- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:64.9-65.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节根据亚里士多德《诡辩篇》第33章,解释了为何落入同一种类的诡辩论证其难易程度不同,列举了同音异义等明显与隐蔽的实例,并定义了引发最大困惑的“锐利论证”,区分了辩证困惑与争辩困惑。
33. Δεῖ δὲ κατανοεῖν ὅτι πάντων τῶν σοφιστικῶν λόγων οἱ μέν εἰσι ῥᾴους κατιδεῖν παρὰ τί καὶ ἐν τίνι εἴδει τῶν παραδεδομένων τρόπων παραλογίζονται τὸν ἀκούοντα, οἱ δὲ χαλεπώτεροι τοῦτο μαθεῖν, καὶ ταῦτα πολλάκις ὄντες οἱ αὐτοὶ ἐκείνοις.1 τὸ γὰρ παρὰ τὸ αὐτὸ εἶδος τυχὸν τῆς ὁμωνυμίας τοὺς μὲν εὐχερὲς καὶ φωρᾶσαι καὶ λῦσαι τοὺς δὲ οὔ. καλοῦμεν δὲ λόγους τοὺς αὐτοὺς τοὺς ὑφ’ ἓν εἶδος πίπτοντας. ἔτι ὁ αὐτὸς λόγος τοῖς μὲν ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασι, τοῖς δὲ ἐν τοῖς ἐκτός, ἄλλοις δὲ παρ’ ἕτερόν τι δόξειεν εἶναι, τῷ μὴ τὸ συμπέρασμα ὁμοίως εἶναι δῆλον.2 ὥσπερ οὖν ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν τὰ μὲν καὶ τοῖς τυχοῦσίν ἐστι δῆλα, τὰ δὲ καὶ τοὺς ἐμπειροτέρους διαλανθάνει, καὶ ἐν τούτοις. ἐκεῖ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοι πάντες εἰσὶ παρὰ τὴν λέξιν, οἷον ‘ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον·’ ὁμώνυμον γὰρ τὸ ἐφέρετο ἢ ὅτι ἐκομίζετο ἐπὶ δίφρον ἢ ὅτι ἅρμα ἤλαυνεν. ἄγεται δὲ τοῦτο καὶ πρὸς τὴν ὁμοιοσχημοσύνην, τισὶ δὲ καὶ πρὸς τὴν ἀμφιβολίαν. καὶ πάλιν ‘ὅπου στέλλεσθε; πρὸς τὴν κεραίαν.’ τὸ δὲ στέλλεσθαι πέμπεσθαί ἐστι· πρὸς τὴν κεραίαν ἄρα πέμπεσθε. διττὸν γὰρ τὸ στέλλεσθαι τό τε πέμπεσθαι καὶ τὸ συνάγειν τὸ ἱστίον χαλώμενον ἐπὶ τὴν κεραίαν. πάλιν ‘ποτέρα τῶν βοῶν ἔμπροσθεν τέξεται; οὐδετέρα, ἀλλ’ ὄπισθεν ἄμφω.’ καὶ ‘καθαρὸς ὁ βορέας; οὐ δῆτα· ἀπέκτεινε γὰρ τὸν πτωχὸν καὶ τὸν ὠνούμενον.’ τό τε γὰρ ἔμπροσθεν καὶ ἐπὶ τοῦ χρόνου καὶ ἐπὶ τοῦ μέρους τοῦ σώματος λέγεται, καὶ καθαρὸν τόν τε ὑγιεινὸν καὶ τὸν ἀμόλυντον λέγομεν. καὶ ‘ἆρ’ Εὔαρχος οὗτος; οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης·’ τόν τε γὰρ εὖ ἄρχοντα εὔαρχον ἔλεγον καὶ τὸν Ἀπολλωνίδην. τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων σχεδὸν οἱ πλεῖστοι. σημεῖον δὲ τούτων καὶ ὡς λανθάνουσι καὶ τοὺς ἐπιστήμονας τῶν παρὰ τὴν ὁμωνυμίαν τινές, ὅτι μάχονται πολλάκις περὶ τῶν ὀνομάτων, οἷον πότερον ταὐτὸ σημαίνει κατὰ πάντων τὸ ὂν καὶ τὸ ἓν ἢ ἕτερον. τοῖς μὲν γὰρ δοκεῖ ταὐτὸ σημαίνειν ἄμφω, οἱ δὲ τὸν Ζήνωνος λόγον καὶ Παρμενίδου λύουσι διὰ τὸ πολλαχῶς φάναι τὸ ὂν λέγεσθαι καὶ τὸ ἕν. οὐ μόνον οὖν ἐπὶ τῶν ὁμωνύμων τοῦτο συμβαίνει, ὡς εἴρηται, ἀλλὰ καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων· οἱ μὲν γὰρ ἔσονται ῥᾴους ἰδεῖν οἱ δὲ χαλεπώτεροι τῶν λόγων, καὶ λαβεῖν ἐν τίνι γένει καὶ πότερον ἔλεγχος ἢ οὐκ ἔλεγχος οὐ ῥᾴδιον εἰπεῖν, καὶ περὶ πάντων οὕτω. Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα· δάκνει γὰρ οὗτος μάλιστα καὶ θορυβεῖ, ὡς τὰ ἐπιχειρήματα τό τε πέμπτον καὶ τέταρτον τοῦ ἐν τῷ Περὶ ἑρμηνείας τελευταίου τμήματος καὶ ὁ ἐν τοῖς Φυσικοῖς τὸν χρόνον ἀναιρῶν λόγος δριμύτατος τῷ δεικνύειν μηδὲν τῶν μερῶν αὐτοῦ μένειν· τὸ μὲν γάρ, φησί, παρῴχηκε καὶ οὐκ ἔστι, τὸ δὲ μέλλει καὶ οὔπω, τὸ δὲ νῦν ἀμερές· ὥστ’ εἰ μὴ τῶν μερῶν τι, οὐδὲ τὸ ὅλον.3 ἀπορία δέ ἐστι διττή, ἡ μὲν ἐν τοῖς διαλεκτικοῖς, ὅτε ἀποροῦμεν, ποίαν τῶν προτάσεων ἀναιρετέον, ὡς καὶ τὸ συναχθὲν συναναιρῆσαι ψεῦδος,4 καὶ εἰ ἀμφοτέρας, εἴπερ ἐπ’ ἴσης ἔνδοξοι· ἡ δὲ ἐν τοῖς ἐριστικοῖς, πῶς εἴποι τις τὸ προταθὲν καὶ ὅπως φυλάξεται τὸν ὀχλοῦντα σοφιστήν. παράδειγμα τοῦ μὲν προτέρου ‘τὸ βιβλίον διδάσκει, τὸ διδάσκον ἔμψυχον· τὸ βιβλίον ἄρα ἔμψυχον.
