← 佚名

亚里士多德《辩谬篇》释义

§62.38-64.8

消解代词格与性置换引起的粗谬

本节注解亚里士多德《辨谬篇》第32章,分析了由于指示代词中性形式及主格、宾格同形而引起的诡辩式粗谬的构造,并阐明了通过指出前提与结论中格与性的不正当置换来消解这些谬误的步骤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32

32. Περὶ δὲ τῶν σολοικισμῶν παρ’ ὅ τι μὲν φαίνονται συμβαίνειν, εἴπομεν πρότερον· παρὰ γὰρ τὸ τόδε καὶ τοῦτο· ταῦτα γὰρ κἂν ἐπ’ εὐθείας καὶ αἰτιατικῆς ὁμοίως ληφθείη. ὡς δὲ λυτέον, ἐπ’ αὐτῶν τῶν λόγων ἔσται φανερόν. ἅπαντες γὰρ οἱ τοιοίδε λόγοι τοῦτο βούλονται κατασκευάζειν· εὐθεῖαν γὰρ ἐν ταῖς προτάσεσι δόντες αἰτιατικὴν ἐπάγουσιν1 ἐν τῷ συμπεράσματι ἢ τὸ ἀνάπαλιν, καὶ πρὸς τὸ λαθεῖν ὡς κἀν τοῖς ἄλλοις τῇ μεταξυλογίᾳ χρῶνται. οἷον ‘πότερον ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο ἀληθῶς;’ ναί. ‘φὴς δὲ εἶναί τι λίθον· ἔστιν ἄρα λίθον.’ ἢ τὸ λέγειν λίθον οὐκ ἔστι λέγειν ὃ καὶ ἐπ’ εὐθείας, ἀλλ’ ὅν, οὐδὲ τοῦτο οὐδετέρως ἀλλὰ τοῦτον ἀρρενικῶς. εἰ δὲ μὴ διὰ μακροῦ τὴν ἀπόδοσιν ἐποιεῖτο, ἀλλ’ ἐκ τοῦ σύνεγγυς, οὐκ ἂν ἔλαθε σολοικίσας, οἷον εἰ οὕτως ἤρετο ‘ἆρ’ ὅπερ ἀληθῶς λέγεις, ἔστι τοῦτον;’ οὐκ ἄν τις ἔδωκε διὰ τὸ εὐφώρατον· πρόδηλον γὰρ ὡς οὐχ ἑλληνίζει οὕτω λέγων, ὥσπερ κἂν εἴ τις ἔροιτο ‘ἆρ’ ἣν λέγεις εἶναι, φύσιν τυχόν, ἔστιν οὗτος; ξύλον δέ ἐστιν οὗτος· ἔστιν ἄρα ξύλον ταύτην.’ καταφανὴς γὰρ ὁ σολοικισμὸς ἐνταῦθα τῇ τε ἐγγύτητι καὶ τῇ τῶν γενῶν ὑπαλλαγῇ καὶ τῶν πτώσεων· ὤφειλε γὰρ εἰπεῖν ‘ἔστιν ἄρα ξύλον αὕτη.’ ἐπὶ μὲν οὖν τῶν ἀρσενικῶν καὶ θηλυκῶν πάμπολυ διέστηκε τὸ ὃ τοῦ αὕτη ἢ οὗτος, ὁμοίως δὲ καὶ τὸ τοῦτο· ἐπὶ δὲ τῶν οὐδετέρων καὶ ὅσα μήτε θῆλυ μήτε ἄρρεν σημαίνει, οὐδὲν διαφέρει. διὸ καὶ οὐ γίνεται σολοικισμὸς ἐνταῦθα διὰ τὸ ὁμοίως ἐπ’ εὐθείας καὶ αἰτιατικῆς ἐκφέρεσθαι· οἷον εἰ ἔροιτό τις ‘ἆρ’ ὃ λέγεις εἶναι ἔστι τοῦτο;’ ναί. ‘ξύλον δὲ λέγεις εἶναι· ἔστιν ἄρα ξύλον’ οὐδὲν ἀπαντήσει δυσχερές. καὶ αὖθις ‘ἆρ’ οὗτός ἐστιν αὕτη;’ (ἤγουν ἡ φαινομένη θέα ὅδε ἐστίν.) ναί. ‘τί δέ; οὐχ οὗτός ἐστι Κορίσκος;’ εἶτα