← 佚名

亚里士多德《辩谬篇》释义

§6.22-7.32

歧义的三种方式与结合之谬误

作者分析了基于歧义的诡辩例子(如「是石头」「说出沉默之事」等)的结构与受骗原因,分类阐明了同名异义与歧义产生的三种方式,继而论述基于结合的谬误推论的结构与实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#2

(ἡ ἐλάττων) σὺ ἄρα φῂς λίθος εἶναι.1 καὶ ἆρ’ ἔστι σιγῶντα λέγειν; οὔ. τί δ’ ὅταν λέγῃ τις ξύλα λίθους, οὐ λέγει σιγῶντα; ναί. ἔστιν ἄρα σιγῶντα λέγειν. πάλιν, ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὔ. τί δ’ ὅταν πάντα σιγᾷς, οὐ σιγᾷς καὶ τὰ λέγοντα; ναί. ἔστιν ἄρα λέγοντα σιγᾶν. ἐν πᾶσι τούτοις τοῖς παραλογισμοῖς τὸ ἀμφίβολον αἱ μείζους προτάσεις εἶχον. τό τε γὰρ τοῦτο γινώσκει καὶ τοῦτο ὁρᾷ ἀμφιβάλλεται· ἐπὶ μὲν γὰρ εὐθείας ληφθέντα ψεύδεται, ἀληθεύει δὲ ἐπὶ αἰτιατικῆς. πάλιν τὸ ὃ σὺ φῂς εἶναι ἢ ὅτι τοῦτο ὃ σὺ λέγεις τοῦτο αὐτὸς εἶ, ὃ δήπουθεν ψεῦδος, ἢ τοῦτο ὃ λέγεις φῂς ἐν ὑπάρξει εἶναι καὶ ὑφιστάμενον, καὶ ἔστιν ἀληθές. διττὸν δὲ καὶ τὸ σιγῶντα λέγειν, τό τε τὸν λέγοντα σιγᾶν καὶ τὸ τὰ λεγόμενα πράγματα. αἱ δὲ ἀγωγαὶ τῶν σοφισμάτων ἐν πρώτῳ καὶ τρίτῳ σχήματι συμπεραίνονται. ἐκεῖνο δὲ δεῖ παρατηρεῖν ἐπὶ ταῖς ἐντεύξεσι τῶν σοφιστῶν, ὡς αὐτοῖς τὰ μείζω τῶν λημμάτων ὡς ἐπὶ τὸ πολὺ προτείνονται πρότερον· λανθάνει γὰρ μᾶλλον ὡς ἀδιόριστον τὸ κοινὸν καὶ συνεπαίρει προχείρως εἰς συγκατάθεσιν, εὐφώρατον δὲ τὸ κατὰ μέρος καὶ ἴδιον ὡς ἐγγύτερον τῆς αἰσθήσεως. εἰσὶ μὲν οὖν τρεῖς τρόποι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν, εἷς μὲν κοινός, ὅταν τὸ ὄνομα ἢ ὁ λόγος κυρίως σημαίνῃ πλείονα, οἷον ἀετὸς ὅ τε ἰχθὺς καὶ τὸ πτηνόν (κυρίως γὰρ ἐπ’ ἄμφω) καὶ κύων ὅ τε χερσαῖος καὶ ἔνυδρος. κυρίως δὲ λόγος σημαίνων πολλά, ὡς τὸ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους, καὶ γένοιτο τὸν σῦν καταβαλεῖν με. ἕτερος δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν· εἰώθαμεν γὰρ κόρακα λέγειν τό τε πτηνὸν