← 佚名

亚里士多德《辩谬篇》释义

§10.18-11.36

基于偶性以及在特定方面或无条件说的谬误

作者讨论了措辞之外的谬误中「基于偶性的谬误」和「基于在某个方面或无条件地说产生的谬误」,分析了主述项之间偶性的混淆以及结合或分割述项的规则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.5#1

5. Οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν, ὅτε ἀξιοῖ τις, ὅ τι οὖν ὑπάρχει τῷ κατηγορουμένῳ, τοῦτο καὶ τῷ ὑποκειμένῳ ἐξ ἀνάγκης ὑπάρχειν·1 οἷον τὸ ζῶον κατηγορεῖται μὲν τοῦ ἀνθρώπου, πολλὰ δὲ αὐτῷ συμβέβηκε, τὸ γένος εἶναι, τὸ δισύλλαβον, τὸ ἔμψυχον, τὸ αἰσθητικόν. εἰ οὖν πάντα ἐξ ἀνάγκης κατὰ τοῦ ἀνθρώπου καὶ ὁμοτίμως κατηγορεῖσθαι δώσομεν, πολλὰ συμβαίνει τὰ ἄτοπα· πάντα γὰρ ἂν οὕτως ἔσται ταὐτά, καὶ αἱ οὐσίαι συμβεβηκότα καὶ τὸ ἔμπαλιν, καὶ σώματα τὰ ἀσώματα. ἀλλ’ οὐχ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου αὐτῷ ῥηθήσεται, ἀλλ’ ὅσα οὐσιώδη τέ ἐστι καὶ εἰς τὸν ὁρισμὸν παραλαμβάνεται. ὥστε οὐ καλῶς φασιν οἱ σοφισταί, εἰ ὁ Κορίσκος ἕτερον ἀνθρώπου, αὐτὸς ἑαυτοῦ ἕτερος· ἔστι γὰρ ἄνθρωπος· ἢ εἰ Σωκράτης ἕτερος, ὁ δὲ Σωκράτης ἄνθρωπος, ἕτερος ἀνθρώπου. ἄγονται δὲ τὰ σοφίσματα οὕτω· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα ἕτερος Κορίσκου, καὶ αὐτὸς ἑαυτοῦ χωρίς. πάλιν ὁ Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Σωκράτους, ὁ Σωκράτης ἄρα ἕτερος αὐτοῦ. οἱ γὰρ παραλογισμοὶ ἐν μὲν τῇ ἐλάττονι προτάσει τὸν συγκατατεταγμένον τῷ Κορίσκῳ καὶ Σωκράτει μερικὸν ἐλάμβανον ἄνθρωπον, ἐν δὲ τῇ μείζονι τὸν ἀκατάτακτον καὶ κοινόν· συμβέβηκε δὲ τούτῳ μὴ Κορίσκῳ μηδὲ Σωκράτει εἶναι. ὅσα μέντοι οὐσιωδῶς ἔνεισιν ἐν τῷ καθόλου, πάντα καὶ τοῖς ὑπ’ αὐτῷ ὑπάρξει ἀτόμοις, τὰ δ’ ἄλλως οὔ. σαφέστερα δὲ ταῦτα· ἆρ’ οὐχ ὁ κύκνος λευκόν; τοῦτο δὲ οὐ χρῶμα; ὁ κύκνος ἄρα χρῶμα. τὸ δὲ διακριτικὸν ὄψεως, τοῦτο δὲ ποιότης, ἡ δὲ ἀσώματον. ἔσται ἄρα ταῦτα καὶ ὁ κύκνος. πάλιν ἐν τρίτῳ σχήματι· ὁ κύων οὗτος σός; ναί. τί δαί, καὶ πατήρ; ναί. σὸς ἄρα ὁ κύων πατήρ. συμβέβηκε γὰρ τῷ κυνὶ σῷ τε εἶναι καὶ πατρὶ σκυλακίων. Καὶ παρὰ μὲν τὸ συμβεβηκὸς οὗτοι· τοὺς δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς ἤδη λέγομεν, μικρὰ δ’ ἄττα πρότερον περὶ τῶν κατηγορουμένων διαληψόμεθα πρὸς σαφήνειαν. πᾶσα κατηγορία ἢ ἓν καθ’ ἑνός ἐστιν, ἢ πολλὰ κατὰ πολλῶν, ἢ πολλὰ καθ’ ἑνός, ἢ ἓν κατὰ πολλῶν. παρίεμεν δὲ τὰ κατὰ τὴν ὁμωνυμίαν ἐνταῦθα, ἵνα μὴ ὁ λόγος συγχέηται. ἐπεὶ δὲ τῶν πολλῶν καὶ καθ’ ἑνὸς κατηγορουμένων (τἄλλα γὰρ ὡς ἧττον ἡμῖν συμβάλλοντα πρὸς τὸ προκείμενον ἀφίεμεν, ὥσπερ καὶ τὰ ὁμώνυμα) τὰ μὲν καὶ ἰδίως καὶ ὁμοῦ κατηγορεῖσθαι δύναται, τὰ δὲ ἰδίως μόνον, τὰ δὲ συνθέτως, ζητοῦμεν τὴν διαφοράν· κατὰ γὰρ τοῦ ἀνθρώπου καὶ τὸ ἔμψυχον καὶ τὸ ζῶον καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν ἰδίως ἕκαστον ἀληθὲς εἰπεῖν καὶ ὁμοῦ πάντα, κατὰ δὲ τοῦ Σίμωνος τὸ σκυτεὺς καὶ τὸ ἀγαθὸς ἰδίως μὲν ἀληθές, συνθέντα δὲ ψεῦδος· ἦν γὰρ ὁ Σίμων ἀγαθὸς μὲν τὸν τρόπον, ἀφυὴς δὲ τὴν τέχνην. πάλιν κατὰ τοῦ νεκροῦ ἀνθρώπου καὶ τῆς λιθίνης χειρὸς ἢ νηὸς τὸ μὲν ὅλον τοῦτο λιθίνην χεῖρα ἢ νῆα καὶ ἄνθρωπον νεκρὸν συνημμένα καὶ ὁμοῦ εἰπεῖν ἐγχωρεῖ, ἰδίως δὲ τὸν νεκρὸν ἄνθρωπον εἰπεῖν ἢ τὸν λίθον χεῖρα ἢ νῆα ψεῦδος. καὶ ὁ Αἰθίοψ λευκὸς τοὺς ὀδόντας, ἁπλῶς δ’ οὔ. ἐκεῖνα δὲ πρὸς ταῦτα δεῖ εἰπεῖν, ὡς ὅσα μὲν οὐσιωδῶς κατηγορεῖται καὶ καθ’ αὐτὸ καὶ μή τινα πρὸς ἄλληλα ἐναντίωσιν ἔχει, ταῦτα καὶ ἰδίως καὶ ὁμοῦ κατηγορηθήσεται (πλὴν διοίσει κἀν τῇ συνθέσει τῷ τρόπῳ, ὡς ἀπὸ τῶν καθολικωτέρων ἐπὶ τὰ μερικώτερα ἐρχομένων, τὸ ἀνάπαλιν δ’ οὔ· περιττὸν γὰρ ἄνθρωπον εἰπόντα τὸν Σωκράτην προστιθέναι καὶ λογικὸν ζῶον, ὥσπερ ἐγχωροῦντος ἄνθρωπον εἶναι, μὴ ταῦτα δέ· ἔνεισι γὰρ ἐν τοῖς εἴδεσι τὰ γένη καὶ ἐν τοῖς μερικοῖς τὰ κοινά), ἐφ’ ἃ δέ ἐστιν ἀντίφασις ἢ ἐκ τῶν ὀνομάτων ἢ ἐκ τῶν λόγων, ἡνωμένως μὲν κατηγορεῖν ἐγχωρεῖ διῃρημένως δ’ οὔ. καὶ ἀντίφασις μὲν ἐν ὀνόμασιν ὡς ἐκείνως ἄνδρα καὶ οὐκ ἄνδρα τὸν εὐνοῦχον εἰπεῖν, καὶ τὴν νυκτερίδα ὄρνιν καὶ οὐκ ὄρνιν, ἐν τοῖς πράγμασι δὲ ὡς ἄνθρωπος καὶ νεκρὸς καὶ χεὶρ καὶ λίθος· τὰ μὲν γὰρ ἔμψυχα καὶ ζῶντα, τὰ δ’ οὔ. ἔτι ἔστιν ἃ καὶ τῶν διὰ μέσου ἄλλου, ὃ καθ’ αὑτὸ κατηγορεῖται, ἑτέρου κατὰ συμβεβηκὸς κατηγορουμένων,2 καίπερ μὴ ἔχοντα ἀντίφασιν, ὅμως οὐκ ἂν ἰδίως λεχθεῖεν χωρισθέντα τοῦ δι’ οὗ καὶ καθ’ οὗ κατ’ οὐσίαν ἐλέγετο, οἷον Ὅμηρος ποιητής ἐστιν.