συμπεραίνει ‘ἄρα οὗτος αὕτη’· οὐ συλλελόγισται τὸν σολοικισμόν·2 ἄμφω γὰρ εὐθεῖαι. οὐδ’ εἰ τὸ Κορίσκος σημαίνει ὅπερ αὕτη, μὴ δίδωσι δὲ ἀποκρινόμενος, οὐ συλλελόγισται τὸν σολοικισμόν, ἀλλὰ δεῖ ἐρωτῆσαι τὸν ἀποκρινόμενον· καὶ εἰ δίδωσι, οὐ λέγεται δέ, γίνεται μὲν σολοικισμός, ἀλλ’ οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον· εἰ δὲ μήτ’ ἐστὶ μήτε δίδωσιν, οὐ συλλελόγισται οὔτε τῷ ὄντι οὔτε πρὸς τὸν ἐρωτώμενον. ὁμοίως οὖν δοκεῖ κἀκεῖ προσερωτηθῆναι, εἰ δίδωσι τὸν λίθον σημαίνειν οὗτος. εἰ δ’ οὖν, οὐ λεκτέον τὸ συμπέρασμα, ὡς ἄρα οὗτός ἐστι λίθον. φαίνεται μέντοι τὸ ‘οὗτος ἄρα αὕτη’ μὴ σολοικισμὸς εἶναι διὰ τὸ τὴν ἀνόμοιον τῷ γένει πτῶσιν τοῦ ὀνόματος ὁμοίαν φαίνεσθαι· ἄμφω γὰρ εὐθεῖαι. ὅμοια τοῖς εἰρημένοις κἀκεῖνά ἐστιν ‘ἆρα ἀληθὲς εἰπεῖν ὅτι ἔστιν αὕτη, ὅπερ εἶναι φῂς αὐτήν; εἶναι δὲ φῂς ἀσπίδα· ἔστιν ἄρα αὕτη ἀσπίδα.’ ἢ οὐκ ἀνάγκη οὕτω, εἰ μὴ ὁ ἐρωτώμενος τὸ αὕτη ἀσπίδα σημαίνειν, ἀλλὰ μὴ ἀσπὶς δέδωκεν. πάλιν ‘ἆρ’ ὃ φὴς εἶναι τοῦτον, ἔστιν οὗτος; φῂς δὲ εἶναι Κλέωνα· ἔστιν ἄρα οὗτος Κλέωνα.’ οὐδὲ τοῦτο καλῶς· εἴρηκα γὰρ ‘ὃ φημι εἶναι τοῦτον, ἔστιν οὗτος’, ἀλλ’ οὐ τοῦτον· οὐ γὰρ ἐξελληνίζει οὕτω τὸ ἐρώτημα λεχθέν ‘ἐστι τοῦτον’. ἔτι ‘πότερον ἐπίστασαι τοῦτο; τοῦτο δέ ἐστι λίθος· ἐπίστασαι ἄρα λίθος.’ ἢ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ οὗτος ἐκδέδοται. πάλιν ‘ἆρ’ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι τοῦτο; ἐπιστήμην δὲ ἔχεις λίθου, ἐπίστασαι ἄρα λίθου.’ ἢ τὸ μὲν οὗ λίθου λέγει, τὸ δὲ τοῦτο λίθον· ἐδόθη δ’ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι οὐ τούτου ἀλλὰ * * τοῦτον·3 ὥστε οὐ τοῦ λίθου ἀλλὰ τὸν λίθον. Ὅτι μὲν οὖν οἱ τοιοῦτοι τῶν λόγων οὐ συλλογίζονται σολοικισμόν, ἀλλὰ φαίνονται, καὶ διὰ τί φαίνονται καὶ πῶς ἀπαντητέον πρὸς αὐτούς, φανερὸν ἐκ τῶν εἰρημένων· ἣν γὰρ ἐν τοῖς κατὰ μέρος σολοικοφανέσι λύσιν ἐπήγομεν, ταύτῃ καὶ κοινῶς χρῆσθαι παρεγγυώμεθα.

