← 佚名

亚里士多德《辩谬篇》释义

§66.21-68.4

全篇总结与辩证术创制之结语

作者总结了《论题篇》与《辨谬篇》的整体论述,回顾了辩证术的本初目的及对应答者角色的引入。随后指出,与修辞学等其他技术的渐进发展不同,逻辑推论技术完全没有任何前人成果,并请求听众对遗漏之处予以宽容,对首创之功抱以感谢。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.34

34. Ἐκ πόσων μὲν οὖν καὶ ποίων γίνονται τοῖς διαλεγομένοις οἱ παραλογισμοί, καὶ πῶς δείξομεν ψευδόμενόν τε καὶ παράδοξα λέγειν ποιήσομεν, ἔτι δὲ πρὸ τούτων ἐκ τίνων συμβαίνει ὁ διαλεκτικὸς συλλογισμὸς καὶ πῶς ἐρωτητέον καὶ τίς ἡ τάξις τῶν ἐρωτημάτων, ἔτι δὲ πρὸς τί χρήσιμοι πάντες εἰσὶν οἱ τοιοῦτοι λόγοι, καὶ ὡς οἱ μὲν διαλεκτικοὶ πρὸς εὕρεσιν τῆς ἀληθείας, οἱ δὲ σοφιστικοὶ πρὸς τὸ μὴ ἀπατᾶσθαι, καὶ περὶ ἀποκρίσεως ἁπλῶς τε πάσης καὶ πῶς λυτέον τοὺς λόγους καὶ τοὺς συλλογισμούς, εἰρήσθω περὶ ἁπάντων ἡμῖν ταῦτα. λοιπὸν δὲ περὶ τῆς ἐξ ἀρχῆς προθέσεως ἀναμνήσασιν εἰπεῖν τι βραχὺ περὶ αὐτῆς καὶ τέλος ἐπιθεῖναι τοῖς εἰρημένοις.1 Προειλόμεθα οὖν δύναμίν τινα εὑρεῖν συλλογιστικὴν περὶ τοῦ προβληθέντος ἐκ τῶν ὑπαρχόντων ὡς ἐνδοξοτάτων· τοῦτο γὰρ ἔργον τῆς διαλεκτικῆς καθ’ αὑτὴν καὶ πειραστικῆς. ἐπεὶ δὲ προκατασκευάζεται πρὸς αὐτὴν ἡ πειραστικὴ διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν, ὡς οὐ μόνον πεῖραν δύναται λαβεῖν διαλεκτικῶς ἀλλὰ καὶ ὡς εἰδώς, διὰ τοῦτο οὐ μόνον τὸ λεχθὲν ἔργον ὑπεθέμεθα τῆς πραγματείας, τὸ λόγον δύνασθαι λαβεῖν, ἀλλὰ καὶ ὅπως λόγον ὑπέχοντες καὶ ἐρωτώμενοι ὄντες φυλάξωμεν τὴν θέσιν ὡς δι’ ἐνδοξοτάτων. τὴν δὲ αἰτίαν εἰρήκαμεν τούτων· ὁ γὰρ διαλεκτικὸς ὥσπερ μὴ εἰδὼς ἐρωτᾷ. διὰ τοῦτο Σωκράτης διαλεκτικὸς ἄκρος ὢν ἠρώτα, ἀλλ’ οὐκ ἀπεκρίνατο· ὡμολόγει γὰρ οὐκ εἰδέναι. ὁ μέντοι σοφιστικὸς πάντα εἰδέναι ἐπαγγέλλεται πάντως καὶ ἃ δήπουθεν ἐρωτᾷ. οὐ προηγουμένως οὖν τῆς διαλεκτικῆς ἔργον περὶ ἀποκρίσεως πραγματεύεσθαι, ἀλλ’ ἢ διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν. δεδήλωται δὲ ἐν τοῖς πρότερον καὶ πρὸς πόσα καὶ ἐκ πόσων τοῦτο ἔσται (τέσσαρα γὰρ τὰ προβλήματα), καὶ πόθεν εὐπορήσομεν τούτων (οἱ δὲ ἦσαν οἱ τόποι οὓς ἐκδεδώκαμεν), ἔτι δὲ πῶς ἐρωτητέον ἢ τακτέον τὴν ἐρώτησιν πᾶσαν καὶ περὶ τε ἀποκρίσεων καὶ λύσεων τῶν πρὸς τοὺς συλλογισμούς. δεδήλωται δὲ καὶ περὶ τῶν ἄλλων, ὅσα τῆς αὐτῆς μεθόδου τῶν λόγων ἐστί. πρὸς δὲ τούτοις περὶ τῶν παραλογισμῶν διεληλύθαμεν, ὡς ἤδη εἰρήκαμεν. ὅτι μὲν οὖν ἔχει τέλος ἱκανῶς ἃ προειλόμεθα, φανερόν· δεῖ δὲ ὑμᾶς μὴ λεληθέναι τὸ συμβεβηκὸς περὶ ταύτην τὴν πραγματείαν. τῶν γὰρ εὑρισκομένων ἁπάντων τὰ μὲν παρ’ ἑτέρων ληφθέντα πρότερον πεπονημένα κατὰ μέρος ἐπιδέδωκεν ὑπὸ τῶν παραλαβόντων ὕστερον· τὰ δὲ ἐξ ἀρχῆς εὑρισκόμενα μικρὸν τὸ πρῶτον ἐπίδοσιν λαμβάνειν εἴωθεν, χρησιμωτέραν μέντοι πολλῷ τῆς ὕστερον ἐκ τούτων αὐξήσεως. μέγιστον γὰρ ἴσως ἀρχὴ παντός, ὥσπερ καὶ λέγεται· διὸ καὶ χαλεπώτατον. ὅσον γὰρ κράτιστον τῇ δυνάμει, τοσοῦτον μικρὸν ὂν τῷ μεγέθει χαλεπόν ἐστιν ὀφθῆναι. ταύτης δ’ εὑρημένης ῥᾷον προστιθέναι καὶ συναύξειν τὸ λοιπόν ἐστιν· ὅπερ καὶ περὶ τοὺς ῥητορικοὺς λόγους συμβέβηκε, σχεδὸν δὲ καὶ περὶ τὰς ἄλλας ἁπάσας τέχνας. οἱ μὲν γὰρ τὰς ἀρχὰς εὑρόντες παντελῶς ἐς μικρόν τι προήγαγον· οἱ δὲ νῦν εὐδοκιμοῦντες παραλαβόντες παρὰ πολλῶν οἷον ἐκ διαδοχῆς κατὰ μέρος προσαγόντων οὕτως ηὐξήκασι, Τισίας μὲν μετὰ τοὺς πρώτους, Θρασύμαχος δὲ μετὰ Τισίαν, Θεόδωρος δὲ μετὰ τοῦτον, καὶ πολλοὶ πολλὰ συνενηνόχασι μέρη· διόπερ οὐδὲν θαυμαστὸν πλῆθός τι ἔχειν τὴν τέχνην. ταύτης δὲ τῆς ὅλης λογικῆς πραγματείας οὐ τὸ μὲν ἦν τὸ δ’ οὐκ ἦν προεξειργασμένον, ἀλλ’ οὐδὲν παντελῶς ὑπῆρχεν. καὶ γὰρ τῶν περὶ τοὺς ἐριστικοὺς λόγους μισθαρνούντων ὁμοία τις ἦν ἡ παίδευσις τῇ Γοργίου πραγματείᾳ· λόγους γὰρ οἱ μὲν ῥητορικοὺς οἱ δὲ ἐρωτηματικοὺς ἐδίδασκον ἐκμανθάνειν, εἰς οὓς πλειστάκις ᾠήθησαν ἑκάτεροι τοὺς ἀλλήλων ἐμπίπτειν λόγους. διόπερ ταχεῖα μὲν ἄτεχνος δ’ ἦν ἡ διδασκαλία τοῖς μανθάνουσι παρ’ αὐτῶν· οὐ γὰρ τέχνην ἀλλὰ τὰ ἀπὸ τῆς τέχνης διδόντες παιδεύειν ὑπελάμβανον, ὥσπερ ἄν τις ἐπιστήμην φάσκων παραδώσειν ἐπὶ τῷ μηδὲν πονεῖν τοὺς πόδας εἶτα σκυτοτομικὴν μὲν μὴ διδάσκῃ μηδ’ ὅθεν δυνήσεται πορίζεσθαι τὰ τοιαῦτα, δοίη δὲ πολλὰ γένη παντοδαπῶν ὑποδημάτων.2 οὗτος βεβοήθηκε μὲν πρὸς τὴν χρείαν, τέχνην δὲ οὐ παρέδωκε. καὶ περὶ μὲν τῶν ῥητορικῶν ὑπῆρχε πολλὰ καὶ παλαιὰ τὰ λεγόμενα, περὶ δὲ τοῦ συλλογίζεσθαι παντελῶς οὐδὲν εἴχομεν πρότερον ἄλλο λέγειν ἀλλ’ ἢ τριβῇ ζητοῦντες πολὺν χρόνον ἐπονοῦμεν. εἰ δὲ φαίνεται θεασαμένοις ὑμῖν ὡς ἐκ τοιούτων ἐξ ἀρχῆς ὑπαρχόντων ἔχειν ἡ μέθοδος ἱκανῶς παρὰ τὰς ἄλλας πραγματείας τὰς ἐκ παραδόσεως ηὐξημένας, λοιπὸν ἂν εἴη πάντων ὑμῶν ἢ τῶν ἀκροωμένων ἔργον τοῖς μὲν παραλελειμμένοις τῆς μεθόδου συγγνώμην τοῖς δ’ εὑρημένοις πολλὴν ἔχειν χάριν.3

