← 佚名

亚里士多德《辩谬篇》释义

§5.12-6.22

同名异义与歧义构成的谬误

作者讨论了基于措辞的谬误反驳,给出了同名异义(涉及学习、当行/有用性、名称重复及时间性理解)与歧义(涉及不定式加宾格结构中的主客体模糊等)的具体例证及推论结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4#1

4. Εἴδη δὲ τοῦ μὲν ἐλέγχειν δύο· οἱ μὲν γάρ εἰσι κατὰ τὴν λέξιν, οἱ δ’ ἔξω τῆς λέξεως. ἔστι δὲ τὰ κατὰ τὴν λέξιν ἐμποιοῦντα τὴν φαντασίαν ἓξ τὸν ἀριθμόν· ταῦτα δὲ ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. Εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ τοιοίδε τῶν λόγων. ἆρ’ οὐχ’ οἱ ἐπιστάμενοι ἑρμηνεύουσι καὶ ἀποστοματίζουσι; ναί. τί δαί, οἱ ἀποστοματίζοντες τὰ ἀποστοματιζόμενα μανθάνουσι; ναί. οἱ ἐπιστάμενοι ἄρα μανθάνουσιν. ὁ δὲ μανθάνων οἷς μανθάνει ἀνεπιστήμων ἐστίν·1 οἱ ἐπιστήμονες ἄρα ἀνεπιστήμονες. πάλιν, οὐχὶ οἱ ἀμαθεῖς διδάσκονται; ναί. οἱ διδασκόμενοι οὐ μανθάνουσιν; ναί. οἱ ἀμαθεῖς ἄρα μανθάνουσι καὶ οὐχὶ οἱ ἐπιστήμονες. τὸ γὰρ μανθάνειν ὁμώνυμον, τό τε ξυνιέναι χρώμενον τῇ ἐπιστήμη καὶ τὸ λαμβάνειν ἐπιστήμην. πάλιν, οὐχὶ τὰ δέοντα ἀγαθά; οὐχὶ τὰ κακὰ δέοντα; τὰ κακὰ ἄρα ἀγαθά. διττὸν γὰρ τὸ δέον τό τε ἀναγκαῖον καὶ πρός τι χρήσιμον, ὃ πολλάκις συμβαίνει ἐπὶ τῶν κακῶν (ἔστι γάρ τι κακὸν ἀναγκαῖον καὶ πρός τι ὠφέλιμον· πληγαὶ γὰρ καὶ καθείρξεις καὶ ἀπαγωγαὶ καθ’ αὑτὰ ὄντα κακὰ πρὸς τοὺς δεομένους σωφρονισμοῦ δέοντα, αἵ τε τμήσεις καὶ καύσεις ἐπὶ τῶν μὴ ὑγιῶν σωμάτων συμφέρουσαι), καὶ τὰ καθ’ αὑτὰ ἀγαθὰ δέοντά φαμεν, τὴν ἀρετὴν καὶ τὴν σοφίαν. παρὰ τὸ διττὸν οὖν τῆς σημασίας εὗρε χώραν ὁ παραλογισμός. ἔτι, οὐχὶ ὁ κύων ὑλακτεῖ; ναί. τί δαί; ὁ ἰχθὺς οὗτος οὐχὶ κύων; ναί. ὁ ἰχθὺς ἄρα ὑλακτεῖ. ἆρα ὁ καθήμενος ἀνίσταται καὶ ὁ κάμνων ὑγιάζεται; ναί. ἀλλὰ ὁ ἀνιστάμενος ἕστηκε καὶ ὁ ὑγιαζόμενος ὑγιαίνει. ὁ ἄρα καθήμενος καὶ κάμνων ὁ μὲν ἵσταται, ὁ δὲ ὑγιαίνει. παρὰ τὸν χρόνον ἐνταῦθα τὸ σόφισμα. τὸ γὰρ κάμνων ἢ καθήμενος ἢ ὁτιοῦν πάσχων ἢ ποιῶν οὐχ ἓν σημαίνει, ἀλλ’ ὁτὲ μὲν τὸ νῦν κάμνοντα ἢ ὑγιαίνοντα ἢ καθήμενον, ὁτὲ δὲ ὃς ἔκαμνεν ἢ ὑγίαινεν ἢ ἐκάθητο πρότερον· ὡς ἐν ἑκατέρῳ τούτων τὸ αἴτιον τῆς ἀπάτης τὴν μείζω ἔχειν πρότασιν. τὸ γὰρ τὸν ἀνιστάμενον ἑστηκέναι δύο σημαίνει, ὁμοίως καὶ τὸ τὸν ὑγιαζόμενον ὑγιαίνειν, ἢ ὅτι, ὅτε ἵστασθαι ἤρξατο ἢ ὑγιάζεσθαι, εὐθὺς ἅμα καὶ ἑστηκώς ἐστι καὶ ὑγιής, ὅπερ καὶ ψεῦδος (ἐν κινήσει γὰρ αἱ τοιαῦται μεταβολαί, ἡ δὲ ἐν χρόνῳ), ἢ ὅτι τὸν πρότερον ἀνιστάμενον ἢ ὑγιαζόμενον ἐνδέχεται ἑστηκέναι καὶ ὑγιαίνειν νῦν, ὅπερ καὶ ἀληθές. ὑγιάζετο μὲν γὰρ καὶ κάμνων καὶ ὁ κάμνων, ὑγιαίνει δὲ οὐχὶ κάμνων ἀλλ’ ὁ κάμνων· οὐ γὰρ ὁ νῦν ἀλλ’ ὁ πρότερον. αἱ ἀγωγαὶ μέντοι τῶν ἀπηριθμημένων σοφισμάτων πᾶσαι περαιοῦνται διὰ τοῦ πρώτου τρόπου τοῦ πρώτου σχήματος. Παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε, τὸ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους, καὶ γένοιτο τὸν σῦν καταβαλεῖν ἐμέ, καὶ Πάτροκλον δ’ ἀνώγει θῦσαι θεοῖς. τῷ γὰρ ἐν μονοκώλῳ συμφράσει αἰτιατικῇ συμπλακῆναι τὸ ἀπαρέμφατον τὸ διττὸν ἠκολούθησεν.2 παρὰ δὲ στιγμῆς θέσιν ἢ ὑπέρβασιν λέξεως ἢ ἔλλειψιν ἐκεῖνα· “πεντήκοντ’ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς”, καὶ “ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον”. ἀλλὰ ταῦτα οὐ τόσον τῆς νῦν ἀμφιβολίας εἰσὶ παραδείγματα, ἐπεὶ μηδὲ εἰς συλλογισμὸν πίπτουσι. τοῦ δὲ χάριν προσείληπται; ἵν’ ἐκεῖνο δειχθῇ ἐνεῖναι τὸ διττὸν κἀν τοῖς λόγοις, ὥσπερ κἀν τοῖς ὀνόμασιν. ἀμφίβολα δὲ καὶ ὑπὸ συλλογισμὸν πίπτοντα ταῦτα· ἆρ’ ὃ γινώσκει3 τις, τοῦτο γινώσκει; γινώσκει δέ τις τὸ ξύλον, τὸ ξύλον ἄρα γινώσκει. εἰ δὲ τοῦτο, καὶ αἴσθησιν ἕξει, εἴπερ καὶ γνῶσιν. πάλιν ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ; ὁρᾷ δέ τις τὸν κίονα, ὁ κίων ἄρα ὁρᾷ. καὶ ἆρα ὃ σὺ φῂς εἶναι, τοῦτο σὺ φῂς εἶναι; (ἡ μείζων αὕτη) φῂς δὲ λίθον εἶναι;

