← 佚名

亚里士多德《辩谬篇》释义

§61.1-62.3

解决合多问为一问的谬误

针对将多个问题合为一个的谬误,作者确立了对单一主体仅肯定或否定单一述词的原则,并通过善恶以及大小的例子说明了简单作答所导致的种种荒谬后果及其化解方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.30

30. Πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας εὐθὺς ἐν ἀρχῇ διοριστέον. ἐρώτησις γὰρ μία πρὸς ἣν μία ἀπόκρισίς ἐστιν, ὥστε οὔτε πλείω καθ’ ἑνὸς οὔτε ἓν κατὰ πολλῶν ἀλλ’ ἓν καθ’ ἑνὸς φατέον ἢ ἀποφατέον, ὥσπερ δὴ καὶ ἐπὶ τῶν ὁμωνύμων ἐσημειούμεθα. καίτοι κἀκεῖ ποτὲ ἀμφοῖν ποτὲ δ’ οὐδετέρῳ ὑπῆρχε· τὸ μὲν γὰρ ἐπὶ Τροίαν στρατεῦσαι καὶ ἀμφοτέροις τοῖς Αἴασι, τὸ δὲ μονομαχῆσαι Θερσίτῃ οὐδενί· ὥστε συμβαίη κἀνταῦθα πολλάκις καὶ μὴ ἁπλοῦ ὄντος τοῦ ἐρωτήματος τοῖς ἁπλῶς ἀποκρινομένοις μηδὲν ἀπαντᾶν ἐκ τοῦ παραυτίκα ὑπεναντίωμα, καίπερ ἄλλως ἐκκλίνουσι τὴν παράδοσιν1 καὶ τὰ προδιωρισμένα ἡμῖν. ὅταν μὲν γὰρ ἢ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς ἀληθῶς ἔστι κατηγορεῖν, τῷ ἁπλῶς δόντι τὸ ναὶ ἢ τὸ οὔ ὁ λόγος εὐώδωται (οὐ γὰρ ἐλέγχεται τό γε), πλὴν ὅσον οὐ διαλεκτικῶς· ὅταν δὲ τὸ κατὰ πολλῶν ἓν τῷ μὲν ὑπάρχῃ τῷ δὲ μή, ἢ πλείω κατὰ πλειόνων, καὶ τὰ μὲν τοῖσδε τὰ δὲ τοῖσδε, ἀμφότερα δὲ ἀμφοτέροις οὐχ ὑπάρχῃ, τότε δὴ εὐλαβητέον τὴν προχείρως ἀπόκρισιν καὶ τὴν ἁπλῶς καὶ ἀνενδοίαστον τοῦ ναὶ ἢ τοῦ οὔ πρόεσιν. παραδείγματα δὲ οἱ τοιοίδε λόγοι· τὸ γὰρ μονομαχῆσαι τῷ μὲν τῶν Αἰάντων τῷ δ’ οὔ· καὶ τὸ μέν ἐστιν ἀγαθὸν τὸ δὲ κακόν, οἷον ἀνδρεία καὶ δειλία· τῷ ἐρωτῶντι πότερον ἡ ἀνδρεία καὶ δειλία ἀγαθὸν ἢ κακόν, καὶ ἄμφω δοῦναι ἀληθὲς καὶ οὐδέτερον· τὸ ἓν δὲ κατ’ ἀμφοτέρων ἢ τὰ δύο καθ’ ἑνὸς καταφῆσαι ἢ ἀποφῆσαι ψεῦδος· οὐ γάρ ἐστιν ἑκατέρου ἑκάτερον, οὐδὲ ἡ ἀνδρεία τῇ δειλίᾳ ταυτίζεται, ἵν’ ἁπλοῦν ᾖ τὸ ἀγαθὸν ἢ κακὸν εἰσάπαξ καταφασκόμενον ἢ ἀποφασκόμενον. νυνὶ δὲ τῷ ἕτερα εἶναι, ὡς περὶ ἑνὸς δὲ κατηγορεῖν τὰ διάφορα2 τὸ ἄτοπον ἕπεται· τὸ γὰρ αὐτὸ ἀγαθὸν καὶ κακὸν γίνεται καὶ αὖ οὔτ’ ἀγαθὸν οὔτε κακὸν τῇ μεταμείψει τῶν κατηγορημάτων καὶ περιχωρήσει πρὸς ἄλληλα. ἔτι ἐπεὶ ἕκαστον τῶν ὄντων αὐτὸ ἑαυτῷ ταὐτόν, ἄλλου δὲ ἕτερον, ἡ ἀνδρεία αὐτὴ ἑαυτῇ ταὐτὸν οὖσα ἔσται καὶ ἕτερον ἑαυτῆς, εἴπερ καὶ ἀγαθὸν καὶ κακὸν κατὰ τὴν ὑπόθεσιν, ταῦτα δὲ ἀλλήλων ἕτερα. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ δειλίας. ἔτι εἰ τὸ μὲν ἀγαθὸν κακὸν οὐ γίνεται σῶζον τὴν φύσιν, οὔτ’ αὖ τὸ ἔμπαλιν, ἐνταῦθα δὲ τὸ κακὸν καὶ ἀγαθόν ἐστι, δύο τὸ ἓν γένοιτ’ ἄν· ἡ γὰρ δειλία κακὸν καὶ ἀγαθόν, τὸ μὲν τῇ φύσει τὸ δὲ τῇ κατηγορίᾳ. καὶ ἐπ’ ἀνδρείας ὁμοίως πλὴν ἀντικειμένως. διπλᾶ γοῦν ἀνθ’ ἁπλῶν ἀμφότερα ἔσται. ἔτι εἰ περὶ δύο μεγεθῶν ἀνίσων ὁ λόγος εἴη, ἐρωτῴη δέ τις πότερον τὸ δίπηχυ καὶ τὸ τρίπηχυ ἴσα ἐστὶν ἢ ἄνισα, τῷ ἁπλῶς δόντι τὸ τῆς ἀντιφάσεως ἕτερον3 συμβαίνει ἐξ ἀνάγκης ψεύδεσθαι· ἴσα 〈γὰρ〉 ταυτὶ καὶ ἄνισα, τὸ μὲν ἑαυτοῖς τὸ δὲ πρὸς ἄλληλα. Ἐμπεσοῦνται μέντοι τὰ εἰρημένα, εἴ τις προσβιβάζει, καὶ εἰς ἑτέρας λύσεις. ἕλξοι γὰρ ἄν τις καὶ πρὸς τὴν ἀμφιβολίαν, καὶ κατὰ τὰς ἐκεῖ διορθώσεις ἐξετασθήσονται· τὸ γὰρ ἄμφω καὶ τὸ ἅπαντα ἴσως πλείω σημαίνει. οὔκουν οὐδὲ ἐν τούτοις τὸ αὐτὸ συμβαίνει φῆσαι καὶ ἀποφῆσαι πρᾶγμα, ἀλλὰ μόνον ὄνομα· τοῦτο δ’ οὐκ ἦν ἔλεγχος. καὶ φανερὸν ὅτι μὴ μιᾶς ἐρωτήσεως τῶν πλειόνων γινομένων ἀλλ’ ἓν καθ’ ἑνὸς φάντος ἢ ἀποφάντος οὐκ ἔσται τι ἀδύνατον.