34. 至于对辩者而言谬误推论由多少事物以及何种事物产生,我们如何表明某人在说谎并使他说出悖论;更在这之前,辩证推论由何种事物产生,应当如何提问,问题的次序是什么;此外,所有这些论证对何者有用,以及辩证论证有助于发现真理,诡辩论证有助于不被欺骗;以及简而言之关于一切应答,以及应当如何消解论证和推论——关于这一切,就当我们已经论述过了。剩下的就是在回忆起最初的意图之后,对其作简短说明,并为已说的话画上句号。 因此,我们曾打算就所提出的论题,从现有最受认可的前提中找寻某种推论能力;因为这就是辩证术本身与检验术的功用。但既然检验术由于与诡辩术相近而先于辩证术得到准备,因为检验术不仅能辩证地进行检验,而且能作为知情者进行检验,由于这个原因,我们不仅为这门探讨设定了上述功用,即能够索取论证依据,而且也设定了当承担论证并被提问时,如何通过最受认可的前提来维护论题。我们已经说明了这些事情的原因:因为辩证家像不知情者那样提问。正因如此,苏格拉底作为高超的辩证家,提问而不作答;因为他承认自己不知道。然而诡辩家宣称自己完全知晓一切,当然也包括他所提问的事。因此,探讨应答原本并不是辩证术的首要功用,而只是由于与诡辩术相近。在先前的篇章中已经表明,这关涉多少问题并由多少事物构成(因为问题有四个),我们从何处可以获得这些东西(它们就是我们所阐述的论题库),此外应当如何提问或如何安排整个提问,以及关于针对推论的应答和消解。关于属于同一种论证探讨方法的其他所有事物,也都已经阐明了。除此之外,正如我们已经说过的,我们也详述了谬误推论。 因此显而易见,我们所打算做的事情已经充分告成;但你们不应当忽略发生在这门探讨上的情况。因为在所有被发现的事物中,凡是从他人那里继承而来且先前已被部分加工的事物,后来都在继承者手中获得了进展;但从最初被发现的事物,起初往往只获得微小的增长,然而这一微小增长比起后来从它们之中产生的扩充要有价值得多。因为正如常言所道,在一切事物中开端或许是最重大的;因此它也最艰难。因为它在潜能上越是强大,在体积上越小,就越难以被察觉。但是一旦这一点被发现,接着补充并一同扩充其余部分就更容易了;这正是修辞论辩所经历的,几乎也是其他所有技术所经历的。因为那些发现开端的人完全只把它推进了微小的一步;而现在享有盛名的人从许多如继替般逐步推进的人手中继承了它,从而使其增长到这般地步——提西亚斯继最初的人之后,色拉叙马霍斯继提西亚斯之后,西奥多洛斯继他之后,许多人都贡献了许多部分;因此这门技术拥有一定数量的成果并不足为奇。然而在这整个逻辑探讨中,并不存在一部分已被预先加工而另一部分没有的情况,而是完全没有任何既有成果。因为受雇讲授争辩性言论之人的教育,与高尔吉亚的做法颇为相似;有些人教授死记硬背修辞性言辞,另一些人则教授问答式言辞,双方都认为彼此的言论最常落入这些形式之中。因此对于向他们学习的人来说,教学虽快却毫无技术可言;因为他们自以为是在通过传授技术所产之物而非技术本身来进行教育,这好比有人声称要传授使双脚完全免受痛苦的知识,随后却既不教授制鞋技术,也不教授从何处能弄到这些物品,反而提供许多各种各样鞋履的种类。这人在面对需求时提供了帮助,却没有传授技术。关于修辞学,有许多古老的内容可说;但关于进行推论,我们先前完全没有任何其他现成的内容可谈,而是凭借经验探索,付出了长久时间的劳作。如果你们在考察之后觉得,从最初仅有的这般条件出发,与其他由传承发展起来的学问相比,本探讨方法已经取得了足够的成果,那么剩下的就是你们所有人或听众的职责了:对本方法遗漏之处给予包容,对所发现的成果抱以深切的感激。

