← 佚名

亚里士多德《辩谬篇》释义

§62.4-62.37

关于关系词与同义反复重言的消解

论述了针对由关系词(如“两倍”与“一半”)以及定义中包含主体的术语(如“塌”与“凹”)所引起的重言(强加重复)的逻辑消解方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.31

31. Καὶ τὰ μὲν περὶ τῶν ἐλέγχων πεπέρανται, καὶ περὶ τοῦ παράδοξα λέγειν ἱκανῶς ἐν τοῖς οἰκείοις εἴρηται τόποις· περὶ δὲ τῶν ἀπαγόντων εἰς τὸ τὸ αὐτὸ πολλάκις λέγειν, ὃ καὶ ἀδολεσχεῖν ἐκαλοῦμεν καὶ τρίτον εἶδος τῆς σοφιστικῆς πραγματείας ἐτίθεμεν, φανερὸν ὅπως λυτέον. ἐπεὶ γὰρ ὡς ἐπὶ πολὺ ἀπὸ τῶν πρός τι προὔβαινεν, οὐ δοτέον τῶν πρός τι λεγομένων αὐτὸ καθ’ αὑτὸ σημαίνειν τι ἐνεργείᾳ ἄνευ τοῦ συζύγου1 καὶ πρὸς ὃ λέγεται, ὥσπερ εἴρηται, οὐδ’ ὅλως τὰς κατηγορίας χωριζομένας καθ’ αὑτάς· τὸ μὲν γὰρ λέγειν διπλάσιον ἡμίσεος καὶ λέξει καὶ νοήματι τέλειον, τὸ δ’ ἁπλῶς διπλάσιον οὐδὲν σημαίνει. εἰ γὰρ καὶ ἐμφαίνεταί πως συνεπινοούμενον ἐν τῷ διπλασίῳ τὸ ἥμισυ, ἀλλ’ οὖν οὐχ ὅμοιον τό τε κεῖσθαι ἐνεργείᾳ καὶ τὸ νοεῖσθαι δυνάμει. καὶ γὰρ τὰ δέκα ἐν τοῖς ἑνὸς δέουσι δέκα ἐμφαίνεται καὶ συνεπινοεῖται καὶ τὸ ποιῆσαι ἐν τῷ μὴ ποιῆσαι καὶ ὅλως ἐν τῇ ἀποφάσει ἡ φάσις· ἀλλ’ ὅμως οὔτε τὰ ἐννέα δέκα ἢ ὅλως τὰ οὐ δέκα δέκα, ὥσπερ οὐδ’ οὐκ ἄνθρωπος ἄνθρωπος, ἢ λευκὸν τὸ μὴ λευκόν, κἄνπερ αἱ ἕξεις ἐν ταῖς στερήσεσι καὶ αἱ καταφάσεις ἐν ταῖς ἀποφάσεσιν· οὔτε τὸ διπλάσιον ἕξει καθάπαξ καὶ τὸ ἥμισυ, ὡς μηδὲν διαφέρειν προσκεῖσθαι ἢ ἐλλείπειν, ἀλλὰ διοίσει τῷ παντὶ καὶ τῷ ὅλῳ. οὐδὲν γὰρ ἴσως αὐτὸ καθ’ αὑτὸ σημαίνει, ὥσπερ οὐδὲ τὸ ἥμισυ κεχωρισμένον. εἰ δ’ ἄρα τι καὶ σημαίνει ἑκάτερον ἰδίως, ἀλλ’ οὐ ταὐτόν, ὥσπερ ὅταν ᾖ συνημμένον· ὡς γὰρ ἡ ἐπιστήμη πρός τι οὖσα οὐ σημαίνεται ἐν τῷ εἴδει μὴ προσκειμένη, οἷον ἐν τῇ ἰατρικῇ (καίτοι τὰ γένη ἐν τοῖς εἴδεσιν εἶναι δοκεῖ), τῷ τὴν μὲν τινὸς λέγεσθαι (τοῦ γὰρ ἐπιστητοῦ), τὰς δὲ κατὰ μέρος οὔ,2 οὕτω τοι καὶ ὁ διπλάσιον εἰπὼν ἢ μεῖζον ἢ μέγα ἢ ἕτερόν τι τῶν πρός τι οὐ λέγει καὶ τὸ ἀντικείμενον ἀποχρώντως. καὶ τὴν μὲν φαινομένην ἐκ τῶν πρός τι ἀδολεσχίαν οὕτω λύσομεν· τὴν δὲ ἐφ’ ὧν τὸ ὑποκείμενον εἰς τὸν ὁρισμὸν τοῦ κατηγορουμένου λαμβάνεται, ὥσπερ λέγομεν σιμότης κοιλότης ἐν ῥινί, τοῦτο λεκτέον ὡς οὐ τὸ αὐτὸ σημαίνει κἀνταῦθα χωρὶς λεγόμενον καὶ ἐν τῷ λόγῳ. τὸ γὰρ κοῖλον κοινῇ μὲν καὶ ἀδιορίστως οὐ μᾶλλον τὸ σιμὸν ἢ τὸ ῥαιβὸν δηλοῖ, προστιθέμενον δὲ τῇ ῥινὶ ἢ τῷ σκέλει οὐδὲν κωλύει ὡρισμένως τὸ σιμὸν σημαίνειν ἢ τὸ ῥαιβόν, καὶ διαφέρει οὐδὲν ῥὶς εἰπεῖν σιμὴ ἢ κοίλη. ἔτι οὐ δοτέον τὴν λέξιν κατ’ εὐθύ· ψεῦδος γὰρ τῷ μὴ εἶναι τὸ σιμὸν ῥῖνα κοίλην, ἀλλὰ ῥινὸς τοδὶ οἷον πάθος,3 ὥστε οὐδὲν ἄτοπον εἰ ἡ ῥὶς σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός· οὐ γὰρ δὶς τὸ αὐτὸ κατὰ ταὐτὸ λέγει.

