- 底本
- Anonymus, In Aristotelis Sophisticos Elenchos Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.4, ed. M. Hayduck, Berlin: Reimer 1884, pp. 1-68. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:59.37-60.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《辨谬篇》第26至29章,作者阐述了针对违背反驳定义、乞求论题、后承谬误以及非因立因所产生的各类别反驳的解决与破解之法。
26. Τοῖς δὲ παρὰ τὸν ὁρισμὸν γινομένοις τοῦ ἐλέγχου, καθάπερ ὑπεγράφη πρότερον, ἀπαντητέον σκοποῦσι τὸ συμπέρασμα τὸ πρὸς τὴν ἀντίφασιν, ὅπως ἔσται,1 εἰ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. ἐὰν γὰρ ἐν ἀρχῇ σέ τις προσέρηται, ‘ἆρά γε ἀδύνατον τὸ αὐτὸ εἶναι διπλάσιον καὶ μὴ διπλάσιον;’ οὐχ ὁμολογητέον ὡς ἀδύνατον, ἀλλὰ συνθετέον, μὴ μέντοι ὡδὶ μηδὲ πρὸς τὸ αὐτό (τοῦτο γάρ ἐστιν ὁ κυρίως ἔλεγχος, ὅπερ εὐλαβητέον), ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο. εἰσὶ δὲ πάντες οἵδ’ οἱ λόγοι παρὰ τὸ τοιοῦτον εἶδος τῶν παραλογισμῶν· ‘ἆρ’ ὁ εἰδὼς ἕκαστον ὅτι ἕκαστον οἶδε τὸ πρᾶγμα, καὶ ὁ ἀγνοῶν ὡσαύτως;’ ναί. ‘εἰδὼς δέ τις τὸν Κορίσκον ὅτι Κορίσκος, ἀγνοεῖ ὅτι μουσικός· ὥστε τὸ αὐτὸ ἐπίσταται καὶ ἀγνοεῖ.’ ἀλλ’ οὐ κατὰ ταὐτό. πάλιν ‘ἆρα τὸ τετράπηχυ τοῦ τριπήχεος μεῖζον;’ ναί. ‘γένοιτο δ’ ἄν τι ἐκ τριπήχεος τετράπηχυ κατὰ τὸ μῆκος· τὸ δὲ μεῖζον ἐλάττονος μεῖζον· αὐτὸ ἄρα αὑτοῦ κατὰ ταὐτὸ μεῖζον καὶ ἔλαττον.’ ἀλλ’ οὐχ ἅμα οὐδ’ ὡσαύτως, ἀλλὰ τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ.
26. 对于那些违背反驳定义而产生的反驳,正如先前所勾勒的那样,应当通过考察引向矛盾的结论来应对,看它是如何成立的,是否是在同一方面、以同一方式且在同一时间中。因为,如果在开端时有人进一步问你:“同一事物既是两倍又不是两倍,这是不可能的吗?”不应当承认这是不可能的,而应当予以承认,但绝不是在这一特定方面或针对同一事物(因为这才是严格意义上的反驳,正是必须防范的),而是针对不同的事物。所有这些论辩都基于此类谬误的形式:“知道每一事物是每一事物的人懂得这件事,而不知道的人也是同样,不是吗?”“是的。”“但某人知道科里斯库斯是科里斯库斯,却不知道他是懂音乐的;因此他对于同一事物既知道又不知道。”但并不是在同一方面。再次:“四肘尺之物比三肘尺之物大吗?”“是的。”“然而某种东西可以从三肘尺依其长度变成四肘尺;而较大的大于较小的;因此同一事物相对于自身在同一方面既较大又较小。”但不是在同一时间,也不是以同一方式,而是一者在潜能上,另一者在现实上。
27. Τοὺς δὲ παρὰ τὸ αἰτεῖσθαι καὶ λαμβάνειν τὸ ἐν ἀρχῇ πυνθανομένῳ μέν, ἂν ᾖ δῆλον, οὐ δοτέον, οὐδ’ ἂν ἔνδοξον ᾖ, λέγοντα τἀληθές,2 οἷον εἰ δέοι λαβεῖν ἄψυχόν τι ζῶον καὶ ἐρωτᾷ, εἰ τὸ βιβλίον διδάσκει, οὐ δεῖ σε συγχωρεῖν τὴν ἀρχήν· λαβὼν γὰρ συμπερανεῖ, εἴπερ τὸ διδάσκον ἔμψυχον καὶ ἄνθρωπος· ἢ ἡ ψυχὴ ἀθάνατος, ὅτι ἄφθαρτος. ἀλλ’ εἰ μὲν ᾖ δῆλον, οὕτως ἀποκρίνεσθαι χρή· ἂν δὲ λαβὼν τὸ ἐν ἀρχῇ συλλογίσηται τὴν ἀντίφασιν διὰ τὴν μοχθηρίαν τῶν τοιούτων λόγων, εἰς τὸν ἐρωτῶντα μεταστρεπτέον τὴν μέμψιν ὡς οὐ καλῶς διειλεγμένον· ὁ γὰρ ἔλεγχος ἄνευ τοῦ ἐξ ἀρχῆς. ἔτι ῥητέον ὡς δέδοται οὐχ ὡς τούτῳ χρησομένου,3 ἀλλ’ ὡς πρὸς τοῦτο συλλογιουμένου τοὐναντίον ἢ ἐπὶ τῶν παρεξελέγχων ἔχει.
