- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:65.14-66.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者根据前提与结论的公认程度以及推论的明晰度,分类辨析了辩证和争辩语境下的各种“锐利论证”,并进一步探讨了对不完整推论的评价标准,以及针对论题、应答者或时间限制进行问答推论的方式。
’ πάλιν ‘εἰ μηδεὶς τοῖχος ἀναπνεῖ ὅτι μὴ ζῷον, κἂν εἴ τι ζῷον, ἀναπνεῖ.’ ἀλλὰ μὴν μύρμηκες καὶ μέλιτται καὶ τὰ ἕτερα ἔντομα καὶ ζῷα καὶ οὐκ ἀναπνεῖ. οὐκ ἄρα ὁ τοῖχος ὅτι οὐ ζῷον οὐκ ἀναπνεῖ, ἀλλ’ ὅτι οὐκ ἔχει πνεύμονα· τοῦτο γὰρ ἐγγύτερον. τοῦ δὲ δευτέρου, ὡς εἴ τις ἐρωτῴη ‘ὅσα τις μὴ ἔχει ἔχων πρότερον, ἆρα ἀποβέβληκε τοσαῦτα;’ πῶς οὖν ἄν τις ἐνταῦθα ἀποκριθῇ καὶ μὴ ἐλεγχθῇ, ἔχει ἀπορίαν. ὅθεν ἐν τοῖς διαλεκτικοῖς οἱ δριμύτεροι λόγοι μᾶλλον ζητεῖν ποιοῦσιν. ὡς ἂν δὲ περὶ αὐτῶν σαφέστερον εἴποιμεν, ἔστι διαλεκτικὸς λόγος δριμύτατος πρῶτος μὲν ὃς ἂν ἐξ ὅτι μάλιστα δοκούντων ὅτι μάλιστα ἔνδοξον ἀναιρῇ. εἷς γὰρ ὢν ὁ τὴν ἀντίφασιν συνάγων συλλογισμὸς καὶ τὸ μὴ ἀγαθὸν ἀγαθὸν λέγων μετατιθεμένης τῆς ἀντιφάσεως ἅπαντας ὁμοίους ἕξει τοὺς συλλογισμούς·1 ἀεὶ γὰρ ἐξ ἐνδόξων ὁμοίως ἔνδοξον ἀναιρήσει ἢ κατασκευάσει, διόπερ ἀπορεῖν ἀναγκαῖον. μάλιστα μὲν οὖν ὁ τοιοῦτος δριμύτατος ὡς ἐξ ἴσου τὸ συμπέρασμα ποιῶν τοῖς ἐρωτήμασιν κατὰ τὴν δόξαν καὶ δυσφορώτατος, ὡς ὁ τοῦ Καλλικλέους ἐν τῷ Γοργίᾳ μᾶλλον τὴν ἀδικίαν τῆς δικαιοσύνης αἱρετωτέραν τιθέμενος τῷ τὴν μὲν φύσει εἶναι καὶ πρεσβυτέραν καὶ παρὰ τοῖς ἀλόγοις τὸ γενναῖον αὐτῆς ἐκλάμπειν, τὴν δὲ ὑστέραν τὴν δικαιοσύνην καὶ θέσει· θέσις γὰρ ὁ νόμος. καὶ ὁ ἐν τῷ Φαίδωνι τὴν ψυχὴν κατασκευάζων ἀθάνατον διὰ τὴν παλιγγενεσίαν καὶ τὸ ἐκ τῶν νεκρῶν τοὺς ζῶντας γίνεσθαι, τὸ δὲ ὅτι τὰ ἐναντία ἐκ τῶν ἐναντίων. δεύτερος δὲ ὁ ἐκ προτάσεων μὲν ὁμοίως ἐνδόξων, τὸ μέντοι συμπέρασμα ἔχων ἐνδοξότερον, ὃ δὴ καὶ ἀπαγωγὴν ἐκαλοῦμεν, ὡς ἡ ἀρετὴ διδακτόν, εἴπερ καὶ ἐπιστήμη. οὗτος γοῦν ὁμοίως ποιήσει ἀπορεῖν, ὁποῖον τῶν ἐρωτημάτων ἀναιρετέον. τοῦτο δὲ τῶν ἄλλων χαλεπόν. ὅτι μὲν γὰρ ἀναιρετέον, δῆλον· ὁπότερον δέ, εὑρεῖν οὐκ εὔπορον. πλῆρες δὲ τῶν τοιούτων συλλογισμῶν τὸ δεύτερον τῶν Μετὰ τὰ φυσικά. τῶν δὲ ἐριστικῶν δριμύτατος μὲν ὁ πρῶτον εὐθὺς ἄδηλος, πότερον συλλελόγισται ἢ οὔ, ὡς ὁ Παρμενίδειος (τὸ γὰρ εἶναι τὸ ὂν ἓν οὐκ ἐκ τῶν κειμένων, ἀλλ’ ἔτι προσδεῖται ἔξωθεν, οἷον τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν· τὸ γὰρ † οὐδὲν ἓν παρῆκεν εἰπεῖν)· καὶ ἔτι πότερον παρὰ τὸ τὸ ψευδὲς ἀναιρῆσαι συμπέρασμα ἡ λύσις ἐστὶν ἢ παρὰ τὸ μίαν τῶν προτάσεων. δεύτερος δὲ ὁ δῆλος μὲν ὅτι παρὰ τὴν τῆς προτάσεως ἀναίρεσιν ἡ λύσις ἐστίν, μὴ φανερὸς δ’ ὤν, διὰ τίνος ἀναίρεσιν τῶν ἠρωτημένων λυτέος ἐστίν. Ἐνίοτε μὲν οὖν ὁ μὴ συλλογισθεὶς λόγος εὐήθης ἐστίν, ἐὰν ᾖ λίαν ἄδοξα ἢ ψευδῆ τὰ λήμματα· ἐνίοτε δ’ οὐκ ἄξιος καταφρονεῖσθαι. ὅταν μὲν γὰρ ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτημάτων, περὶ οὗ ὁ λόγος, καὶ μὴ πάσας τὰς κατασκευαστικὰς προτάσεις ἔχῃ μηδὲ πλῆρες συλλογισάμενος, εὐήθης ἐστὶν ὁ συλλογισμός· ὅταν δὲ τῶν ἔξωθεν, οὐκ εὐκαταφρόνητος οὐδαμῶς, ἀλλ’ ὁ μὲν λόγος ἐπιεικής, ὁ δὲ ἐρωτῶν ἠρώτησεν οὐ καλῶς. Ἔστι τε, ὥσπερ λύειν ὁτὲ μὲν πρὸς τὸν λόγον ὁτὲ δὲ πρὸς τὸν ἐρωτῶντα καὶ τὴν ἐρώτησιν ὁτὲ δὲ πρὸς οὐδέτερον τούτων, ὁμοίως καὶ ἐρωτᾶν ἔστι καὶ συλλογίζεσθαι καὶ πρὸς τὴν θέσιν καὶ πρὸς τὸν ἀποκρινόμενον καὶ πρὸς τὸν χρόνον παραιτούμενον,2 ὅταν ᾖ πλείονος δεομένη ἡ λύσις χρόνου ἢ τοῦ παρόντος.
”。又如:“如果任何墙壁都因不是动物而不呼吸,那么只要某物是动物,它就呼吸。”然而蚂蚁、蜜蜂以及其他昆虫既是动物,却并不呼吸。因此墙壁不是因不是动物而不呼吸,而是因没有肺;因为这是更近的原因。第二种[争辩性困惑]的例子,如同有人问道:“凡人先前拥有而现在不拥有的东西,他是否失去了同等数量的东西?”在这里一个人应当如何回答而不被反驳,便存在困惑。因此在辩证论证中,更锐利的论证更能促使人们探究。为了更清楚地说明它们:辩证论证最锐利的,首先是那从最受认可的前提否定最受认可之事的论证。因为推导出矛盾并称非善为善的推论是唯一的,当矛盾被转换时,它将使其所有推论都是相似的;因为它总是从受认可的前提同等地否定或确立受认可之事,由此困惑不可避免。这样一种论证因在声誉上使结论与诸问题[前提]同等,从而最为锐利,也最难对付,正如《高尔吉亚篇》中卡利克勒斯的论证,他主张不正义比正义更值得选择,理由是不正义出于本性且更为古老,其高贵性在无理性的动物中彰显出来,而正义则是后起的且出于约定——因为法律就是约定。以及《斐多篇》中通过再生以及活人由死者产生来确立灵魂不朽的论证,而这是因为相反之物产生于相反之物。第二种是从同等受认可的前提出发、结论却更为受认可的论证,这正是我们也称为归约的论证,例如“如果德性确实也是知识,那么德性是可教的”。无论如何,这种论证将同样引起困惑,即应当否定哪一个问题[前提]。而这比其他情况更为困难。因为应当否定是显而易见的,但究竟否定哪一个,却不容易找出。《形而上学》第二卷充斥着这类推论。在争辩论证中,最锐利的首先是不能立即辨明究竟是否成立了推论的论证,如巴门尼德的论证(因为“存在是一”并非从所设立的前提中得出,而是还需要外部的前提,例如“存在之外的是非存在,非存在是无,因此存在是一”;因为他遗漏了说“无是一”);此外也不能辨明究竟是通过否定虚假的结论来消解,还是通过否定前提之一来消解。第二种则是显而易见要通过否定前提来消解、却并不清楚应当通过否定被问及的哪一个前提来消解的论证。 有时,未成立推论的论证是愚蠢的,如果前提极其缺乏声誉或虚假;但有时它并不值得鄙视。因为当论证所围绕的这类问题有所缺失,且不具备所有确立性的前提,也没有完全推导出来时,该推论是愚蠢的;但当缺失的是外在之物时,它绝非可鄙,而是论证本身尚属中肯,只是提问者提问不当。 正如消解有时针对论证本身,有时针对提问者及其提问,有时则不针对这两者,同样地,提问和推论既可以针对论题,也可以针对应答者,并且当消解需要比当下更多的时间时,也可以请求时间来进行。
- 1.33εἷς γὰρ ὢν ὁ τὴν ἀντίφασιν συνάγων συλλογισμὸς καὶ τὸ μὴ ἀγαθὸν ἀγαθὸν λέγων μετατιθεμένης τῆς ἀντιφάσεως ἅπαντας ὁμοίους ἕξει τοὺς συλλογισμούς
句子的核心骨干是主语 ὁ τὴν ἀντίφασιν συνάγων συλλογισμός(由分词 εἷς ὤν 与 λέγων 修饰)与主动词 ἕξει,带宾语及其补足语 ἅπαντας ὁμοίους ... τοὺς συλλογισμούς(“将使其所有推论均相似”)。其中 μετατιθεμένης τῆς ἀντιφάσεως 为独立属格结构(“当矛盾被倒置/转换时”)。
- 1.33παραιτούμενον
阳性单数宾格分词 παραιτούμενον 与不定式 ἐρωτᾶν καὶ συλλογίζεσθαι 的隐含主体一致(或作状语性用法),与介词短语 πρὸς τὸν χρόνον 连用,表示在推论与提问中“请求宽限时间”。
