← 佚名

亚里士多德《辩谬篇》释义

§9.10-10.17

措辞谬误的穷尽与措辞之外的谬误

作者举出了基于表达形式的谬误推论在第一格与第二格中的具体推演示例,随后通过归纳以及二重性的三种样态(现实、潜能、假象)系统地证明了基于措辞的谬误恰好只有六种,最后列举了措辞之外的七种谬误类型。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#4

ἔστι γὰρ τὸ μὴ τῶν ποιεῖν ὂν ὡς τῶν ποιεῖν τι τῇ λέξει σημαίνειν,1 οἷον τὸ ὑγιαίνειν ὁμοίως τῷ σχήματι τῆς λέξεως λέγεται τῷ τέμνειν καὶ οἰκοδομεῖν· καίτοι τὸ μὲν διακείμενόν πως δηλοῖ τὸ ὑγιαίνειν, τὸ δὲ ποιεῖν τι τὸ τέμνειν καὶ οἰκοδομεῖν. οὕτω καὶ τὸ τύπτομαι καὶ διαλέγομαι σχήματι μὲν ταὐτά, δυνάμει δὲ ἕτερα· τὸ μὲν γὰρ πάθος τὸ δὲ ἐνέργεια. αἱ δὲ τῶν σοφισμάτων ἀγωγαὶ ἐν μὲν δευτέρῳ σχήματι καὶ ἐκ δύο καταφατικῶν αὗται· οὐχὶ τὸ ἄρρεν οὐδέτερον; οὐχὶ τὸ θῆλυ οὐδέτερον; τὸ ἄρρεν ἄρα θῆλυ. κατὰ τὰ αὐτὰ καὶ τὸ ποιὸν καὶ τὸ ποσόν· ἄμφω γὰρ οὐδέτερα καὶ ἄμφω ταὐτά. οὕτω καὶ τὸ ποιεῖν καὶ πάσχειν ὅτι καὶ ἄμφω ῥήματα καὶ ὁμοίως προφέρονται. ἐν δὲ τῷ πρώτῳ· οὐ τὸ μανθάνειν ἐνεργεῖν ἐστι περὶ τὴν μάθησιν; τοῦτο δὲ διδάσκειν ἐστί; τὸ μανθάνειν ἄρα διδάσκειν ἐστίν. Οἱ μὲν οὖν παρὰ τὴν λέξιν ἔλεγχοι ἐκ τούτων τῶν λόγων εἰσίν, οὔτε δὲ πλείονες οὔτε ἐλάττονες. τούτου δὲ πίστις ἥ τε δι’ ἐπαγωγῆς καὶ συλλογισμοῦ. ἀνάγκη γὰρ τὴν περὶ τὰς φωνὰς ἀπάτην ἢ ἐκ τῶν κατ’ αὐτὰς εἶναι ἢ ἐκ τῶν περὶ αὐτάς· καὶ εἰ μὲν ἐκ τῶν κατ’ αὐτάς, ἢ ἐκ τῶν ἁπλῶν φωνῶν διάφορα δὲ περιεχουσῶν πράγματα, καὶ γίνεται τὸ πρῶτον εἶδος τὸ καθ’ ὁμωνυμίαν, ἢ ἐκ τῶν συντιθεμένων ὁμοιοτρόπως δὲ διάφορα σημαινουσῶν πράγματα, καὶ γίνεται τὸ δεύτερον τὸ κατ’ ἀμφιβολίαν· ἤ τι παραλέλειπται ἐν δευτέροις τῶν πρώτως συντιθεμένων ἁπλῶν,2 καὶ ποιεῖ τὸ κατὰ σύνθεσιν τρίτον εἶδος· ἢ ὡς ὅλας τὰς ἁπλᾶς λαβὼν φωνὰς καὶ καθ’ ἓν διαιρεῖ καὶ τὰ ἰδίως προσόντα τοῖς μέρεσι τῷ κοινῷ προσάπτει, καὶ ποιεῖ τὸ κατὰ διαίρεσιν. καὶ ἐκ μὲν τῶν κατ’ αὐτὰς συμβαινόντων ταῖς λέξεσι ταῦτα συνίσταται τὰ σοφίσματα· ἐκ δὲ τῶν περὶ αὐτὰς ἢ περὶ τόνον ἢ πνεῦμα μεταβολή τις γίνεται καὶ ποιεῖ τὸν πέμπτον τρόπον καὶ παρὰ προσῳδίαν, ἢ περὶ τὸν ποιὸν τῆς λέξεως σχηματισμόν, καὶ ποιεῖ τὸν λοιπὸν ἕκτον τὸν οὕτω προσηγορευμένον παρὰ τὸ σχῆμα τῆς λέξεως. πάλιν τὰ περὶ τὴν λέξιν σοφίσματα παρὰ τὴν κακίαν τῆς λέξεως γίνεται. τοῦτο δὲ παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι, τὸ δὲ διὰ τὸ διττὸν τῶν σημαινομένων. τοῦτο δὲ τριττόν· ἢ γὰρ δυνάμει τὸ διπλοῦν ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ. διττῶς δὲ τὰ τρία ἑξαχῶς συμβαίνει γίνεσθαι.3 τὰ ἄρα παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς συμβαίνει γίνεσθαι. ἐνεργείᾳ μὲν οὖν ἔχοιεν τὸ διττὸν οἱ παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν· ὁ γὰρ ἀετὸς καὶ ὁ κύων τῷ ὄντι ἐνεργείᾳ πολλὰ σημαίνει, καὶ ὁ λόγος “ἆρ’ ἔστι σιγῶντα λέγειν;” δυνάμει δὲ οἱ παρὰ προσῳδίαν καὶ σύνθεσιν καὶ διαίρεσιν· πλείω μὲν γὰρ οὐ σημαίνουσι, διὰ δὲ τὸ εἰς ἑκάτερον ἐκλαμβάνεσθαι διττοὶ λέγονται. φαντασίᾳ δὲ διπλοῖ οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως· τὸ γὰρ ὁρῶ καὶ λέγω ἐπειδήπερ ὁμοίως ἐκφέρεται, καὶ τῆς αὐτῆς διαθέσεως οἱ σοφισταὶ τίθενται· τῶν δὲ τὸ μὲν πάθος τὸ δὲ ἐνέργεια. Καὶ περὶ μὲν τῶν ἐντὸς τῆς λέξεως παραλογισμῶν τοσαῦτα, τῶν δ’ ἔξω τῆς λέξεως εἴδη εἰσὶν ἑπτά, ἓν μὲν παρὰ τὸ συμβεβηκός, δεύτερον δὲ παρὰ τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς ἀλλὰ πῇ ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι ἢ πῶς, τρίτον τὸ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτον τὸ παρὰ τὸ ἑπόμενον, πέμπτον δὲ παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν, ἕκτον δὲ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέναι, ἕβδομον τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν.

