- 底本
- Greek Anthology, Vol. 5. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc10:13.1-13.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由腓力普、忒奥克里托斯、阿那克里翁、卡利马科斯、西摩尼得斯等多位诗人所作的多格律题辞集,包含献纳铭文、墓志铭与竞技凯歌(《希腊诗选》第十三卷第1至19首)。
Philippus Πεντάμετρον μόνον Χαῖρε θεὰ Παφίη· σὴν γὰρ ἀεὶ δύναμιν κάλλος τʼ ἀθάνατον καὶ σέβας ἀμβρόσιον πάντες τιμῶσιν θνατοὶ ἐφαμέριοι ἐν πᾶσιν μύθοις ἔργοισίν τε καλοῖς· πάντῃ γὰρ πᾶσιν σὴν δηλοῖς τιμήν.
腓力普:仅用五音步格 欢欣吧,帕福斯的女神!因你的力量、 你不朽的美丽与神圣的尊严, 一切朝生暮死的凡人无不永远尊崇, 无论在何种言辞中,抑或美好的事迹里; 因为你在各处,向所有人彰显着你的荣耀。
Phaedimus τρίμετρον Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε, ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπον1 Κηφισιεὺς ὁ κοῦρος· ᾧ χαρείς, ἄναξ, Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω.
斐狄穆斯:三音步格 宙斯的使者啊,凯菲西亚的青年卡利斯特拉托斯, 将这尊与同龄伙伴共享容貌的塑像献给了你; 吾王啊,愿你悦纳此礼, 拯救阿波罗多洛斯的儿子及其城邦。
Theocritus χωλὸν τρίμετρον ὁ μουσοποιὸς ἐνθάδʼ Ἱππῶναξ κεῖται. εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ· εἰ δʼ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν, θαρσέων καθίζευ, κἢν θέλῃς, ἀπόβριξον.
忒奥克里托斯:跛行三音步格 歌者希波纳克斯长眠于此。 若你是恶人,切莫靠近这墓冢; 但若你是诚实之士且出身善良之辈, 便坦然坐下吧,若你愿意,还可打个盹。 阿那克里翁:四音步格
Anacreon τετράμετρον ἀλκίμων σ’, ὦ ʼριστοκλείδη, πρῶτον οἰκτείρω φίλων ὤλεσας δʼ ἥβην, ἀμύνων πατρίδος δουληίην.
在勇敢的友人中,阿里斯托克雷得斯啊,我最先哀悼你; 你为保护祖国免受奴役,舍弃了自己的青春。
Phalaecus τρίμετρον μείουρον ἢ κόλουρον νικῶ δίαυλον. ἀλλʼ ἐγὼ παλαίων. ἐγὼ δὲ πεντάεθλον. ἀλλʼ ἐγὼ πύξ. — καὶ τίς τύ; — Τιμόδημος. ἀλλʼ ἐγὼ Κρής. ἐγὼ δὲ Κρηθεύς. ἀλλʼ ἐγὼ Διοκλῆς. — καὶ τίς πατήρ τοι; — Κλεῖνος. ὥσπερ ἄμμιν. — Ἔμπη δὲ νικῇς; — Ἰσθμοῖ. — τὺ δʼ ἔμπη; — Νέμειον ἂν λειμῶνα, καὶ παρʼ Ἥρᾳ.
法莱库斯:缩尾或短尾三音步格 “我在双跑中获胜。”“而我是在摔跤中。” “而我是在五项全能中。”“但我是在拳击中。”—— “你是谁?”“提摩得穆斯。”“而我是克里特人。” “而我是克瑞透斯。”“但我叫狄奥克勒斯。”—— “你父亲是谁?”“克雷诺斯。”“正如我们的一样。”——“你究竟在哪里获胜?”“在科林斯地峡。”“那你又在哪里?”—— “在奈梅亚的草地上,以及在赫拉的圣所前。”
Phalaecus ἑνδεκασυλλάβιον τρίμετρον οὕτω καλούμενον τοῦτʼ ἐγὼ τὸ περισσὸν εἰκόνισμα τοῦ κωμῳδογέλωτος, εἰς θρίαμβον κισσῷ καὶ στεφάνοισιν ἀμπυκασθέν, ἔστασ’, ὄφρα Λύκωνι σᾶμʼ ἐπείη. ὅσσα γὰρ † καθύπερθε λαμπρὸς ἁνήρ· μνᾶμα τοῦ χαρίεντος ἔν τε λέσχᾳ ἔν τʼ οἴνῳ τόδε κἄτι τοῖς ἔπειτα ἄγκειται, παράδειγμα τᾶς ὀπωπᾶς.
