← 佚名

亚里士多德《辩谬篇》释义

§59.3-59.36

关于善恶与正义的绝对与相对谬误的解决

根据亚里士多德《诡辩篇驳斥》第25章(180b7-181a14),释义者通过区分附加的方面和特定关系与无条件的断言,化解了由混淆“无条件”与“在某一方面”而产生的诸种谬误反驳(如明智者与恶、窃贼的欲求、不公正死与公正死、判决之公正、以及陈述不公正之事等)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25#2

πάλιν ‘ἆρ’ ὃ μὴ βούλοιτ’ ἄν ὁ φρόνιμος, κακόν;’ ναί. ‘ἀποβαλεῖν δ’ οὐ βούλεται τὸ ἀγαθόν·1 κακὸν ἄρα τὸ ἀγαθόν.’ ἢ οὐ ταὐτὸν εἰπεῖν τὸ ἀγαθὸν εἶναι κακὸν καὶ τὸ ἀποβαλεῖν τὸ ἀγαθόν·2 εἰ δὲ μὴ τοῦτο, οὐδὲ τὸ ἀγαθὸν λέγειν κακὸν συλλελόγισται. ὅμοιος δὲ καὶ ὁ τοῦ κλέπτου λόγος τῷ βούλεσθαι τὰ ἀλλότρια λάθρα λαμβάνειν, τὸ δὲ κακόν, ὥστε βούλεταί τις τὸ ἑαυτοῦ κακόν, ὅπερ οὐ δέδοται· πᾶσα γὰρ βούλησις καὶ ἔφεσις ἀγαθοῦ. ἢ οὐχὶ εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν. οὔκουν τὸ κακὸν βούλεται ἀλλὰ τὸ ἀγαθόν. οὐ γὰρ ἐφίεταί τις, ὡς ἀγαθοῦ ἐφίεται, κἂν κακὸν ᾖ, ὥστε τὸ λαβεῖν αὐτῷ ἀγαθόν. καὶ τὸ νοσεῖν μὲν κακόν, ἀποβαλεῖν δὲ νόσον ἀγαθόν. πάλιν ‘πότερον τὸ δίκαιον τοῦ ἀδίκου καὶ τὸ δικαίως τοῦ ἀδίκως αἱρετώτερον;’ ναί. ‘ἀλλ’ ἀποθανεῖν ἀδίκως αἱρετώτερον ἢ δικαίως. ἀδίκως μὲν γὰρ Σωκράτης τέθνηκε, δικαίως δὲ λῃσταὶ καὶ τυμβωρύχοι· τὸ ἀδίκως ἄρα τοῦ δικαίως καὶ τοῦ δικαίου τὸ ἄδικον αἱρετώτερον.’ ἀλλ’ οὐχὶ εἰ παθεῖν τι ἀδίκως αἱρετόν, καὶ καθάπαξ τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως·3 ἀλλ’ ἁπλῶς μὲν τὸ δικαίως, τοδὶ μέντοι καὶ πῃ οὐδὲν κωλύει ἀδίκως μᾶλλον ἢ δικαίως. πάλιν ‘ἐπεὶ τὸ δίκαιον τριττόν, φύσει, νόμῳ καὶ τὸ κατὰ κρίσιν προβαῖνον τῶν δικαστῶν, τὸ λαβεῖν τινα ἀλλότρια χρήματα ψήφῳ δικαστῶν δίκαιόν ἐστιν. ἃ γὰρ ἄν τις κρίνοι τῶν δικαστῶν, κἂν ψευδῆ ᾖ, κατὰ δόξαν τὴν αὐτοῦ δίκαιά ἐστι διὰ τὸν Ἀθήνησι νόμον τὸν τὸ δοκοῦν τοῖς δικασταῖς ἡγούμενον κύριον. ἀλλὰ μὴν τοῦτο νόμῳ καὶ φύσει ἄδικον· τὸ αὐτὸ ἄρα δίκαιον καὶ ἄδικον.’ ἢ τὸ ἔχειν τινὰ τὰ ἑαυτοῦ δίκαιον, τὸ δὲ τὰ ἀλλότρια οὐ δίκαιον· κρίσιν μέντοι τοιαύτην εἶναι οὐδὲν κωλύει, οἷον ἂν ᾖ κατὰ δόξαν τοῦ κρίναντος, ὡς εἴρηται. οὐ γὰρ εἰ δίκαιον τοδὶ ἢ ὡδί, καὶ ἁπλῶς δίκαιον. πάλιν ‘πότερον δεῖ κατακρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ τὸν τὰ ἄδικα;’ τὸν τὰ ἄδικα. ‘ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν, ὕβρεις καὶ πληγάς· ταῦτα δ’ ἦν ἄδικα.’ ἢ οὐδὲν κωλύει λέγειν γε αὐτὰ δίκαιον εἶναι, ἄλλως δ’ οὔ. οὐ γὰρ εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι, ὥσπερ οὐδ’ εἰ ὠφέλιμον λέγειν καὶ διδάσκειν περὶ νόσων καὶ δηλητηρίων, ἤδη καὶ ταῦτα ὠφέλιμα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων· οὐ γὰρ εἰ ὁ ὑβρίσας λέγει μὴ ὑβρικέναι, τοῦτο δὲ δίκαιον, ἀνάγκη αὐτὸν καὶ δίκαια λέγειν ψευδόμενον. ὥστ’ οὐδ’ ὁ παθὼν εἰ λέγων ἃ ἔπαθεν ἄδικα4 νικᾷ, ἤδη καὶ πᾶς ὁ ἄδικα λέγων νικᾷ· λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα.