30. 对于那些把多个问题合为一个的人,必须立即在开端处作出区分。因为单一的问题乃是只有单一回答的问题,所以既不可对一物肯定或否定多项,也不可对多物肯定或否定一项,而是应当对一物肯定或否定一项,正如我们在同名异义的情形中所指出的那样。尽管在那里的情形中,有时也属于两者,有时两者皆不属于;因为进军特洛伊甚至属于两个埃阿斯,但与忒耳西忒斯单挑决斗则两者皆不属于;因此在这里也常常可能发生,即使问题不是单一的,对于那些作简单回答的人而言,当下并不会遭遇任何矛盾,尽管在其他方面他们偏离了传统的教导和我们预先确立的规定。因为每当能够真实地对多物述谓一项,或对一物述谓多项时,对于简单给出“是”或“否”的人而言,论辩进展顺利(因为至少他并未被反驳),只是这不是按辩证术的方式进行的;但每当对多物所述谓的一项属于一者而不属于另一者,或者对多数所述谓的多数,某些属于这些,另一些属于那些,而两者并不都属于两者时,那时就确实必须防范仓促的回答,以及简单且毫不犹豫地给出“是”或“否”。以下论辩便是范例:因为单挑决斗属于埃阿斯之中的一个,而不属于另一个;并且一者是善,另一者是恶,例如勇敢与怯懦;对于发问勇敢与怯懦是善还是恶的人,同时给出两者是真实的,给出两者皆非也是真实的;但对两者肯定或否定那一项,或者对一者肯定或否定两项,则是虚假的;因为每一项并不属于每一个,勇敢也不等同于怯懦,以至于善或恶在被一举肯定或否定时会是单一的。然而在当下,由于它们是不同的事物,却把不同的属性当作围绕单一事物来述谓,荒谬的结果便随之而来:因为同一事物通过述词的互换和彼此转化,既变成了善又变成了恶,进而又既非善亦非恶。再者,既然存在之物中的每一件都与自身同一而与他物相异,那么勇敢在与自身同一的同时,也将与自身相异,如果按照假设它既是善又是恶,而这两者彼此相异的话。关于怯懦也是同样的论辩。再者,如果善在保持其本性的同时不会变成恶,反之亦然,而在这里恶的事物又是善的,那么一就会变成二;因为怯懦既是恶又是善,前者因其本性,后者因其述谓。在勇敢的情形中亦是如此,只是方向相反。无论如何,两者都将由单一变为双重。再者,如果论辩是关于两个不相等的量,有人发问两肘尺与三肘尺是相等还是不相等,对于简单给出矛盾的一方的人而言,必然会导致他说假话;因为这些既相等又不相等,前者是相对于自身而言,后者是相对于彼此而言。然而,如果有人进一步推论,上述说法也会落入其他的解决方式之中。因为人们也可以将其引向双关,并且按照那里的纠正方法来加以考察;因为“两者”与“所有”或许具有多种含义。因此,即使在这些情形中,所发生的事情也不是肯定和否定了同一事物,而仅仅是同一个名称;但这并不是反驳。并且显然,如果不把多个问题合为一个,而是对一物肯定或否定一项,就不会产生任何不可能的情况。

