- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:13.20-13.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节为《帕拉蒂纳诗集》第十三卷的结末部分,收录了多种格律实验作品,涵盖管笛献礼、对诗人姆纳萨尔克斯的讽刺、阵前爱与战的祈愿、殇子悼亡诗、名妓的奉礼、酒神颂合唱获胜纪功、咏酒诗,以及颠倒语序以转换格律的文字游戏诗句。
Simonides ἐπὶ ἑξαμέτρῳ ἐναλλὰξ τό τε κωμικὸν τετράμετρον δύο συλλαβαῖς λεῖπον καὶ τὸ Ἀρχιλόχειον σκάζον τρίμετρον πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθανᾶς, τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺς τούσδε σὺν Ἡφαίστῳ τελέσας, ἀνέθηκʼ Ἀφροδίτῃ.καλοῦ, δαμασθεὶς ἱμέρῳ Βρύσωνος.
西摩尼得斯:在六音步之上,交替使用缺两个音节的喜剧四音步与阿耳基洛科斯式跛行三音步 黑土地的爱子俄庇斯为光耀祖国——雅典娜的圣城, 在赫淮斯托斯的相助下完成了这些雅致的管笛, 因被对俊美的布律松的爱火所征服, 将其献给了阿佛洛狄忒。
Theodoridas ἐπὶ τῷ ἀρτίῳ τριμέτρῳ δίμετρον ἀπὸ τοῦ ὑπορχηματικοῦ πενταμέτρου Μνασάλκεος τὸ σᾶμα τῶ Πλαταΐδα, τῶ λεγῃοποιῶ· ἁ Μῶσα δʼ αὐτῶ τᾶς Σιμωνίδα πλάτας ἦς ἀποσπάραγμα· κενά τε κλαγγὰν κἀπιλακυθίστρια διθυραμβοχάνα. τέθνακε, μὴ βάλωμες· εἰ δέ κε ζόεν, τύμπανὸν κʼ ἐφύση.1
塞奥多里达斯:在整正三音步之上,配以取自舞歌式五音步的二音步 这是普拉泰亚人姆纳萨尔克斯的墓冢, 他本是位哀歌诗人; 然而他的诗神不过是西摩尼得斯船桨的 一片碎木; 空有喧响,击壶作弄,大喊着颂歌。 他已亡故,我们且莫投石相击;但若他尚存人世, 定然连手鼓也要吹将起来。
Phaedimus ἐπὶ τριμέτρῳ ἀρτίῳ ἐπῳδὸν τετράμετρον ἡρωικὸν κατὰ τὴν παρεσχάτην σκάζον τόξον μέν, ᾧ Γίγαντος ὤλεσας σθένος, ἴσχε βίης, Ἑκάεργʼ ἀνάσσων· † οὒ οἱ φαρέτρη λύεται λυκοκτόνος· τοῖσδε δʼ ἐπʼ ἠιθέοις ὀιστὸν ˘ στρέφειν2 Ἔρωτος, τόφρʼ ἀλέξωνται πάτρῃ, θαρσαλέοι φιλότατι κούρων πυροῖ γὰρ ἀλκήν,˘ καὶ θεῶν ὑπέρτατος αἰὲν ὅδε προμάχους ἀέξειν. Μελιστίωνος δʼ, ὦ πατρώιον σέβας Σχοινιέων, ἐπίηρα δέχθαι.
斐狄穆斯:在整正三音步之上,配以倒数第二音步跛行的英雄四音步尾句 你用以殄灭巨人神力的强弓, 且歇其暴力吧,远射的君王; 他那屠狼的箭筒并不解开; 请将厄洛斯的利箭转向这些青年, 使他们因少年的深情而备受鼓舞, 借以卫护祖国; 盖情爱能激发勇力,而这至高无上的神明 永远扶植着冲锋陷阵的斗士。 斯霍伊纽斯之民的先祖神尊啊, 敬请收纳梅利斯提翁的奉礼。
Asclepiades ἐπὶ τετραμέτρῳ τῷ γεγονότι ἀπὸ ἀρτίου τριμέτρου κατὰ πρόσθεσιν βάσεως τελευταίας μείουρον τρίμετρον ἰὼ παρέρπων, μικρόν, εἴ τι κἀγκονεῖς, ἄκουσον τὰ Βότρυος περισσὰ δῆτα κήδη, ὃς πρέσβυς ὀγδώκοντʼ ἐτῶν τὸν ἐννέων ἔθαψεν ἤδη τι τέχνᾳ καὶ σοφὸν λέγοντα. φεῦ τὸν τεκόντα, φεῦ δὲ καὶ σέ, Βότρυος φίλος παῖ, ὅσων ἄμοιρος ἡδονῶν ἀπώλευ.