4. 反驳的种有两种:因为一类是基于措辞的,另一类是独立于措辞之外的。基于措辞而产生错觉的在数量上有六种:同名异义、歧义、结合、分离、重音、措辞的形式。基于同名异义的论辩是如下这类。「有知识的人难道不阐释和背诵吗?」「是的。」「那么,背诵的人在学习所背诵的事物吗?」「是的。」「因此,有知识的人在学习。」但学习者在他所学习的事项上是无知的:「因此,有知识的人是无知的。」又如,「无知的人难道没有受教吗?」「是的。」「受教的人难道不在学习吗?」「是的。」「因此,是无知的人在学习,而不是有知识的人。」因为「学习」是同名异义的,既指运用知识来理解,又指获得知识。又如,「当行之事难道不是善的吗?」「坏事难道不也是当行的吗?」「因此,坏事是善的。」因为「当行」是双重的:既指必然且对某事有用的——这在坏事中常常发生(因为某种坏事是必然的且对某事有益;殴打、监禁和拘押本身虽是坏事,但对需要管教的人而言是当行的,而切割和烙烧对不健康的身体也是有利的)——而且我们也把自身为善的事物称为当行的,如德性与智慧。因此,由于意义的双重性,谬误找到了立足之地。再者,「狗难道不吠叫吗?」「是的。」「那么,这条鱼难道不是狗[狗鱼/鲨鱼]吗?」「是的。」「因此,这条鱼吠叫。」「坐着的人站立起来,患病的人康复吗?」「是的。」「但是站立起来的人站着,康复的人是健康的。」「因此,坐着的人与患病的人,一个站着,另一个是健康的。」这里的诡辩是基于时间的。因为「患病的」或「坐着的」,或遭受或做任何事情,并不指单一的事物,而是有时指现在患病、健康或坐着的,有时指以前患病、健康或坐过的人;因此在这些论辩中,大前提包含着受骗的原因。因为站立起来的人站着,同样康复的人是健康的,具有两种含义:要么指在他开始站立或开始康复之时,立刻既已站立又是健康的,而这是虚假的(因为这类变化存在于运动之中,而运动存在于时间之中);要么指先前站立起来或康复的人,现在可能站着且健康,而这是真实的。因为患病者与患病的那个人都曾在康复,但健康的并不是患病者,而是[先前]患病的那个人;因为不是现在的那个人,而是先前的那个人。然而,列举出的所有诡辩推导都是通过第一格的第一式完成的。基于歧义的论辩则是如下这类:「希望敌人抓住我[希望我抓住敌人]」,「但愿野猪打倒我[但愿我打倒野猪]」,以及「命令帕特罗克洛斯向诸神献祭[命令将帕特罗克洛斯作为祭品献给诸神]」。因为在单一小句的表述中不定式与宾格结合,从而产生了双重含义。而基于句读位置、语序倒置或省略的例子则是:「在五十人之中一百人英武的阿喀琉斯留下了[在五十人中留下一百人/在一百人中留下五十人]」,以及「我使你身为奴隶成了自由人[我使身为自由人的你成了奴隶]」。但这些并不十分切合当下的歧义例子,因为它们甚至并未构成推论。那么为什么要引入它们呢?是为了表明在整句论述中也存在着双重含义,正如在名词中一样。属于歧义且构成推论的则是这些:「某人知晓他所知晓的那个东西吗?」「某人知晓木材。」「因此,木材知晓[某人知晓木材]。」如果如此,既然它拥有知识,它也将拥有感觉。又如,「某人看见他所看见的那个东西吗?」「某人看见柱子。」「因此,柱子看见。」以及「你声称是其所是的那个东西,你声称它是吗?(这是大前提)」「你声称石头是吗?」

语法注3 条
  1. 1.4ὁ δὲ μανθάνων οἷς μανθάνει ἀνεπιστήμων ἐστίν

    关系代词 οἷς 融合了先行词,作关系或限制与格使用(即“在……方面”),意为“学习者在他所学习的事项上是无知的”。

  2. 1.4τῷ γὰρ ἐν μονοκώλῳ συμφράσει αἰτιατικῇ συμπλακῆναι τὸ ἀπαρέμφατον τὸ διττὸν ἠκολούθησεν

    带冠词不定式 τῷ ... συμπλακῆναι 作原因或方式与格使用(“因……结合”)。它解释了在单一句子结构(ἐν μονοκώλῳ συμφράσει)中,不定式与宾格结合时,由于无法从句法上确定宾格是作主语还是作宾语而产生的歧义。

  3. 1.4ἆρ’ ὃ γινώσκει τις, τοῦτο γινώσκει;

    在关系从句 ὃ γινώσκει τις 中,ὃ 是宾语而 τις 是主语;但在紧随的 τοῦτο γινώσκει 中,τοῦτο 既可作主格主语,亦可作宾格宾语(即“这一事物知晓吗”或“[某人]知晓这一事物吗”),从而构成了句法上的歧义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:5.12-6.22