5. 基于偶性的谬误推论,发生在有人要求凡是属于述项的,也必然属于主项的时候。例如,「动物」被用来述说「人」,但有许多属性附随于它:是一个属、是双音节的、是有灵魂的、是有感觉的。如果我们承认这一切也必然且平等地被用来述说人,就会产生许多荒谬的结果;因为这样一来,所有事物都将成为同一的,实体将成为偶性,反之亦然,无形体之物也将成为形体。然而,并非凡是对述项所说的一切,也能对居于其下的主项说,而只有那些本质性的并被纳入定义之中的属性才能如此说。因此,如果诡辩家说:「如果科里斯库斯不同于人,他便不同于自身,因为他是人」;或者「如果苏格拉底是不同的,而苏格拉底是人,那么他就不同于人」,他们的说法并不正确。这些诡辩是这样进行的:「科里斯库斯是人;人不同于科里斯库斯;因此科里斯库斯不同于科里斯库斯,且与自身相分离。」又如:「苏格拉底是人;人不同于苏格拉底;因此苏格拉底不同于自身。」因为这些谬误推论在小前提中取的是与科里斯库斯和苏格拉底处于同列的个别的人,而在大前提中取的则是未分列的、普遍的人;而对于后者而言,不是科里斯库斯也不是苏格拉底乃是偶性的。然而,凡是本质上存在于普遍之中的东西,全部也属于其下的各个体,但以其他方式属于普遍的则不然。这些例子更为明晰:「天鹅难道不是白色的吗?而这难道不是一种颜色吗?因此天鹅是一种颜色。」「而颜色是区分视觉的,这是一种性质,而性质是无形体的;因此天鹅也将是这些东西。」又在第三格中:「这条狗是你的吗?是的。那么,它也是父亲吗?是的。因此这条狗是你的父亲。」因为对于狗而言,是你的并且是幼崽的父亲乃是偶性的。 基于偶性的谬误推论就是这些。我们现在来讨论基于在某个方面和无条件地说的谬误推论,但为了清楚起见,我们先对述项做少许区分。一切述说要么是一述说一,要么是多述说多,要么是多述说一,要么是一述说多。但我们在这里略去基于同音异义的述说,以免论证发生混乱。既然在以多述说一的情况下(因为我们略去其余的情况,正如略去同音异义一样,因为它们对当前的论题助益较少),有些属性既能单独地也能合起来被述说,有些属性只能单独地被述说,而另一些属性则只能结合地被述说,我们便寻求其间的差别。因为对于人而言,「有灵魂的」、「动物」、「有理性的」、「必死的」,每一个单独说都是真实的,合起来全说也是真实的;但对于西蒙而言,「鞋匠」和「善的」单独说是真实的,结合起来说则是虚假的;因为西蒙在品行上是善的,但在手艺上是拙劣的。又如对于死人和石手或石船而言,把这整个「石手」或「石船」以及「死人」连在一起并且合起来说是可能的,但单独说尸体是人,或者说石头是手或船,则是虚假的。埃塞俄比亚人在牙齿上是白的,但无条件地说并不是白的。针对这些情况应当说:凡是本质地且自身地被述说、并且彼此之间没有任何相反关系的属性,既能单独地也能合起来被述说(只是在结合中也会依其方式而有所不同,即从较普遍的进到较具体的,而不是反过来;因为在说了苏格拉底是人之后,再加上「有理性的动物」是多余的,仿佛可能存在着是人却不是这些属性的情况一样;因为属存在于种之中,共同者存在于个别者之中)。但对于那些无论因名称还是因定义而存在矛盾的情况,结合起来述说是可能的,分割开来则不可能。名称中的矛盾就像那样把太监称为「是男人又不是男人」,把蝙蝠称为「是鸟又不是鸟」;而在事物中的矛盾则是如「人」与「死者」,「手」与「石头」;因为前者是有灵魂且活着的,后者则不是。此外,在通过自身被述说的另一中介而对别的事物作为偶性被述说的属性中,有一些属性尽管不包含矛盾,但如果脱离了借以并且关于它而在本质上被述说的中介,也同样不能被单独言说,例如「荷马是个诗人」。