法莱库斯:所谓十一音节三音步格 这尊显扬喜剧之欢笑的华美雕像, 为庆祝胜利而饰以常春藤与花环, 我立起它,好作为吕孔的纪念碑。 因为那位男子昔日是何等辉煌! 这位无论在谈论中还是在宴饮中都温厚迷人者的纪念, 作为其面容的典范,如今被献上以垂示后人。
Callimachus κωμικὸν τετράμετρον ὁ Λύκτιος Μενοίτας τὰ τόξα ταῦτʼ ἐπειπὼν ἔθηκε· “τῆ, κέρας τοι δίδωμι καὶ φαρέτρην, Σάραπι· τοὺς δʼ ὀιστοὺς ἔχουσιν Ἑσπερῖται.”
卡利马科斯:喜剧四音步格 吕克托斯人墨诺伊塔斯立下这些弓箭, 并言道:“萨拉皮斯啊,接下吧,我将弓与箭筒献给你; 至于那些箭矢,赫斯珀里斯人正留存着。”
Theodoridas Ἑσπερῖται τετράμετρον Ἀρχιλόχειον ἐκ δολίχου τόνδε σφυρήλατον, ὡς τάχει κρατήσας, Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα.2
塞奥多里达斯:赫斯珀里斯人,阿耳基洛科斯式四音步格 在这长跑中,因速度制胜,阿里斯托马刻斯的儿子 帕伊斯,赢得了这只锻造的青铜大鼎。
Callimachus Πεντάμετρον βακχικόν. ἔστι δʼ οὐ τέλειον τὸ ἐπίγραμμα ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπʼ οἰνηρῆς Χίου ἀμφορεύς, πολὺς δὲ Λεσβίης ἄωτον νέκταρ οἰνάνθης ἄγων.
卡利马科斯:巴克科斯式五音步格。此篇未完 许多酒坛劈开爱琴海的波涛,自产酒的希俄斯而来, 亦有许多载着莱斯博斯精粹花香佳酿的酒坛纷至沓来。
Callimachus τετράμετρον ἑκκαίδεκα συλλαβῶν. οὐ δὲ τοῦτο τέλειον ἁ ναῦς, ἃ τὸ μόνον φέγγος ἐμὶν τὸ γλυκὺ τᾶς ζόας ἅρπαξας, ποτὶ τὲ Ζανὸς ἱκνεῦμαι λιμενοσκόπω
卡利马科斯:十六音节四音步格。此篇亦未完 夺走我生命中唯一甘美光芒的船只啊, 我以巡视海港的宙斯之名,向你祈告—— 西摩尼得斯:舞歌式五音步格
Simonides πεντάμετρον ὑπορχηματικόν α. τίς εἰκόνα τάνδʼ ἀνέθηκεν; β. Δωριεὺς ὁ Θούριος. α. οὐ Ῥόδιος γένος ἦν; β. ναί, πρὶν φυγεῖν γε πατρίδα, δεινᾷ γε χειρὶ πολλὰ ῥέξας ἔργα καὶ βίαια.
甲:是谁献上了这尊像?乙:图里伊的多里厄斯。 甲:他按出身不是罗得岛人吗?乙:是的,但在他逃离祖国之前; 因他曾用可怕的双手,做下了许多残暴非行之事。
Hegesippus ἐπὶ ἑξαμέτρου τρίμετρον ἐπαδόμενον ἐρρέτω ἦμαρ ἐκεῖνο, καὶ οὐλομένη σκοτόμαινα, βρόμος τε δεινὸς ἠνεμωμένης ἁλός, οἵ ποτε νῆʼ ἐκύλισαν, ἐφʼ ἧς ὁ τὰ πολλὰ μελίφρων Ἀβδηρίων ἄπρηκτα θεοῖσιν εὔχετο· ῥαίσθη γὰρ διὰ πάντα, προσηνέχθη δὲ κλύδωνι τρηχεῖαν εἰς Σέριφον, αἰδοίων ὅθι προξείνων ὑπὸ χερσὶ λαχὼν πυρός,3 ἵκετο πάτρην Ἄβδηρα, κρωσσῷ χαλκέῳ περισταλείς.