καὶ τὸ κοράκιον καὶ κλεῖδα τῆς θύρας καὶ τὸ ὠλέκρανον, καὶ σιγῶντα τὸν τε σιωπῶντα ἄνθρωπον καὶ τὰ ἄλαλα πράγματα. καὶ τρίτος ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ κεχωρισμένον δὲ οὔ, οἷον τὸ ἐπίσταται γράμματα. ἑκάτερον μὲν γὰρ ἰδίως εἰ ἔτυχεν ἕν τι σημαίνει τὸ ἐπίσταται καὶ γράμματα, ἄμφω δὲ πλείω, ἢ τὸ τὰ γράμματα αὐτὰ ἐπιστήμην ἔχειν ἢ τῶν γραμμάτων ἄλλον. Ἡ μὲν οὖν ὁμωνυμία καὶ ἀμφιβολία παρὰ τούτους τοὺς τρόπους εἰσίν, παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύνασθαι καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν. λέγεται δ’ οὕτω διὰ τὸ τὴν κειμένην λέξιν ἐν τῇ συνθέσει τῆς μείζονος προτάσεως ἐλλείπειν ἐν τῷ συμπεράσματι καὶ οὕτω τὸν λόγον συμβαίνειν ψεύδεσθαι· οὐ γὰρ ταὐτὸ σημαίνει, ἐὰν διελών τις εἴπῃ καὶ συνθείς, ὡς δυνατὸν τὸν καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν. προσκείμενον μὲν γὰρ σημαίνοι ἄν ποτε δυνήσεσθαι τὸν καθήμενον βαδίσαι, ἐλλελοιπὸς δὲ νῦν ὅτε κάθηται, ὃ καὶ ψεῦδος.2 αἱ δὲ ἀγωγαὶ τῶν εἰρημένων σοφισμάτων ἐν πρώτῳ σχήματι οὕτως· ὁ Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει. ἀλλὰ καὶ οὐ βαδίζει, κάθηται γάρ. πάλιν, ἆρά γε ὁ μὴ γράφων δύναται γράφειν; ναί. ὁ Πλάτων οὐ γράφει, ὁ Πλάτων ἄρα γράφει. καὶ πότερον ὁ ἐπιστάμενος γράμματα δύναται μανθάνειν γράμματα; ναί. τί δαί; ὁ Σωκράτης νῦν ὑπνώττων οὐχὶ ἐπίσταται γράμματα; ὁ Σωκράτης ἄρα μανθάνει νῦν γράμματα. ἀλλὰ καὶ οὐ μανθάνει· κοιμᾶται γάρ. τί δαί; ὁ ἓν δυνάμενος φέρειν δύναται καὶ πολλὰ φέρειν; ναί. ὁ Ἀλκιβιάδης ἓν φέρει, ὁ Ἀλκιβιάδης ἄρα πολλὰ φέρει ἓν καὶ μόνον φέρων. ἐν τούτοις γὰρ εἰ μὲν ὥσπερ ἐν τῇ μείζονι προτάσει τὸ δύνασθαι, οὕτω κἀν τῷ συμπεράσματι ἔκειτο, οὐδ’ ἂν ἠκολούθησεν ἄτοπον, παρεθὲν δὲ χώραν τοῖς σοφίσμασιν ἔδωκε. καὶ ταῦτα μὲν παρὰ τὴν σύνθεσιν.

