβίωκε· νεηνίσκος δὲ τὸ πέμπτον τὸ τρίτον εἰς ἄνδρας· πολιὸν δʼ ὅτʼ ἀφίκετο γῆρας ἔζησεν λοιπὰ τρισκαίδεκα γήραος οὐδῷ.

佚名短诗诗人 德谟卡里斯一生度过的全部岁月中, 四分之一作为孩童度过;五分之一作为少年; 三分之一步入成年;当苍老暮年降临, 他在衰老的门槛上度过了余下的十三年。

​Anonymi Epigrammatici οἷον ἀδελφειὸς μʼ ἐβιήσατο, πέντε τάλαντα οὐχ ὁσίῃ μοίρῃ πατρικὰ δασσάμενος. ἑπτὰ κασιγνήτοιο τόδʼ ἑνδεκάτων4 πολύδακρυς πέμπτον ἔχω μοίρης. Ζεῦ, βαθὺν ὕπνον ἔχεις.

佚名短诗诗人 兄弟待我何其不公!他以不义的份额, 瓜分了五塔兰同的父辈家产。 满面泪痕的我握有的, 是兄弟那份的十一分之七的这五分之一。宙斯啊,你竟酣睡不醒?

​Anonymi Epigrammatici εἶπε κυβερνητῆρι, πλατὺν πόρον Ἀδριακοῖο τέμνων νηί, ἁλὸς πόσα λείπεται εἰσέτι μέτρα; τὸν δʼ ἀπαμείβετο· “Ναῦτα, μέσον Κριοῖο μετώπου Κρηταίου, Σικελῆς τε Πελωρίδος ἑξάκι μέτρα χίλια, δοιῶν δʼ αὖτε παροιχομένοιο δρόμοιο πέμπτων διπλάσιον5 Σικελὴν ἐπὶ πορθμίδα λείπει.”

佚名短诗诗人 驾舟劈开亚得里亚海宽阔的水道, 他向舵手问道: “海路至今还剩下多少尺度?” 舵手回答他:“水手啊,克里特岛的公羊额岬 与西西里的佩洛里斯岬之间有六千尺度; 而已经走过的航程的五分之二的两倍, 又构成了通往西西里渡口所剩余的路程。”

130

​Anonymi Epigrammatici τῶν πισύρων κρουνῶν ὁ μὲν ἤματι πλῆσεν ἅπασαν δεξαμενήν, δυσὶ δʼ οὗτος, ὃ δʼ ἐν τρισὶν ἤμασιν οὗτος, τέτρατος ἐν τετόρεσσι· πόσῳ πλήσουσιν ἅπαντες;

佚名短诗诗人 四个喷口中,其一在一天内注满整个水槽; 这一口需两天,另一口需三天, 第四口需四天。若全部喷口同时注入,需多少时间注满?

​Anonymi Epigrammatici οἶγέ με, καὶ πισύρεσσιν ἐνιπλήσω παρεοῦσαν δεξαμενὴν ὥραις, κρουνὸς ἅλις προρέων· δεξιτερὸς δʼ ἄρʼ ἐμεῖο τόσαις ἀπολείπεται ὥραις, ὄφρα μιν ἐμπλήσει· δὶς δὲ τόσαις ὁ τρίτος. εἰ δʼ ἄμφω σὺν ἐμοὶ προχέειν ῥόου ἑσμὸν ἀνώγοις, εἰν ὀλίγῃ μοίρῃ πλήσομεν ἠματίῃ.

佚名短诗诗人 开启我吧,我将在四小时内注满眼前的 水槽,我是一股充盈喷涌的清泉; 位于我右侧的喷口,要注满它则落后同样多的小时; 而第三个喷口则落后两倍的小时。 若你命两者与我一同倾泻滚滚急流, 我们将在一天的极小份额之内将其注满。

​Anonymi Epigrammatici Κύκλωψ † ἐγὼ Πολύφημος ὁ χάλκεος· οἷα δʼ ἐπʼ αὐτῷ τεῦξέ τις ὀφθαλμὸν καὶ στόμα καὶ παλάμην, κρουνοῖς συζεύξας· στάζοντι δὲ πάμπαν ἔοικεν, ἠδʼ ἔτι καὶ βλύζων φαίνετʼ ἀπὸ στόματος. κρουνῶν δʼ οὔτις ἄτακτος· ὁ μὲν παλάμης τρισὶ μούνοις ἤμασιν ἐμπλήσει δεξαμενὴν προρέων ἠμάτιος γλήνης· στόμα δʼ ἤματος ἐν δύο πέμπτοις.6 τίς κʼ ἐνέποι τρισσοῖς ἶσα θέοντα χρόνον;

佚名短诗诗人 我是青铜的独目巨人波吕斐摩斯;有人在其上 制出这般的眼睛、嘴巴与手掌, 将它们与喷管相连;他通体宛若滴淌, 口中似仍在喷涌而出。 各喷口毫不混乱:手掌的喷口喷流而出, 仅用三天便将注满水槽; 眼睛的喷口需一天;嘴巴则需一天的五分之二。 谁能说出三者齐流所需的时间?