阿斯克勒庇阿得斯:在由整正三音步追加末尾音阶而成的四音步之上,配以缩尾三音步 喂,行路之人!纵然你步履匆忙,也请少驻足片刻, 听一听波特律斯那极尽悲痛的哀苦: 他身为八十岁的老者,埋葬了九岁的幼子, 那孩子本已精通艺能、言语聪慧。 可悲啊生养你的父亲,可悲啊波特律斯的爱儿, 你未曾享有世间多少欢愉,便已殒命!
Callimachus ἐπὶ τῇ τοὖ προάγοντος τετραμέτρου ἐσχάτῃ διποδίᾳ ἑνδεκασύλλαβον τὰ δῶρα τῇ Ἀφροδίτῃ Σῖμον ἡ περίφοιτος εἰκόνʼ αὑτῆς ἔθηκε, τήν τε μίτρην, ἣ μαστοὺς ἐφίλησε τόν τε πανὸν καὶ τοὺς ποτʼ ἀντίναξεν ἀυτοῦσ’ ἀν ὄρη τάλαινα θύρσους.
卡利马科斯:在前述四音步的末尾双音步之上,配以十一音节 作为奉献给阿佛洛狄忒的礼品, 浪荡市井的西蒙献上了她自己的画像, 以及曾爱抚她胸膛的胸带, 还有那火把,以及这可怜的女人昔日呼喊着 在山间挥舞的酒神杖。
Callimachus ἐπὶ διπλασιασθείσῃ τᾖ διποδίᾳ ἐπῳδὸς τετράμετρος, πλεονάζων μίᾳ συλλαβῇ τοὖ ἑξαμέτρου Δήμητρι τῇ Πυλαίῃ, τῇ τοῦτον οὑκ Πελασγῶν Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθʼ ὁ Ναυκρατίτης καὶ τῇ κάτω θυγατρὶ τὰ δῶρα Τιμόδημος εἵσατο, τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθʼ οὕτως.
卡利马科斯:在加倍的双音步之上,配以比六音步多一个音节的四音步尾句 向皮莱亚的得墨忒耳——昔日来自珀拉斯戈伊人的阿克里西俄斯 为她建造了这座神庙——以及她冥府的女儿,来自瑙克拉提斯的提摩得穆斯 献上了这些礼品, 作为所得利润的十分之一;因他曾作过如此的许愿。
Simonides ἐπὶ τῷ αὐτῷ ˘ τετραμέτρῳ μείουρον τρίμετρον μνήσομαι· οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδʼ Ἀρχεναύτεω κεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν, Ξανθίππην Περιάνδρου ἀπέκγονον, ὃς ποθʼ ὑψιπύργου σήμαινε λαοῖς τέρμʼ ἔχων Κορίνθου.
西摩尼得斯:在同一四音步之上,配以缩尾三音步 我当铭记;因阿耳刻瑙忒斯显赫的妻子, 高塔林立之科林斯境域的统治者 珀里安得罗斯的后裔克珊狄珀, 亡后在此默默无名地沉睡,实不相称。
Phalaecus ἐπὶ τετραμέτρῳ τρίμετρον ἄρτιον, εἶθʼ ἑξάμετρον ἐναλλάξ Φῶκος ἐπὶ ξείνῃ μὲν ἀπέφθιτο· κῦμα γὰρ μέλαινα νεῦς οὐχ ὑπεξήνεικεν, οὐδʼ % ἐδέξατο, ἀλλὰ κατʼ Αἰγαίοιο πολὺν βυθὸν ˘ ᾤχετο πόντου, βίῃ Νότου πρήσαντος ἐσχάτην ἅλα. τύμβου δʼ ἐν πατέρων κενεοῦ λάχεν ὃν πέρι Προμηθὶς μήτηρ, λυγρῇ ὄρνιθι πότμον εἰκέλη, αἰαῖ κωκύει τὸν ἑὸν γόνον ἤματα πάντα, λέγουσα τὸν πρόωρον ὡς ἀπέφθιτο.