再次:“明智之人所不愿望的事物是恶吗?”“是的。”“但他不愿丧失善;因此善是恶。”或者,说善是恶与说丧失善[是恶]并不是同一回事;如果这不是同一回事,那么说善是恶也就根本没有被推论出来。关于窃贼愿望暗中获取他人之物的论辩也是类似的;而这是恶,以至于有人愿望自己的恶,而这是不被承认的;因为一切愿望与欲求都是朝向善的。或者,即使窃贼是恶的,获取本身也并非就是恶。因此他并不是在愿望恶,而是在愿望善;因为没有人欲求某物,除非是作为善而欲求,即使它是恶,因此获取对他来说是善。此外,生病是恶,但消除疾病却是善。再次:“公正的事物比不公正的事物、公正地比不公正地更值得选择吗?”“是的。”“但不公正地死去比公正地[死去]更值得选择;因为苏格拉底是不公正地死去的,而强盗和掘墓贼则是公正地[死去的];因此,不公正地比公正地更值得选择,不公正的事物比公正的事物更值得选择。”然而,并不是只要不公正地遭受某事是值得选择的,就断然可以说不公正地比公正地更值得选择;而是在无条件上公正地[更值得选择],但这并不妨碍就此特定事物而言且在某一方面是不公正地胜过公正地。再次:“既然公正有三种——依自然的、依法律的、以及依陪审官的判决而行的,那么凭借陪审官的表决获取他人的财产就是公正的。因为无论陪审官中的任何人作出何种裁决,哪怕它是错误的,依照他的意见也是公正的,这是由于雅典的法律将陪审官认为合适的主张视为具有权威。然而这依法律和依自然是不公正的;因此同样的事物既是公正的又是不公正的。”或者,某人拥有自己的财物是公正的,而拥有他人的财物是不公正的;然而正如所说的那样,判决是依裁决者的意见作出的,因而判决是如此这般的,这完全不受妨碍。因为绝不是由于在这一特定情形中或以此种方式是公正的,它也就是无条件公正的。再次:“应当给人定罪,是给说公正之事的人,还是给说不公正之事的人?”“给说不公正之事的人。”“然而,受害者充分陈述他所遭受的事——侮辱与击打——也是公正的;而这些是不公正的事。”或者,陈述它们本身是公正的,但在其他方面则不然,这是完全不受妨碍的。因为并非由于陈述是公正的,[所陈述的事物]就必然是公正的,正如说起并传授有关疾病和毒物的知识是有益的,并不意味着这些事物本身立即就是有益的一样。在公正的事物上也是类似;因为,并不是侮辱者说自己未曾侮辱,而这是公正的,就必然意味着他说着谎的同时说着公正之事。因此,受害者如果在陈述自己所遭受的不公正之事时胜诉,也并不意味着凡是说不公正之事的人就都胜诉;因为他所说的,是陈述起来乃公正之事,但在无条件上甚至是遭受起来也不公正的事。

语法注4 条
  1. 1.25οὐ γὰρ ἐφίεταί τις, ὡς ἀγαθοῦ ἐφίεται, κἂν κακὸν ᾖ, ὥστε τὸ λαβεῖν αὐτῷ ἀγαθόν

    在 οὐ γὰρ ἐφίεταί τις 之后紧接紧缩有限定意味的短语 ὡς ἀγαθοῦ ἐφίεται(“除非是作为善而欲求,否则无人欲求”)。κἂν κακὸν ᾖ 是让步从句(“即使它是恶”),ὥστε 引导的结果从句则表明在行动者主观视域中获得该物对其自身而言是善(αὐτῷ ἀγαθόν),从而消解了客观的恶与主观欲望客体的矛盾。

  2. 1.25ἢ οὐ ταὐτὸν εἰπεῖν τὸ ἀγαθὸν εἶναι κακὸν καὶ τὸ ἀποβαλεῖν τὸ ἀγαθόν

    小词 ἤ 引入异议或解决方案(λύσις)。在 εἰπεῖν 之后的两个冠词性不定式短语中,前者是 τὸ ἀγαθὸν εἶναι κακόν(“善是恶”),后者是 τὸ ἀποβαλεῖν τὸ ἀγαθόν(“丧失善”),在后者之后在句法上省略了 κακὸν εἶναι,需补足为“说丧失善是恶”以构成对称与对比。

  3. 1.25ἀλλ’ οὐχὶ εἰ παθεῖν τι ἀδίκως αἱρετόν, καὶ καθάπαξ τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως

    此句为 οὐχὶ εἰ... καί... 结构(“并非如果……就也……”)。条件从句 εἰ παθεῖν τι ἀδίκως αἱρετόν 之后,主句通过 καί 连接。副词 καθάπαξ 与 ἁπλῶς 同义,意为“断然”、“无条件地”,修饰被冠词名词化的副词短语 τὸ ἀδίκως 与 τοῦ δικαίως。

  4. 1.25λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα

    在关系从句 ἃ λέγειν ἐστὶ δίκαια 中,形容词 δίκαια 与不定式 λέγειν 构成表语关系(“述说起来乃是公正的事”)。后半句 ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα 省略了系动词 ἐστί,与前半句形成对比,指这些遭遇在无条件上是“甚至遭受起来都是不公正的”(καί 作强调副词,“甚至/连”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:59.3-59.36