语法注3 条
  1. 1.34λοιπὸν δὲ περὶ τῆς ἐξ ἀρχῆς προθέσεως ἀναμνήσασιν εἰπεῖν τι βραχὺ περὶ αὐτῆς καὶ τέλος ἐπιθεῖναι τοῖς εἰρημένοις

    无人称句式,λοιπόν [ἐστι] 接与格分词 ἀναμνήσασιν 以及两个不定式 εἰπεῖν 和 ἐπιθεῖναι。与格分词指说话者(及听众),充当不定式的逻辑主语。

  2. 1.34ὥσπερ ἄν τις ἐπιστήμην φάσκων παραδώσειν ἐπὶ τῷ μηδὲν πονεῖν τοὺς πόδας εἶτα σκυτοτομικὴν μὲν μὴ διδάσκῃ μηδ’ ὅθεν δυνήσεται πορίζεσθαι τὰ τοιαῦτα, δοίη δὲ πολλὰ γένη παντοδαπῶν ὑποδημάτων

    比喻性的假定句式 ὥσπερ ἄν τις ...,分词 φάσκων 之后连接两个相对从句(μὲν ... δέ),动词在虚拟式 διδάσκῃ 与祈愿式 δοίη 之间发生转换。动词 δοίη 与前面的 ἄν 结合,表达潜在或虚构的类比(“好比某人……给出了”)。

  3. 1.34λοιπὸν ἂν εἴη πάντων ὑμῶν ἢ τῶν ἀκροωμένων ἔργον τοῖς μὲν παραλελειμμένοις τῆς μεθόδου συγγνώμην τοῖς δ’ εὑρημένοις πολλὴν ἔχειν χάριν

    潜在式表达 λοιπὸν ἂν εἴη 之后接领属属格 πάντων ὑμῶν ἢ τῶν ἀκροωμένων 及表语名词 ἔργον,意为“将是你们所有人……的职责”。ἔργον 的具体内容由带两个并列与格项(τοῖς μὲν παραλελειμμένοις 与 τοῖς δ’ εὑρημένοις)的不定式短语 ἔχειν 展开说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:66.21-68.4