法莱库斯:在四音步之上,先配以整正三音步,其后交替以六音步 福克斯客死异乡;黑色的海船 未能抵挡狂涛,亦未能将其排拒, 却因南风掀翻远海的暴烈, 沉入了爱琴海深处。 他在父祖之地获得了一座空冢;在冢畔, 其母普罗墨提斯如同命运凄楚的哀鸟, 终日悲号哭泣着自己的骨肉, 诉说着这早夭的游子如何命丧异域。
Callimachus ἐπὶ τῷ αὐτῷ τετραμέτρῳ ἐνδεκασύλλαβον
卡利马科斯:在同一四音步之上,配以十一音节
Simonides ἐπὶ τῷ αὐτῷ τετραμέτρῳ τετράμετρον ὅμοιον τῷ εἴ μοι γένοιτο παρθένος καλή τε καί τέρεινα μία δὲ μόνον συλλαβῇ πλεονάζον· ἐπὶ τοῦ τετάρτου ποδὸς οὐκ ἔχει ἴαμβον, ἀλλʼ ἀνάπαιστον πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν, οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων ἔθηκαν· κείνους δʼ Ἀντιγένης ἐδίδασκεν ἄνδρας. εὖ δʼ ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων Ἀργεῖος ἡδὺ πνεῦμα χέων καθαρῶς ἐν αὐλοῖς· τῶν ἐχορήγησεν κύκλον μελίγηρυν3 Ἱππόνικος Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς, αἳ οἱ ἐπʼ ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν θῆκαν ἰοστεφάνων θεᾶν ἕκατι Μοισᾶν.
西摩尼得斯:在同一四音步之上,配以类似于“若我有一位美丽娇柔的少女”而仅多一个音节的四音步(在第四个音步不含抑扬格,而含倒抑扬格) 许多次在阿卡曼提斯部落的歌舞中,酒神的 时序女神为常春藤缠绕的赞歌发出高声欢呼, 并用发带与精选的玫瑰花, 为才华出众的歌者们浓密的秀发遮阳; 歌者们立起这尊三脚鼎,作为酒神竞技的见证; 而训导那些男儿者,正是安提革涅斯。 阿尔戈斯人阿里斯同向管笛中吹入清雅纯正之息, 以多利斯调细心润色他们甘美的歌喉; 斯特鲁同之子希波尼科斯资助了这支婉转圆润的合唱队, 乘着美惠三女神的战车驰骋; 女神们借着头戴紫罗兰冠的缪斯诸神之恩典, 将显赫的名声与光辉的胜利赐予尘世的他。
Nicaenetus ἐπὶ ἑξαμέτρῳ τρίμετρον οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ· ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοις σοφόν. τοῦτʼ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου. τοιγὰρ ὑπὸ στεφάνοις μέγας ἔβρυεν, εἶχε δὲ κισσῷ μέτωπον ὥσπερ καὶ σὺ κεκροκωμένον.
尼凯内托斯:在六音步之上,配以三音步 “对于文雅的诗人而言,美酒诚然是奔腾的骏马; 饮水者绝然造就不出任何智慧。” 狄俄尼索斯啊,克拉提诺斯曾作此断言;他浑身散发着气息,并非出自单个皮囊, 而是满溢着整只大酒瓮的芳香。 因此他在花冠下盛气勃发,其额际 正如你一般,被常春藤染得金黄。
Simonides ἑξάμετρος καὶ οὗτος τροχαϊκὸς τετράμετρος κατὰ μετάθεσιν τῆς λέξεως Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε.4 υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου.
西摩尼得斯:通过词序转换既成六音步亦成扬抑四音步之句 缪斯啊,为我歌唱拥有纤美脚踝的阿尔克墨涅之子。 阿尔克墨涅之子,请歌唱吧,缪斯啊,为我,拥有纤美脚踝的。
Timocreon ὁμοίως Κηία με προσῆλθε φλυαρία οὐκ ἐθέλοντα. οὐκ ἐθέλοντά με προσῆλθε Κηΐα φλυαρία.
提摩克瑞翁:同前 刻俄斯蠢话向不情愿的我袭来。 向不情愿的我袭来了,刻俄斯蠢话。
- 13.21εἰ δέ κε ζόεν, / τύμπανὸν κʼ ἐφύση
使用多利斯方言形式的非真实条件句,由未完成过去时态结合语气小词 κε(ν) 构成。方言未完成过去式 ζόεν 作为条件从句,κʼ ἐφύση(亦为未完成过去式)作为主句,表达与现在事实相反的假定:“如果他现在还活着,他定会吹起鼓来”。
- 13.22στρέφειν
代用命令式的不定式(infinitivus pro imperativo)。与诗末的 δέχθαι 一同,在向神明的祈愿和呼告中起到了直接命令语气的作用。
- 13.28τῶν ἐχορήγησεν κύκλον μελίγηρυν
属格 τῶν 指代前文的合唱队成员(ἄνδρας / σοφῶν ἀοιδῶν),既可作为动词 ἐχορήγησεν 的关系属格(“为他们资助合唱队”),亦可作为修饰 κύκλον μελίγηρυν(“他们婉转的圆形合唱队”)的所属属格。
- 13.30Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε
通过词序重排(metathesis)改变韵律的格律文字游戏。第一行构成完整的六音步格(dactylic hexameter),而第二行“υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου”使用完全相同的词汇重新排列,构成了标准的扬抑四音步截尾格(trochaic tetrameter catalectic)。
