- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:7.32-9.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释了基于分割的谬误(数的局部与整体、句子的标点分割)、基于重音和气息的谬误(希庇阿斯对荷马的阐释与同音词现象),以及基于表达形式的谬误(范畴与语法语法的混淆)。
Παρὰ δὲ τὴν διαίρεσιν τὰ τοιάδε, ὅτι τὰ πέντε περιττὰ καὶ ἄρτια· διαιρεῖται γὰρ εἰς τρία καὶ δύο, τὰ δὲ περιττὰ καὶ ἄρτια. συμβαίνει δὲ τοῦθ’ οὕτω τῷ τὰ μέρη δυνάμει ὄντα ἐν τῷ ὅλῳ τὸν σοφιστὴν διαιρήσαντα ἐνεργείᾳ λαμβάνειν καὶ τὸ συμβαῖνον ἑκατέρῳ ἰδίως ὁμοῦ τοῦ ὅλου κατηγορεῖν·1 τὸ δὲ παρὰ πολὺ διαφέρει. οὐ γὰρ πᾶν τὸ δυνάμενόν τι γενέσθαι ἤδη καὶ ἐνεργείᾳ ἐκεῖνό ἐστιν· ἦ γὰρ ἂν ἦν τὸ ἐν ὄρει δένδρον πλοῖον δυνάμει ὂν καὶ ὁ ἀσχημάτιστος χαλκὸς ἀνδριάς. παρὰ τὴν διαίρεσιν κἀκεῖνο τὸ σόφισμα τὸ τὸ μεῖζον ἴσον ποιοῦν τῷ ἐλάττονι· ἔστι δὲ μεῖζον ἁπλῶς τὸ τοσοῦτον καὶ ἔτι πρός. ἡ δὲ ἔκθεσις οὕτως· οὐχὶ ὁ ὀκτὼ εἰς ἓξ καὶ δύο διαιρεῖται, καὶ πάλιν εἰς τρία καὶ πέντε; ναί. ὁ ἄρα ὀκτὼ εἰς ἓξ καὶ δύο καὶ πέντε καὶ τρία διαιρεῖται. ἀλλὰ ταῦτα ὁμοῦ ἑκκαίδεκα ἐστίν. ὁ ὀκτὼ ἄρα ἐλάττων ὢν μείζονα ἀριθμὸν ἑαυτοῦ πληροῖ τὸν ἑκκαίδεκα, ὅπερ ἀδύνατον. τὰ γὰρ δυνάμει ὄντα καὶ ὁμοῦ ἐνεργείᾳ καὶ διῃρημένα ληφθέντα τὸ ἄτοπον ἐπεισήγαγον. ὁ γὰρ αὐτὸς λόγος, ὡς εἴρηται, διῃρημένος καὶ συγκείμενος οὐκ ἀεὶ τὸ αὐτὸ σημαίνειν ἂν δόξειεν, ὡς ἐπ’ ἐκείνοις “ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον”,2 καὶ “πεντήκοντ’ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.” εἰ γὰρ διαλύσαις ἐγώ σε ἔθηκα δοῦλον, ἐγώ σε ἔθηκα ἐλεύθερον, ἢ στίξαις εἰς τὸ δοῦλον ὄντα, ἔλυσας τὸ ἀμφίβολον. Πέμπτος τρόπος τῶν παρὰ τὴν λέξιν σοφισμάτων ὁ παρὰ προσῳδίαν. γίνεται δὲ ὅταν ὁ τόνος, πρὸς ὃν ᾄδομεν τὸν λόγον, μεταβληθῇ ἢ μετατεθῇ ἢ προστεθῇ ἢ ἀφαιρεθῇ, ἢ καὶ τὸ πνεῦμα· ἕτερον γὰρ καὶ ἕτερον ἀνάγκη τὸν λόγον διὰ ταῦτα γίνεσθαι. ἐν μὲν οὖν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς καὶ ταῖς ἐν ταῖς συνουσίαις ὁμιλίαις οὐ ῥᾴδιον ποιῆσαι τοῦτο, ἐν δὲ τοῖς γεγραμμένοις καὶ ποιήμασι μᾶλλον, οἷον καὶ τὸν Ὅμηρον ἔνιοι διορθοῦνται, ὡς Ἱππίας ὁ Θάσιος, πρὸς τοὺς ἐλέγχοντας ὡς ἄτοπον εἰρηκότα “τὸ μὲν οὗ καταπύθεται ὄμβρῳ.” λύουσι γὰρ αὐτοὶ τῇ προσῳδίᾳ, μὴ περισπωμένως μηδ’ ὀξυτόνως προφέρειν τὸ οὗ, ἀλλ’ ἀνειμένως καὶ ἀποφατικῶς.3 πεποίηται γὰρ ἐπὶ τῷ Πατρόκλου ἱππικῷ ὁ Νέστωρ ὑποτιθέμενος τῷ παιδὶ Ἀντιλόχῳ ἱππεύοντι τὰ τῆς ὁδοῦ σῆμα δέ σοι ἐρέω μάλ’ ἀριφραδὲς οὐδέ σε λήσει· ἕστηκε ξύλον αὖον ὅσον τ’ ὄργυι’ ὑπὲρ αἴης ἢ δρυὸς ἢ πεύκης, τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ· λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ ἐν ξυνοχῇσιν ὁδοῦ· λεῖος δ’ ἱππόδρομος ἀμφίς. Τὸ γὰρ πεύκινον ξύλον, ὥς φασι, τοῖς γλυκέσι τῶν ὑδάτων οὐ καταπύθεται ἀλλὰ τοῖς ἁλμυροῖς. παρὰ προσῳδίαν καὶ τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅτι οὐκ αὐτῷ ὁ Ζεὺς εἶπε “δίδομεν δέ οἱ εὖχος ἀρέσθαι” (ἐψεύδετο γὰρ ἄν), ἀλλὰ τῷ ἐνυπνίῳ ἐνετέλλετο διδόναι. γένοιτο δ’ ἄν ποτε κἀν ταῖς ἀγράφοις διαλέξεσι παρὰ προσῳδίαν ἀπάτη, ὡς “ἐκεῖνο οὗ καταλύεις οἰκία; ναί. τὸ οὐ καταλύεις ἀπόφασις. ἡ οἰκία ἄρα ἀπόφασις” τὸ μὲν γὰρ πρότερον οὗ περισπασθὲν καὶ δασυνθὲν τὸ ὅπου ἐσήμανε, τὸ δὲ δεύτερον ἄνευ τόνου καὶ μετὰ ψιλῆς στέρησιν καὶ ἀπόφασιν, καὶ οὕτω τὸ σόφισμα εἰσενήνεκται. πάλιν τὸ ζῶον λογικὸν θνητὸν οὐχ ὅρος ἐστί; ναί. τὸ ὄρος ἕστηκε, τὸ ζῶον λογικὸν θνητὸν ἄρα ἕστηκεν. Οἱ δὲ παρὰ τὸ σχῆμα τῆς λέξεως παραλογισμοὶ συμβαίνουσιν, ὅταν τὸ μὴ ταὐτὸν ὡσαύτως ἑρμηνεύηται, οἷον τὸ ἄρρεν θῆλυ ἢ τὸ θῆλυ ἄρρεν, ἢ τὸ μεταξὺ θάτερον τούτων, ἢ πάλιν τὸ ποιὸν ποσὸν ἢ τὸ ποσὸν ποιόν, ἢ τὸ ποιοῦν πάσχον ἢ τὸ διακείμενον ποιοῦν, καὶ τἄλλα τὰ τοῦ ὄντος γένη, ἃ κἀν τῇ περὶ αὐτῶν πραγματείᾳ εἰς δέκα διείλομεν, εἴ τινος φύροντος ἐν ἀλλήλοις περιχωρήσαιεν.4
基于分割的谬误是如下这类:五是奇数又是偶数;因为五被分割为三和二,而它们是奇数和偶数。这种情况之所以发生,是因为诡辩家通过分割,把原本在整体中潜能地存在的部分当作现实地存在来把握,并将各自个别具有的属性一起述谓于整体;但这具有极大的差异。因为并非一切能够成为某物的东西都已经是现实上的该物;否则,山上的木料既然潜能是船就该是船,未成形的青铜也该是雕像了。把较大者等同于较小者的那个诡辩也是基于分割的;而无条件较大者是指这么多的量并且在此之外还有增加。其陈述如下:「八不是被分割为六和二,又被分割为三和五吗?」「是的。」「因此,八被分割为六、二、五和三。」「但这些加起来是十六。」「因此,八作为较小者,却充当了大于自身的数目即十六,而这是不可能的。」