32. 关于粗谬,它们究竟因何显得产生,我们先前已经说过;因为这是由于“这个”与“这个”,既然这些词在主格和宾格中可以同样被理解。而应当如何消解,在论证本身中将会清楚。因为所有这类论证都意图确立这一点:他们在前提中给出了主格,却在结论中引出宾格,或者反过来;并且为了不被察觉,正如在其他情形中那样,他们利用间隔之辞。例如:“凡你如实所说的,这个也如实存在吗?”“是的。”“而你说某物是石头[宾格];所以,[它]是石头[宾格]。”或者应当说,说“石头[宾格]”并不是在主格中说“那个”,而是说“那个[宾格]”,也不是在中性中说“这个”,而是在阳性中说“这个[宾格]”。但如果他不是经过漫长的间隔,而是在切近处作出归结,他在犯下粗谬时就不会不被察觉,例如他若这样提问:“凡你如实所说的那事物,是这个[阳性宾格]吗?”没有人会承认,因为它容易被识破;因为很显然,这样说话的人并没有正确地讲希腊语,正如有人若这样提问:“凡你说是的她——假定是本性——是这个[阳性主格]吗?而这个[阳性主格]是木头;所以,木头是她[阴性宾格]。”因为在这里,由于切近以及性与格的置换,粗谬是显而易见的;因为他本应当说“所以,木头是她[阴性主格]”。在阳性和阴性中,“那个[中性]”与“她”或“这个[阳性]”相距甚远,同样“这个[中性]”也是如此;但在中性以及凡不指示阴性也不指示阳性的事物上,则没有任何差别。因此在这里,由于在主格和宾格中以同样形式表达,并不产生粗谬;例如有人若问:“凡你说是的那事物,是这个吗?”“是的。”“而你说它是木头;所以,它是木头”,不会遇到任何困难。又如:“这个[阳性]是她吗?”(即“所显现的景象是这个人吗?”)“是的。”“那又怎样?这个人不是科里斯库斯吗?”然后他推论说:“所以这个人是她”;他并未推导出一个粗谬;因为二者都是主格。即使“科里斯库斯”与“她”指示同一事物,但回答者若不承认,他也未推导出一个粗谬,而是必须去询问回答者;如果他承认了,但未曾如此言说,粗谬确实产生,但不是绝对地产生,而是相对于回答者产生;如果既非如此他也未承认,那么无论在实际上还是相对于被提问者,他都未曾推导出来。因此看起来,在彼处也同样应当追加提问:他是否承认“石头[宾格]”指示“这个[阳性主格]”。如果不是,就不应当说出“所以这是石头[宾格]”这个结论。不过,“所以这个人是她”这句话之所以看起来不是粗谬,是因为名词在性上不相同的格看起来是相同的;因为二者都是主格。与所言相似的还有这些例子:“说她是你说她是的那个事物,是真的吗?而你说她是盾牌[宾格];所以她是盾牌[宾格]。”或者应当说,并非必然如此,除非被提问者承认了“她”指示“盾牌[宾格]”而非“盾牌[主格]”。又如:“你说这个人是的那个事物,是这个人[主格]吗?而你说他是克里昂[宾格];所以这个人是克里昂[宾格]。”这也不对;因为我说的是“我说这个人是的那个事物,是这个人[主格]”,而不是“这个人[宾格]”;因为如此表述的问题“是这个人[宾格]”并不是在正确地讲希腊语。再者:“你知道这个吗?而这是石头[主格];所以你知道石头[主格]。”或者应当说,在前一句中给出的是“这个[宾格]”,而在后一句中给出的是“这个[主格]”。又如:“你对其拥有知识的那个事物,你知道这个吗?而你拥有关于石头[属格]的知识;所以你知道石头[属格]。”或者应当说,“那个事物[属格]”说的是“石头的[属格]”,而“这个”说的是“石头[宾格]”;给出的前提是你对其拥有知识的那个事物,你知道的不是“这个的[属格]”,而是“这个[宾格]”;所以不是“石头的[属格]”,而是“石头[宾格]”。因此,这类论证并未推导出粗谬,而只是显得如此,并且它们因何显得如此以及应当如何应对它们,从所言之事中是显而易见的;因为我们在个别的似是而非的粗谬中引出的消解方法,我们也劝告普遍地加以运用。

语法注3 条
  1. 1.32εὐθεῖαν γὰρ ἐν ταῖς προτάσεσι δόντες αἰτιατικὴν ἐπάγουσιν

    εὐθεῖαν 和 αἰτιατικήν 均为阴性单数宾格,省略了名词 πτῶσιν,分别作分词 δόντες 和主要动词 ἐπάγουσιν 的直接宾语,指代主格和宾格的名词形式。

  2. 1.32οὐ συλλελόγισται τὸν σολοικισμόν

    τὸν σολοικισμόν 作完成时动词 συλλελόγισται 的结果宾格(内在宾格),意为“他并未通过三段论推导出一个粗谬”。

  3. 1.32ἐδόθη δ’ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι οὐ τούτου ἀλλὰ * * τοῦτον

    这是承接非人称动词 ἐδόθη 的结构,说明被承认的前提。关系从句 οὗ ἐπιστήμην ἔχεις 先于指示代词出现;句式将属格宾语 οὐ τούτου 与作为 ἐπίστασαι 之正当宾语的宾格 τοῦτον 进行对比。文本中的残缺符号( )表明脱落了动词成分,但整体句法骨架显然在于“知道的不是这个[属格]而是这个[宾格]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:62.38-64.8