(这是小前提)「因此,你声称自己是石头。」又如,「沉默者说话[说出沉默之事]是可能的吗?」「不。」「那么,当某人谈论木石时,他不是在说沉默的事物吗?」「是的。」「因此,说出沉默之事[沉默者说话]是可能的。」又如,「说话者保持沉默[对说话之事保持沉默]是可能的吗?」「不。」「那么,当你对一切事物保持沉默时,你难道不也对说话的事物保持沉默吗?」「是的。」「因此,对说话之事保持沉默[说话者保持沉默]是可能的。」在所有这些谬误推论中,大前提都包含着歧义。因为「知晓这个」和「看见这个」都是歧义的;若取为主格,则是虚假的,若取为宾格,则是真实的。再者,「你声称是其所是的那个东西」,要么指你自己就是你所说的这个东西(这当然是虚假的),要么指你声称你所说的这个东西在实存中存在并且自立(这是真实的)。「说出沉默之事[沉默者说话]」也是双重的:既指说话的人沉默,又指被说及的事物沉默。而这些诡辩的推导是在第一格和第三格中完成的。在诡辩家的辩论中必须注意这一点:他们多半把大前提首先提出;因为普遍的东西作为不确定的更容易不被察觉,并轻易诱使人表示赞同,而个别的和特有的东西因为更接近感觉,因而容易被识破。因此,基于同名异义和歧义的谬误有三种方式:一种是共有的,即当名称或词句本义上指称多数事物时,例如「雕」既指鱼[鳐鱼]又指鸟(因为在这两方面都是本义的),「狗」既指陆生的狗又指水生的狗[鲨鱼]。而词句本义上指称多事的,如「希望敌人抓住我[希望我抓住敌人]」以及「但愿野猪打倒我[但愿我打倒野猪]」。第二种方式是我们习惯于这样表达时;因为我们习惯于把鸟、小乌鸦形抓钩、门闩钥匙和肘鹰嘴都称为「乌鸦」,把静默的人和无声的事物都称为「沉默的」。第三种方式是当结合起来的表述指称多数事物,而分开时却不如此,例如「他知晓文字」。因为各自单独而言,「他知晓」和「文字」碰巧各指单一之物,但两者结合则指多数事物:要么指文字本身拥有知识,要么指他人拥有关于文字的知识。 同名异义和歧义是基于这些方式的;而基于结合的则是如下这类,例如「坐着的人能够行走」和「未写字的人能够写字」。之所以这样说,是因为置于大前提结合之中的措辞在结论中被省略了,从而使该论断成为虚假。因为如果分开来说与结合起来说,即坐着的人能够行走以及未写字的人能够写字,并不指同一件事。因为若加上[能够],它可能指坐着的人将来某个时候能够行走,但若被省略,则指现在正坐着时[行走],而这正是虚假的。所提及的诡辩在第一格中的推导如下:「苏格拉底坐着」,「坐着的人能够行走」,「因此,苏格拉底行走」。但他并不行走,因为他坐着。又如,「未写字的人难道不能写字吗?」「能。」「柏拉图没有写字」,「因此,柏拉图写字」。又如,「知晓文字的人能够学习文字吗?」「能。」「那么,现在正熟睡的苏格拉底难道不知晓文字吗?」「因此,苏格拉底现在学习文字。」但他并没有在学习,因为他睡着了。「那么,能扛一件东西的人也能扛许多件吗?」「能。」「阿尔西比亚德斯扛一件东西」,「因此,阿尔西比亚德斯在仅扛一件东西的同时扛许多件」。因为在这些论辩中,如果像在大前提中那样把「能够」同样置于结论之中,就不会得出任何荒谬的结论;但由于它被略去,从而给诡辩提供了立足之地。以上这些就是基于结合的谬误。

语法注2 条
  1. 1.4σὺ ἄρα φῂς λίθος εἶναι

    紧接在前的小前提中是宾格 λίθον(「φῂς δὲ λίθον εἶναι;」),而结论中则使用了主格 λίθος。不定式 εἶναι 的主语补足语与主句主语 σύ 一致而取主格,意为「你声称你自己是石头」。这揭示了小前提中关于存在的主张(「声称石头存在」)被偷换为回答者自身属性的句法机制。

  2. 1.4προσκείμενον μὲν γὰρ σημαίνοι ἄν ποτε δυνήσεσθαι τὸν καθήμενον βαδίσαι, ἐλλελοιπὸς δὲ νῦν ὅτε κάθηται, ὃ καὶ ψεῦδος

    分词 προσκείμενον 与 ἐλλελοιπός 呼应前句中表示可能性的表达(τὸ δύνασθαι),起条件从句的作用(「若加上则可能指……,但若略去则[指]……」)。后半句 ἐλλελοιπὸς δέ 之后需补充 σημαίνει,并在 νῦν ὅτε κάθηται 之后补出 βαδίζειν,解作「指现在正坐着时[行走]」。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:6.22-7.32