语法注3 条
  1. 1.30ἐκκλίνουσι τὴν παράδοσιν

    分词 ἐκκλίνουσι 为与格阳性复数,与 τοῖς ἁπλῶς ἀποκρινομένοις 一致,并由让步连词 καίπερ 引导,构成让步分词结构(“尽管他们偏离了传统的教导”)。

  2. 1.30τῷ ἕτερα εἶναι, ὡς περὶ ἑνὸς δὲ κατηγορεῖν τὰ διάφορα

    这是由冠词与格 τῷ 统辖两个不定词短语(ἕτερα εἶναι 与 κατηγορεῖν τὰ διάφορα)的原因与格结构。连词 δέ 连接了这两个短语的对比关系(“尽管事物本身各异,却把不同属性当作关于一物来述谓”),作主动词 ἕπεται 的原因说明。

  3. 1.30τῷ ἁπλῶς δόντι τὸ τῆς ἀντιφάσεως ἕτερον

    与格分词短语 τῷ ἁπλῶς δόντι 是非人称动词 συμβαίνει 的间接宾语。宾格短语 τὸ τῆς ἀντιφάσεως ἕτερον(“矛盾的两个肢之一”)作分词 δόντι 的直接宾语,随后的不定词 ψεύδεσθαι 作 συμβαίνει 的真正主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:61.1-62.3