33. 必须认识到,在所有诡辩论证中,有些更容易看出它们是因何缘故以及在所传授的诸种模式的哪一个种中误导听者,有些则更难知晓这一点,而且这些论证往往与前者是同一的。因为即便同属于同音异义的同一种,有些论证既容易识破也容易消解,有些则不然。而我们把落入同一种下的论证称为同一论证。此外,由于结论并不同样清楚,同一论证在某些人看来属于依赖言辞的诡辩,在另一些人看来属于言辞之外的诡辩,在其他人看来则取决于别的某种东西。因此,正如在依赖同音异义的论证中,有些即使对普通人也是明显的,有些却甚至瞒过了更有经验的人,在这些论证中亦是如此。因为在那里,几乎所有可笑的论证都依赖于言辞,例如:“一个人顺着梯子运送[或被运送]椅子”;因为“运送”是同音异义的,既指坐在椅子上被运载,也指他驾着战车。而这也被归入表达形式,某些人也将其归入歧义。又如:“你们去往何处[或:收帆于何处]?去往帆桁。”但收帆即是被派遣;“所以,你们被派遣到帆桁去”。因为“收帆”具有双重含义,既指被派遣,也指把垂下的帆收拢在帆桁上。又如:“两头母牛哪一头在前面分娩?哪一头都不是,两头都在后面分娩。”以及:“北风纯净[无害]吗?绝非如此;因为它杀死了穷人和买主。”因为“在前面”既就时间而言,也针对身体部位而言,并且我们把健康的和未受污染的都称为“纯净”。又如:“这个人是好长官[或:欧阿尔科斯]吗?绝非如此,而是阿波罗尼德”;因为人们把治理得好的人称为“好长官”,也把阿波罗尼德称为好长官。其余大部分论证几乎都以同样方式成立。关于这些情况以及依赖同音异义的某些论证甚至会瞒过专家的一个标志是,人们常常围绕名称争论不休,例如“存在”和“一”对一切事物是指示相同之物还是不同之物。因为在有些人看来二者指示同一物,而另一些人则通过主张“存在”和“一”有多种说法来消解芝诺和巴门尼德的论证。因此,正如所说,这种情况不仅发生在同音异义上,而且发生在其他每一种上;因为论证中有些更容易看出,有些则更难,而且要把握论证属于哪个属并说出它究竟是不是反驳,并非易事,关于一切论证皆是如此。 锐利的论证是能引起最大困惑的论证;因为这种论证最能刺痛和搅扰人心,正如《解释篇》最后一部分的第五和第四个论据,以及《物理学》中否定时间的论证是最锐利的,因为它表明时间的任何部分都不存续;因为他说,一部分已经过去而不复存在,另一部分在将来而尚未存在,而“现在”是不可分割的;“因此,如果各个部分没有一个存在,整体也就不存在”。困惑是双重的:一种存在于辩证论证中,即当我们困惑于应当否定哪一个前提以同时否定由此推导出的虚假结论时,以及若两个前提同等声誉卓著,是否两者都要否定;另一种存在于争辩论证中,即一个人应当如何表述被提出的问题,以及如何防范那纠缠不休的诡辩家。前者的例子是:“书本施教;施教者是有灵魂的;所以书本是有灵魂的。”
- 1.33καὶ ταῦτα πολλάκις ὄντες οἱ αὐτοὶ ἐκείνοις
καὶ ταῦτα 作为副词性宾格短语引出让步意义(“而且尽管……”),分词 ὄντες 与该分句的主语(οἱ δέ)保持性数格一致。与格 ἐκείνοις 由 οἱ αὐτοί 支配(意为“与那些相同的”)。
- 1.33τῷ μὴ τὸ συμπέρασμα ὁμοίως εἶναι δῆλον
带冠词不定式的与格结构(τῷ ... εἶναι)充当表示原因的与格(“由于结论并非同样明显”)。否定词 μή 规律性地用于修饰否定不定式结构。
- 1.33ὥστ’ εἰ μὴ τῶν μερῶν τι, οὐδὲ τὸ ὅλον
结果连词 ὥστε 之后引导一个条件句。在条件从句(εἰ μὴ τῶν μερῶν τι)和主句(οὐδὲ τὸ ὅλον)中,均省略了存在动词 ἔστι,结构补全后意为“如果各部分中没有任何一个存在,整体也就不存在”。
- 1.33ὡς καὶ τὸ συναχθὲν συναναιρῆσαι ψεῦδος
连词 ὡς 后接不定式 συναναιρῆσαι 表目的(“以便一并否定……”)。短语 τὸ συναχθὲν ... ψεῦδος 作为该不定式的直接宾语(“被推导出的虚假结论”)。
