← 佚名

亚里士多德《辩谬篇》释义

§58.10-59.3

解决混淆无条件与在某方面的谬误

根据亚里士多德《诡辩篇驳斥》第25章,阐明基于“无条件”与“在某一方面”相混淆的谬误推论应当通过考察结论是否构成真正的矛盾对立来解决。作者列举了关于非存在、违誓、说谎者悖论以及相对善恶的具体事例,指明了有限定的真假与无条件的真假之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.25#1

25. Τοὺς δὲ παρὰ τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς παραλογισμοὺς λυτέον σκοποῦντι τὸ συμπέρασμα πρὸς τὴν ἀντίφασιν, εἰ ἐνδέχεται τούτων τι πεπονθέναι.1 τὰ γὰρ ἐναντία καὶ τὰ ἀντικείμενα καὶ ἀπόφασιν καὶ φάσιν ἁπλῶς μὲν ἀδύνατον ὑπάρχειν τῷ αὐτῷ· πῇ μέντοι ἑκάτερον ἢ ποὺ ἢ πῶς, ἢ τὸ μὲν πῇ τὸ δὲ ἁπλῶς, οὐδὲν κωλύει. ὥστ’ εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ πῇ, οὔπω ἔλεγχος, ὥσπερ ὁ Αἰθίοψ καὶ λευκὸς καὶ μέλας, τὸ μὲν ἁπλῶς καὶ κατὰ τὴν ἐπιφάνειαν, τὸ δὲ πῇ καὶ κατὰ τοὺς ὀδόντας. τό τε τοὺς γονεῖς θύειν καλόν που ἢ ἔν τισιν (ἐν Τριβαλλοῖς γάρ), οὐχ ἁπλῶς δέ. καὶ ἡ νόσος ἀγαθὸν καὶ κακόν, τὸ μὲν πρὸς τὸν ἐπιεικῆ, τὸ δὲ πρὸς τὸν κακοῦργον. Καὶ ἔτι οἱ τοιοίδε λόγοι τοῦτ’ ἔχουσιν. ‘ἆρ’ ἐνδέχεται τὸ μὴ ὂν εἶναι;’ οὔ. ‘τί δέ, οὐ δοξαστόν ἐστιν; ἔστιν ἄρα τὸ μὴ ὄν.’ ὁμοίως δὲ καὶ τὸ ὂν οὐκ ἔσται· οὐ γάρ ἐστί τι τῶν ὄντων. ἄμφω δὲ ψευδῆ. οὔτε γὰρ ἁπλῶς ὂν τὸ μὴ ὄν, ἀλλ’ ὡς δοξαστὸν τῷ ὄντι προσήρτηται, οὔτ’ εἰ μὴ βοῦς ἢ ἵππος ἢ ἄλλο τι τῶν εἰδῶν, αὐτὸ τὸ ὂν ἤδη καὶ ἁπλῶς οὐκ ὄν, ἀλλὰ πῇ.2 πάλιν ‘ἆρ’ ἐνδέχεται τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν;’ οὔ. ‘τί δέ; ὁ ὀμόσας ἐπιορκήσειν καὶ ἐπιορκήσας οὐκ εὐώρκησεν;’ ὡσαύτως ‘ἆρ’ ἐνδέχεται τὸν αὐτὸν ἅμα πείθεσθαι καὶ ἀπειθεῖν;’ ἀλλ’ οὔτε ἁπλῶς ὁ ἐπιορκῶν εὐορκεῖ, ἀλλὰ κατά τι καὶ πῇ, οὐδ’ ὁ ἀπειθῶν πείθεται ἀλλὰ τὶ πείθεται. ὅμοιος δὲ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν, οἷον ὁ Δίων λέγει τὸν ὀφθαλμὸν καὶ λευκὸν καὶ μέλανα, τοῦτο δὲ καὶ ψευδὲς καὶ ἀληθές· οὔτε γὰρ ἅπας λευκὸς οὔθ’ ἅπας μέλας. πάλιν ‘ἐγὼ ψευδόμενος λέγω ἀληθῆ λόγον, ὅτι ἐγὼ ψεύδομαι·’ ἅμα γάρ, εἰ καὶ μὴ πρὸς τὸ αὐτό, καὶ ἀληθεύω καὶ ψεύδομαι. καὶ διὰ τὸ μὴ εἶναι εὐθεώρητον, ποτέρως ἄν τις ἀποδοίη τὸ ἁπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι,3 καὶ μάλιστα ἐν οἷς τὰ ἀντικείμενα ὁμοίως ὑπάρχει, ὡς ἐπὶ τοῦ ὀφθαλμοῦ, διελέσθαι δύσκολον φαίνεται. κωλύει δὲ αὐτὸν οὐδὲν ἁπλῶς μὲν εἶναι ψευδῆ, πῇ δὲ ἀληθῆ ἢ τινός, ἢ εἶναι ἀληθῆ τινά, ἀληθῆ δὲ μή. ὁμοίως δὲ ἐπὶ τῶν πρός τι καὶ ποῦ καὶ ποτέ· πάντες γὰρ οἱ τοιοῦτοι λόγοι παρὰ τοῦτο συμβαίνουσιν, οἷον ‘ἆρ’ ὑγίεια καὶ ὁ πλοῦτος τό τ’ ἐν πόλει δύνασθαι οὐκ ἀγαθά;’ ναί. ‘ἀλλ’ ἔστιν ὅτε οὐ βέλτιον τῷ ἀδίκως πολιτευομένῳ. τὰ αὐτὰ ἄρα ἀγαθὰ καὶ κακά.’ ἀλλ’ οὐ πρὸς τοὺς αὐτούς· οὐδὲν γὰρ κωλύει ἁπλῶς ὂν ἀγαθὸν τῷδε μὴ εἶναι, καὶ τῷδε μὲν ἀλλ’ οὐ νῦν, οὐδ’ ὧδε.