31. 关于反驳的事项已经讲完,关于迫使说出悖论的事项也已在恰当的论题中作了充分讨论;但关于那些将人引向多次重复同一事物的人——我们也称之为重言,并将其定为诡辩术事业的第三个种类——应当如何加以消解是显而易见的。因为既然它大多产生于关系词,就不可承认那些被称为关系词的项,脱离了其配偶以及与其相对而言者,自身就能在现实中指示某种意义,正如已经讲过的那样,一般而言也不可承认被单独分离出来的述谓能指示意义;因为说“一半的两倍”在文词和意念上都是完全的,而单单说“两倍”则不指示任何意义。因为即使在某种程度上“一半”在“两倍”中表现为被一同构想,但现实地被设定与潜能地被构想终究是不同的。因为在“缺一的十”中确实也表现并一同构想了“十”,在“不做”中构想了“做”,一般而言在否定中构想了肯定;但尽管如此,九不是十,一般而言非十的事物也不是十,正如非人不是人,不白的事物不是白的一样,即使积极状态在缺乏之中、肯定在否定之中[被构想];两倍也不会一下子就兼有一半,以至于添加上去或省略掉没有任何差别,而是在整体上和全然地有所差别。因为自身单独而言或许什么也不指示,正如一半被分离时也是如此。但即便每一项各自也能指示某种意义,却不与结合在一起时所指示的相同;因为正如知识作为一种关系概念,当它在种之中而未被附加指明时(例如在医学中),并不被指示(尽管属被认为存在于种之中),这是由于一者被称为关于某物的知识(即关于可知者的),而个别的知识则不是如此,同样,说了“两倍”或“更大”或“大”或关系词中其他某项的人,并没有充分地说出相对立的另一项。对于由关系词引起的表面的重言,我们将这样消解;至于那些主体被纳入述词的定义之中的情形,正如我们说“塌鼻性是鼻子中的凹陷”,则应当这样说明:在此情形中,单独所言与在定义中所言指示的也不是同一事物。因为“凹的”以共通且未加规定的方式而言,表示塌并不多于表示罗圈,但在被附加于鼻子或腿上时,完全不妨碍它确定地指示塌或罗圈,并且说“塌鼻子”与说“凹鼻子”没有任何差别。再者,不可直接接受这种文词表述;因为既然塌并不是凹鼻子,而是鼻子的这样一种性质(犹如状态),这种表述便是虚假的,所以即使塌鼻子是具有鼻之凹陷的鼻子,也没有任何荒谬之处;因为人并不是就同一方面两次言说了同一事物。

语法注3 条
  1. 1.31οὐ δοτέον τῶν πρός τι λεγομένων αὐτὸ καθ’ αὑτὸ σημαίνειν τι ἐνεργείᾳ ἄνευ τοῦ συζύγου

    动词性形容词 δοτέον 支配不定式结构,其中 τῶν πρός τι λεγομένων(被称为关系词之物)作属格限定或不定式 σημαίνειν 的主语性属格,τι 为不定式的宾语。整句结构表达“不可承认关系词在其配偶缺失时自身能在现实中指示某种意义”。

  2. 1.31τῷ τὴν μὲν τινὸς λέγεσθαι (τοῦ γὰρ ἐπιστητοῦ), τὰς δὲ κατὰ μέρος οὔ

    带冠词不定式与格 τῷ λέγεσθαι 表示原因。τὴν μέν 指普遍的知识,τὰς δὲ κατὰ μέρος 指具体的个别知识(如医学),二者作为不定式 λέγεσθαι 的对格主语形成对比,即前者是相对于“可知者”而言的,而个别学科则不然。

  3. 1.31ψεῦδος γὰρ τῷ μὴ εἶναι τὸ σιμὸν ῥῖνα κοίλην, ἀλλὰ ῥινὸς τοδὶ οἷον πάθος

    带冠词不定式与格短语 τῷ μὴ εἶναι 表示原因(“因为塌并不是……”)。ῥῖνα κοίλην 为 εἶναι 的谓语对格,与后半部的 ἀλλὰ ῥινὸς τοδὶ οἷον πάθος(而是鼻子的这样一种性质状态)构成并列转折对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:62.4-62.37