​Anonymi Epigrammatici ὡς ἀγαθὸν κρητῆρι θοοὶ κερόωσι ῥέεθρον οἵδε δύω ποταμοί, καὶ Βρομίοιο Χάρις. ἶσος δʼ οὐ πάντεσσι ῥόου δρόμος· ἀλλά μιν οἶος Νεῖλος μὲν προρέων ἠμάτιος κορέσει, τόσσον ὕδωρ μαζῶν ἀπερεύγεται· ἐκ δʼ ἄρα Βάκχου; θύρσος ἐνὶ τρισσοῖς ἤμασιν οἶνον ἱείς· σὸν δὲ κέρας, Ἀχελῷε, δύʼ ἤμασι. νῦν δʼ ἅμα πάντες ῥεῖτε καὶ εἰν ὥραις πλήσετέ μιν ὀλίγαις.

佚名短诗诗人 这两条奔流的河流与布罗米奥斯的恩泽, 在混酒缸中调和出何等美妙的甘霖! 但各流的流速并不均等:唯独尼罗河 单自奔涌,便能在一日内将其充盈; 它自乳峰中吐出如此多的水流。而发自巴克科斯的 神杖,在三日内喷出美酒; 阿克洛俄斯啊,你的犄角需两日。如今你们全部一同 奔流吧,你们将在短短数小时内将其注满。

​Anonymi Epigrammatici ὦ γύναι, ὡς πενίης ἐπελήσαο· ἣ δʼ ἐπίκειται αἰὲν ἀναγκαίῃ κέντρα φέρουσα πόνων. μνᾶν ἐρίων νήθεσκες ἐν ἤματι πρεσβυτέρη δὲ θυγατέρων καὶ μνᾶν καὶ τρίτον εἷλκε κρόκης· ὁπλοτέρη δὲ μιῆς φέρεν ἥμισυ. νῦν δʼ ἅμα πάσαις δόρπον ἐφοπλίζεις μνᾶν ἐρύσασα μόνον.

佚名短诗诗人 妇人啊,你何以遗忘了自己的贫困!贫困却 始终带着迫切劳苦的刺鞭重压于你。 你曾在一日内纺出一弥那羊毛;而女儿中 较长者能纺出一弥那又三分之一的纬纱; 较幼者则带来半弥那。如今你同众人一起 只纺出了一弥那,便操持起晚饭。

135

​Anonymi Epigrammatici οἵδε λοετροχόοι τρεῖς ἕσταμεν ἐνθάδʼ Ἔρωτες, καλλιρόου πέμποντες ἐπʼ εὐρίποιο λοετρά. δεξιτερὸς μὲν ἔγωγε τανυπτερύγων ἀπὸ ταρσῶν ἤματος ἑκταίῃ μοίρῃ ἔνι τόνδε κορέσσω· λαιὸς δʼ αὖ πισύρεσσιν ἀπʼ ἀμφιφορῆος ἐν ὥραις· ἐκ δʼ ὁ μέσος τόξοιο κατʼ ἤματος αὐτὸ τὸ μέσσον. φράζεο δʼ, ὡς ὀλίγῃ κεν ἐνιπλήσαιμεν ἐν ὥρῃ, ἐκ πτερύγων τόξου τε καὶ ἀμφιφορῆος ἱέντες.

佚名短诗诗人 我们三位注水厄洛斯伫立于此, 向着清流荡漾的水道输送浴水。 右侧的我,自展开的双翼末梢, 将在一天的六分之一份额内将其充满; 左侧的同伴自双耳壶喷注,需四小时; 中央的同伴自弓中喷注,恰需一天的一半。 思量吧,若我们自羽翼、弓与双耳壶齐发, 将在何等短暂的时刻之内将其注满。

语法注6 条
  1. 14.124τριτάτῃ ἐπὶ μοίρῃ

    介词 ἐπί 支配与格 τριτάτῃ μοίρῃ,意为“在三分之一的份额(阶段)上”,指人生总长度的三分之一处或增加的三分之一阶段。

  2. 14.126παῖδʼ ἐπένευσεν ἔτει

    动词 ἐπινεύω(“点头应允、赐予”)支配宾格 παῖδα(“孩子”)与表示时间的与格 πέμπτῳ ἔτει(“在第五年”),表示神在婚后第五年赐予其一子。

  3. 14.126ἥμισυ πατρὸς

    丢番图墓志铭中的关键算术条件:中性名词性用法的宾格 ἥμισυ 与后文的 μέτρον ἑλὼν βιότου 同格或补充其含义,指儿子所享有的寿命为“父亲(寿命尺度)的一半”。

  4. 14.128ἑπτά κασιγνήτοιο τόδʼ ἑνδεκάτων

    倒装结构(hyperbaton):ἑπτὰ ἑνδεκάτων(“十一分之七”)中间插入了所有格属格 κασιγνήτοιο(“兄弟的”)。与 μοίρης 连用,构成修饰 τόδε πέμπτον 的层叠部分属格(“兄弟那份的十一分之七的这五分之一”)。

  5. 14.129πέμπτων διπλάσιον

    διπλάσιον(“两倍”)支配部分属格 δοιῶν πέμπτων(“五分之二”),意为已走过航程(παροιχομένοιο δρόμοιο)的“五分之二的两倍”(即五分之四)。

  6. 14.132ἤματος ἐν δύο πέμπτοις

    介词 ἐν 与与格 δύο πέμπτοις 连用,表示动作完成所需的时间(“在一天的五分之二内”);ἤματος 为部分属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:14.124-14.135