因为潜在存在的事物,在现实上且分割开来一起被把握时,引出了荒谬。因为正如已经说过的,同一句话在分开和结合时并不总被认为指称同一件事,例如在这些例子中:「我使曾为奴隶的你成为自由人[我使曾为自由人的你成为奴隶]」,以及「高贵的阿基琉斯在五十人中留下了一百人」。因为如果你将其解构为「我使你成为奴隶」与「我使你成为自由人」,或者在「身为奴隶」处打上标点,你就消解了歧义。 基于措辞的诡辩的第五种方式是基于重音的。当我们要依之吟咏言语的声调被改变、移位、添加或删去,或者气息也是如此时,它便发生;因为言语必然因这些改变而变为不同的东西。因此,在没有文字的辩证讨论和聚会的谈话中不易造成这种谬误,但在书写文本和诗歌中则更容易,例如有些人(如萨索斯的希庇阿斯)纠正荷马,以对抗那些反驳荷马说了荒谬之辞的人,荷马说:「其一部分在雨中腐烂[其并不在雨中腐烂]」。因为他们自己通过重音来消解这一困难,将 οὗ 既不发成回折调也不发成锐音调,而是放松地且否定性地[作为 οὐ]发音。因为荷马描写在帕特洛克罗斯的赛马会上,涅斯托尔向骑马的儿子安提洛科斯指点赛道标志说:「我要告诉你一个极其清楚的标志,它决不会避过你的注意:有一根干枯的木桩立于地上一寻左右,或是橡木或是松木,它在雨中并不腐烂;两块白石在道路交汇处从两侧倚立于其旁,周围的跑马场十分平整。」因为正如人们所说,松木在淡水中不腐烂,而是在咸水中腐烂。关于阿伽门农之梦的例子也是基于重音的,即并非宙斯对他说「我们准许他赢得荣耀[准许他赢得荣耀]」(因为若是如此宙斯便说了谎),而是他在命令梦去准许。然而在口头的辩论中有时也可能产生基于重音的欺骗,例如:「你歇脚的那个处所是一所房子吗?」「是的。」「『你不歇脚』是否定。」「因此,房子是否定。」因为前一个 οὗ 带有回折调和粗气符,表示「何处」,而后一个没有重音且带有柔气符,表示匮乏与否定,诡辩正是这样被引入的。又如:「『有理性的必死动物』难道不是界定[ὅρος]吗?」「是的。」「山[ὄρος]耸立着。」「因此,『有理性的必死动物』耸立着。」 基于表达形式的谬误推论发生在不相同的事物被以相同的方式解释时,例如把阳性解释为阴性,或把阴性解释为阳性,或把介于两者之间的[中性]解释为这两者之一,或者再如把性质解释为数量,或把数量解释为性质,或者把主动解释为受动,或把处于状态中的解释为主动,以及存在者的其他各个属,即我们在专门讨论它们的著作中划分为十个的那些范畴,如果因某人的混淆而彼此错位的话。
- 1.4τῷ τὰ μέρη δυνάμει ὄντα ἐν τῷ ὅλῳ τὸν σοφιστὴν διαιρήσαντα ἐνεργείᾳ λαμβάνειν καὶ τὸ συμβαῖνον ἑκατέρῳ ἰδίως ὁμοῦ τοῦ ὅλου κατηγορεῖν
原因与格的带冠词不定式结构(τῷ ... λαμβάνειν καὶ ... κατηγορεῖν)。宾格 τὸν σοφιστὴν 作不定式的逻辑主语,分词 διαιρήσαντα 与之保持一致。λαμβάνειν 的宾语是 τὰ μέρη(由 δυνάμει ὄντα ἐν τῷ ὅλῳ 修饰),κατηγορεῖν 的直接宾语是 τὸ συμβαῖνον ἑκατέρῳ ἰδίως,其述谓的对象为属格 τοῦ ὅλου(副词 ὁμοῦ 表示「一起」)。
- 1.4ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον
双重宾格与分词修饰关系产生的句法歧义。既可理解为「我使(原本)身为奴隶的你成为自由人」(δοῦλον ὄντα 表状态,ἐλεύθερον 为补足宾格),也可依标点划分理解为相反的意思(「我使身为自由人的你成为奴隶」)。
- 1.4ἀνειμένως καὶ ἀποφατικῶς
副词并列。ἀνειμένως(「放松地、低平地」)与前面的 περισπωμένως(回折调)和 ὀξυτόνως(锐调)相对,指平调不升调的发音。它与 ἀποφατικῶς(「否定地」)一同指出,该词不应读作关系代词 οὗ(粗气符、回折调),而应读作否定词 οὐ(柔气符、无重音)。
- 1.4εἴ τινος φύροντος ἐν ἀλλήλοις περιχωρήσαιεν
条件从句(εἰ 加祈愿语气 περιχωρήσαιεν)。主语是前面的 τὰ ἄλλα τὰ τοῦ ὄντος γένη(中性复数主语与复数动词呼应)。τινος φύροντος 为属格独立结构(「因某人混淆」)。动词 περιχωρέω 在此意为「相互换位、错位」。