27. 对于那些基于乞求并获取开端命题的论辩,如果这是明显的,就不可向发问者予以承认,哪怕它是广受承认的意见,同时也应当陈述实情。例如,如果需要设定某种无灵魂的动物,而他发问书籍是否施教,你不应当赞同这一开端;因为一旦获得这一前提,既然施教者是有灵魂的并且是人,他就会得出结论;或者如灵魂是不死的,因为它是不可毁灭的。然而,如果这是明显的,就应当如此作答;但如果他在获取了开端命题之后,由于此类论辩的拙劣性推论出了矛盾,就应当把过错转嫁给发问者,指责他没有妥当地进行对话;因为反驳本是不包含开端命题的。此外还应当说明,给予这一前提并不是为了让他利用它,而是为了让他针对它来推论,这与在伪反驳中成立的情形正好相反。
28. Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ’ αὐτοῦ τοῦ λόγου δεικτέον, ὡς παρὰ τὸ μὴ ἀντιστρέφοντα ὡς ἀντιστρέφοντα λαμβάνειν τὸ σόφισμα προβέβηκεν· οὐ γὰρ εἰ τόδε τῷδε ἕπεται, καὶ τῷδε τόδε ἕπεσθαι ἀνάγκη. ἔστι δὲ διττὴ τῶν ἑπομένων ἡ ἀκολούθησις. ἢ γὰρ ὡς ἐν τῷ μέρει τὸ καθόλου, οἷον ἀνθρώπῳ ζῶον, ἢ κατὰ τὰς ἀντιθέσεις, ὡς εἴρηται· εἰ γὰρ τόδε τῷδε ἀκολουθεῖ, καὶ τῷ ἀντικειμένῳ τὸ ἀντικείμενον, οἷον εἰ τὸ πῦρ θερμόν, τὸ μὴ θερμὸν οὐδὲ πῦρ. παρ’ ὃ καὶ τὸν τοῦ Μελίσσου λόγον εὐθύνομεν ἁμαρτάνοντα· εἰ γὰρ τὸ γεγονὸς ἔχει ἀρχήν, φησί, τὸ ἀγένητον οὐχ ἕξει· ὥστ’ εἰ ἀγένητος ὁ οὐρανός, καὶ ἄπειρος. τὸ δ’ οὐκ ἔστιν· ἀνάπαλιν γὰρ ἐχρῆν οὑτωσί πως ‘εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, τὸ μὴ ἀρχὴν ἔχον οὐδὲ γέγονεν.’
28. 对于那些通过后承来得出结论的人,应当依论辩本身指出,该诡辩是由于把不可换位的项作为可换位的项来获取而产生的;因为绝不是如果这伴随那,那也必然伴随这。后承的伴随有两重:或者如普遍者伴随部分者,例如动物伴随人;或者依对立关系,正如所说的那样;因为如果这伴随那,对立者也伴随对立者,例如如果火是热的,不热的也就不是火。正是依此,我们也纠正了梅里索斯犯错的论辩;因为他说:“如果生成之物具有始基,那么未生成之物就没有始基;因此,如果天是未生成的,它也就是无限的。”但事实并非如此;因为反过来本应当大致这样说:“如果生成之物具有始基,那么不具有始基的物就根本没有生成。”
29. Ὅσοι τε παρὰ τὸ προστιθέναι τι συλλογίζονται, οὓς καὶ μὴ παρὰ τοῦτο προσονομάζομεν, σκοπεῖν δεῖ εἰ ἀφαιρουμένου συμβαίνει μηδὲν ἧττον τὸ ἀδύνατον, κἄπειτα τοῦτο ἐμφανιστέον καὶ λεκτέον, ὡς ἔδωκα οὐχ ὡς δοκοῦν ἀλλ’ ὡς πρὸς τὸν λόγον καὶ τῷ μὴ δόξαι δυσκολαίνειν, καὶ πρὸς τούτοις οὐδὲ συντελεῖ τι πρὸς τὸν λόγον· οὐ γὰρ παρὰ τοῦτο ὁ ἔλεγχος.
29. 至于凡是因添加了某物而进行推论的人——我们也将这些称为“不因于此” ——应当考察:当它被去除时,不可能的事态是否丝毫不减地依然出现;然后应当将此揭示出来,并且说:“我给出这一前提并不是作为认可之见,而是为了应顺论辩,且为了不显得在无理挑剔,此外,它对论辩也毫无助益;因为反驳并不因于此。”
- 1.26σκοποῦσι τὸ συμπέρασμα τὸ πρὸς τὴν ἀντίφασιν, ὅπως ἔσται
与格分词 σκοποῦσι 充当动词性形容词 ἀπαντητέον 的逻辑主语(施事与格)。ὅπως ἔσται ... 从句充当 σκοποῦσι 的间接疑问宾语从句,而宾格短语 τὸ συμπέρασμα τὸ πρὸς τὴν ἀντίφασιν 则是先取结构(prolepsis),在逻辑上充当 ἔσται 的主语。
- 1.27πυνθανομένῳ μέν, ἂν ᾖ δῆλον, οὐ δοτέον, οὐδ’ ἂν ἔνδοξον ᾖ, λέγοντα τἀληθές
宾格分词 λέγοντα 在非人称句式 οὐ δοτέον(伴随与格 πυνθανομένῳ)中,与潜在的受词/动作主词(即应答者)在格上一致。与其将其视为与 πυνθανομένῳ 的格不一致,不如理解为修饰应答者自身:“[应答者]应当在陈述实情的同时,不予承认”。
- 1.27οὐχ ὡς τούτῳ χρησομένου
短语 οὐχ ὡς τούτῳ χρησομένου 是 ὡς 与将来时属格分词结合的独立属格结构,表达发问者表面的意图或借口。句末的 ἢ ἐπὶ τῶν παρεξελέγχων ἔχει 由比较连词 ἤ 引导,意为“与在伪反驳(附带反驳)中成立的情形相反”。