语法注2 条
  1. 1.5ὅτε ἀξιοῖ τις, ὅ τι οὖν ὑπάρχει τῷ κατηγορουμένῳ, τοῦτο καὶ τῷ ὑποκειμένῳ ἐξ ἀνάγκης ὑπάρχειν

    动词 ἀξιοῖ 支配宾格加不定式结构(τοῦτο ... ὑπάρχειν)。ὅ τι οὖν ὑπάρχει τῷ κατηγορουμένῳ 为关系从句,具体规定了指示代词 τοῦτο 的内容。

  2. 1.5ἔτι ἔστιν ἃ καὶ τῶν διὰ μέσου ἄλλου, ὃ καθ’ αὑτὸ κατηγορεῖται, ἑτέρου κατὰ συμβεβηκὸς κατηγορουμένων

    句子的核心骨架是 ἔστιν ἃ ... [οὐκ ἂν ἰδίως λεχθεῖεν](“也存在一些……[不能被单独言说的]事物”),部分属格 τῶν ... κατηγορουμένων 修饰主语 ἃ。此外,介词短语 διὰ μέσου ἄλλου(“通过自身被述说的另一中介”)修饰 ἑτέρου κατὰ συμβεβηκὸς κατηγορουμένων(“作为偶性被述说于另一事物的事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:10.18-11.36