因为属于非主动范畴的事物,在措辞上完全可能被表达为仿佛是某种主动范畴的事物;例如「处于健康」在措辞的形式上与「切割」和「建造」说得相似。然而,「处于健康」表明处于某种状态,而「切割」和「建造」则表明作出某种行动。同样,「被击打」与「交谈」在形式上相同,但在潜在功能上不同;因为前者是受动,而后者是活动。诡辩在第二格中由两个肯定前提构成的推演如下:「阳性难道不是中性吗?」「阴性难道不是中性吗?」「因此,阳性是阴性。」依同样的方式也可以推及性质和数量;因为二者都是中性,且二者形式相同。能动和受动也是如此,因为二者都是动词且发音相似。而在第一格中则是如此:「学习难道不是在学识方面的活动吗?」「而这难道不是教学吗?」「因此,学习就是教学。」 基于措辞的论驳就是由这些论证构成的,既不多也不少。其证明来自归纳与推论。因为关于语音的欺骗,必然要么来自语言自身内在的特征,要么来自附随于它们的特征。如果是来自语言自身内在的特征,则要么来自包容不同事物的简单语音(由此产生第一种类型即基于同音异义的类型),要么来自同样指称不同事物的复合语音(由此产生第二种类型即基于歧义的类型);或者在起初复合的简单词项中在后来省略了某物,从而构成基于结合的第三种类型;或者把简单的语音当作整体把握后逐一加以分割,把个别属于各部分的属性赋予共同者[整体],从而构成基于分割的类型。由措辞自身内在的特征,构成了这些诡辩;而由附随于措辞的特征,要么在重音或气息方面发生某种变化,构成基于重音的第五种方式,要么关涉措辞的某种形式构成,构成被称为基于表达形式的剩余的第六种方式。再说,关于措辞的诡辩是因措辞的缺陷而产生的;而这是由于相同的事物没有被相同的名称和言辞所揭示,而这又是由于所指事物的二重性。这种二重性有三种:因为双重性要么是在潜能中,要么是在现实中,要么是在假象中。这三种事物以两种方式结合,便形成了六种方式。因此,基于措辞的诡辩刚好以六种方式产生。基于同音异义和歧义的诡辩是在现实中具有二重性;因为「鹰」和「狗」确实在现实上指称许多事物,言辞「沉默者说话可能吗?」也是如此。基于重音、结合与分割的诡辩则是在潜能中具有二重性;因为它们并不指称更多事物,但由于可以被理解为两种情况中的任一种,因而被称为双重的。基于表达形式的诡辩是在假象中为双重的;因为既然「我看」和「我说」发音相似,诡辩家便将它们设定为属于同一种状态,然而其中前者是受动,后者是活动。 关于措辞之内的谬误推论,所说的就是这些。措辞之外的类型有七种:第一种基于偶性;第二种基于无条件地说,或非无条件地而是依某个方面、在某处、在何时、相对于某物或以何种方式说;第三种基于对论驳的无知;第四种基于后件;第五种基于在最初乞求与假定论点;第六种基于把非原因作为原因提出;第七种基于把多个问题合为一个。

语法注3 条
  1. 1.4ἔστι γὰρ τὸ μὴ τῶν ποιεῖν ὂν ὡς τῶν ποιεῖν τι τῇ λέξει σημαίνειν

    ἔστι 作为非人称动词表示「可能」,支配由带冠词不定式 τὸ ... σημαίνειν 构成的宾格加不定式结构。在其实质主语短语 τὸ μὴ τῶν ποιεῖν ὄν 中,属格 τῶν ποιεῖν 是表示范畴的部分属格(「不属于主动范畴的事物」),与后文的 ὡς τῶν ποιεῖν τι 结构平行。

  2. 1.4ἤ τι παραλέλειπται ἐν δευτέροις τῶν πρώτως συντιθεμένων ἁπλῶν

    ἐν δευτέροις 作状语表示「在后来的阶段」或「随后」。属格 τῶν πρώτως συντιθεμένων ἁπλῶν 作为表示分离的夺格性属格依赖于 παραλέλειπται(或作为修饰 τι 的部分属格),表明最初复合的简单词项在后来的表述中省略了某些成分。

  3. 1.4διττῶς δὲ τὰ τρία ἑξαχῶς συμβαίνει γίνεσθαι

    副词 διττῶς(以两种方式)与数词主语 τὰ τρία(三者)结合,简洁地表达了 2 × 3 得出 ἑξαχῶς(六种方式)的算术乘法关系。这对应于两大分类(语音自身与附随特征)与二重性的三种样态(潜能、现实、假象)的组合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:9.10-10.17