赫格西普斯:六音步后接三音步 愿那一日毁灭,还有那该死的昏黑之夜, 以及狂风激荡的大海那可怕的轰鸣, 它们曾倾覆了那艘船,船上那位性情宽厚的 阿布德里翁,徒劳地向众神祈祷; 因船体全然粉碎,他被狂涛推卷 至险峻的塞里福斯岛;在那里,他在虔诚的 异邦友人的手中蒙受火葬之礼,裹于青铜骨灰瓮中, 最终回到了他的祖国阿布德拉。
Anonymi Epigrammatici ἐπὶ ἑξαμέτρῳ πεντάμετρον, εἶτα τρίμετρον τόνδε Πύρης ἀνέθηκε Πολυμνήστου φίλος υἱός, εὐξάμενος δεκάτην Παλλάδι Τριτογενεῖ, Κυδωνιάτας Κρησίλας εἰργάξατο.
无名诗人:六音步后接五音步,再接三音步 波吕谟涅斯托斯的爱子皮瑞斯献上了此物, 向特里托革尼亚帕拉斯许下十分之一的贡奉; 库多尼亚人克瑞西拉斯制作了它。
Simonides ἐπὶ ἑξαμέτρῳ πεντάμετρον καὶ δύο τρίμετροι, εἶτα ἑξάμετρον Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται, νίκαις ἱππόβοτον πατρίδʼ ἐπευκλεΐσας, Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία, δύω δʼ ἐν Ἰσθμῷ, πεντεκαίδεκʼ ἐν Νεμέᾳ· τὰς δʼ ἄλλας νίκας οὐκ εὐμαρές ἐστʼ ἀριθμῆσαι.
西摩尼得斯:六音步后接五音步与两个三音步,再接六音步 阿尔戈斯的短跑健将丹得斯长眠于此, 他以诸多胜利为滋养骏马的祖国赢得了显赫盛名: 在奥林匹亚获胜两次,在皮托三次, 在地峡两次,在奈梅亚十五次; 而他的其他胜利,实难一一计数。
Anonymi Epigrammatici ἐπὶ δύο ἑξαμέτροις πεντάμετρον εἰμὶ Δίκων υἱὸς Καλλιμβρότου· αὐτὰρ ἐνίκων τετράκις ἐν Νεμέᾳ, δὶς Ὀλύμπια, πεντάκι Πυθοῖ, τρὶς δʼ Ἰσθμῷ· στεφανῶ δʼ ἄστυ Συρακοσίων.
无名诗人:两个六音步后接五音步 我是卡林布罗托斯之子狄孔;我曾在 奈梅亚四度获胜,在奥林匹亚两度,在皮托五度, 在地峡三度;我以此为叙拉古人的城邦加冕。
Anonymi Epigrammatici ἐπὶ τρισὶν ἑξαμέτροις πεντάμετρον. Σπάρτας μὲν βασιλῆες ἐμοὶ πατέρες καὶ ἀδελφοί· ἅρμασι δʼ ὠκυπόδων ἵππων νικῶσα Κυνίσκα εἰκόνα τάνδʼ ἔστησα. μόναν δέ με φαμι γυναικῶν Ἑλλάδος ἐκ πάσας τόνδε λαβεῖν στέφανον.4
无名诗人:三个六音步后接五音步 斯巴达的诸王是我的父辈与兄弟; 凭借疾足骏马的战车夺魁的库尼丝卡 立起了这尊雕像。我宣布,在全希腊的妇女中, 唯有我一人赢得了这顶桂冠。
Anonymi Epigrammatici ἐπὶ ἑξαμέτρῳ δίμετρον Ἰφίων ἔγραψεν ἑᾷ χερί, τόν ποκα ὕδωρ ἔθρεψε Πειρήνης ἄπο.
无名诗人:六音步后接二音步 伊菲翁亲手绘制了这幅画,他曾 由珀瑞涅泉的甘泉所抚育。
Parmeniscus ἐπὶ ἑξαμέτρῳ ἑνδεκασύλλαβον χάλκεα ἔργα, λέγοισθε θοῆς ἐπινίκια πώλου, ἥτις κεντροραγὴς βαλοῦσα παῖδα,5 ψιλὴ λευρὸν ἔθυσε περὶ δρόμον. ἐκ δʼ ἄρʼ ἐκείνου Παρμένων χρυσέης κύρησε νίκης. Φώκριτε, σῷ δʼ ἄρα παιδὶ Ἀμυκλαΐδαι ˘ βασιλῆες πατρῴων ἔδοσαν λαχεῖν ἀέθλων.
帕尔墨尼斯克斯:六音步后接十一音节 青铜的造物啊,愿你们被称为敏捷母马的凯歌; 那母马受到马刺刺痛,虽将少年抛下, 却光身掠过平坦的赛道飞奔;由此, 帕尔墨农赢得了黄金般的胜利; 福克里托斯啊,阿密克莱的诸王, 赐予你的儿子分得父祖的竞技奖赏。
Simonides ἐπὶ ἑξαμέτρῳ ἑννεασύλλαβον ἄνθηκεν τόδʼ ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα ἐν Δελφοῖς ποσὶ Νικολᾴδας, καὶ Παναθηναίοις στεφάνους λάβε πέντʼ ἐπʼ ἀέθλοις ἑξῆς ἀμφιφορεῖς ἐλαίου· Ἰσθμῷ δʼ ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ οἶδεν ἑλόντα ἀκτὴ Ποντομέδοντος ἆθλον· καὶ Νεμέᾳ τρὶς ἐνίκησεν, καὶ τετράκις ἄλλα Πελλάνᾳ, δύο δʼ ἐν Λυκαίῳ, καὶ Τεγέᾳ, καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τʼ Ἐπιδαύρῳ, καὶ Θήβᾳ, Μεγάρων τε δάμῳ· ἐν δὲ Φλιοῦντι σταδίῳ, τά τε πέντε κρατήσας ηὔφρανεν μεγάλαν Κόρινθον.
西摩尼得斯:六音步后接九音节 在德尔斐以双足获胜的科林斯人尼科莱达斯, 献上了这尊雕像; 他在泛雅典娜节上接连在五项竞技中夺魁, 赢得了盛满橄榄油的双耳瓶; 在神圣的地峡,统御海洋之神的海岸见证了 他接连三次夺得奖品; 在奈梅亚他也三度获胜,此外四次 在佩莱涅,两次在吕卡伊翁山, 在忒革亚、在埃癸那、在强悍的埃庇道洛斯, 在底比斯,以及麦加拉人的城邦; 而在弗利乌斯,他在短跑赛与五项全能中制胜, 使伟大的科林斯欢欣鼓舞。
- 13.2μορφῆς ξυνὸν ἥλικος τύπον
形容词 ξυνόν 修饰 τύπον,属格 ἥλικος(同龄者)依附于其上。结构上意为“与其同龄伙伴所共有的肖像/模像”,指献纳者塑造的一尊表现其与同辈友人容貌特征的雕像。
- 13.8ἐκ δολίχου τόνδε σφυρήλατον, ὡς τάχει κρατήσας, / Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα.
主句的主干为 Πᾶις Ἀριστομάχειος(主语)... ἀνείλετο(主动词)τόνδε σφυρήλατον χάλκεον λέβητα(直接宾语)。介词短语 ἐκ δολίχου 表竞赛项目来源,分词从句 ὡς τάχει κρατήσας 作主语修饰语,说明其凭借速度夺冠的情态与原因。
- 13.12προξείνων ὑπὸ χερσὶ λαχὼν πυρός
λαχών 为 λαγχάνω(分得、领受)的不定过去时主动分词,支配部分属格 πυρός(火,代指火葬的礼遇)。προξείνων ὑπὸ χερσί(在异邦友人的手中)是由 ὑπό 加与格构成的动作施事/手段短语。
- 13.16μόναν δέ με φαμι γυναικῶν / Ἑλλάδος ἐκ πάσας τόνδε λαβεῖν στέφανον.
由 φαμί 支配的“宾语补足语不定式”结构(对格不定式):με 是不定式 λαβεῖν 的逻辑主语(对格),μόναν ... γυναικῶν(诸妇人中唯独一人)作同位及述语性对格修饰 με。Ἑλλάδος ἐκ πάσας 为表示范围/来源的介词短语。
- 13.18κεντροραγὴς βαλοῦσα παῖδα
κεντροραγής(遭马刺刺激的)为主格形容词,修饰指代母马(θοῆς πώλου)的关系代词 ἥτις。βαλοῦσα 为 βάλλω 的不定过去时分词,意为“把少年(骑手)甩下”。整句描述了赛马虽甩落骑手仍狂奔夺冠的特殊情境。