25. 基于无条件言说或非无条件言说的谬误推论,应当由通过参照矛盾对立考察结论的人来予以解决,看结论是否可能承受了这些情况中的某种。因为相反者与对立者、否定与肯定,无条件地属于同一事物是不可能的;然而,每一方在某一方面、或在某处、或以某种方式属于,或者一方在某一方面而另一方无条件地属于,则完全不受妨碍。因此,如果此物是无条件地属于,而彼物是在某一方面属于,这还算不上反驳,正如埃塞俄比亚人既是白的又是黑的——前者是在某一方面且就牙齿而言,后者是无条件地且就体表而言。同样,将父母献祭在某处或在某些人中(例如在特里巴洛伊人中)是美好的,但并不是无条件的。疾病也是既是善又是恶——一方相对于节制者而言,另一方相对于作恶者而言。 此外,如下这类论辩也具有这一特征:“非存在可能存在吗?”“不可能。”“那么怎样,它不是意见的对象吗?因此,非存在存在。”同样地,存在也将不存在;因为它不是存在物中的任何一个。但两者都是假的。因为非存在并不是无条件地存在,而只是作为意见的对象被附加到了存在上;同样,如果不是牛、不是马、也不是任何其他物种,存在本身并不是就此立即且无条件地成了非存在,而只是在某一方面是非存在。再次:“同一个人可能同时违背誓言与遵守誓言吗?”“不可能。”“那么怎样?发誓要违背誓言且违背了誓言的人,难道不是遵守了誓言吗?”同样地:“同一个人可能同时服从与不服从吗?”然而,违背誓言者并不是无条件地遵守了誓言,而只是在某种程度上并在某一方面遵守;不服从者也不是在服从,而只是在某件事上服从。关于同一个人同时说谎与说真话的论辩也是类似的,例如狄翁说眼睛既是白的又是黑的,而这也是既假又真的;因为眼睛既非全是白的,也非全是黑的。再次:“我说谎的同时说着真确的话,即‘我正在说谎’;”因为在同一时刻,即便不是就同一事物而言,我既在说真话又在说谎。而且由于不容易看清应当在哪种意义上断定是无条件地说真话还是说谎,尤其是在对立性质同样属于事物的情况下(如关于眼睛的情形),作出区分显得十分困难。但这绝不妨碍该命题在无条件上是假的,但在某一方面或就某事而言是真,或者是一定程度的真,却不是[无条件地]真。同样的情况也适用于关系词、在何处以及何时;因为所有这类论辩都是由于这一原因而产生的,例如:“健康、财富和在城邦中拥有权能难道不是善吗?”“是的。” “但有时对于不义地从政者来说并非更好。因此同样的事物既是善又是恶。”但这并不是相对于同样的人而言的;因为一项在无条件上是善的事物,对这个人来说不是善,或者对这个人来说是善,但不是在此时、也不是以此种方式,这是完全不受妨碍的。

语法注3 条
  1. 1.25Τοὺς δὲ παρὰ τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς παραλογισμοὺς λυτέον σκοποῦντι τὸ συμπέρασμα πρὸς τὴν ἀντίφασιν, εἰ ἐνδέχεται τούτων τι πεπονθέναι.

    动形容词 λυτέον 所带的与格 σκοποῦντι 表示施事。在间接疑问从句 εἰ ἐνδέχεται τούτων τι πεπονθέναι 中,τούτων 是指代前文所述各种限定条件(“无条件地或非无条件地”,即在某一方面、某处等)的部分属格,而 τι 则充当不定词 πεπονθέναι(取被动/遭遇之义)的内部宾语(“承受了这些情况中的某种”)。

  2. 1.25οὔτ’ εἰ μὴ βοῦς ἢ ἵππος ἢ ἄλλο τι τῶν εἰδῶν, αὐτὸ τὸ ὂν ἤδη καὶ ἁπλῶς οὐκ ὄν, ἀλλὰ πῇ.

    这是一个高度省略的句式。在条件从句 εἰ μὴ βοῦς... 中省略了系动词 ἐστί;在主句中,同样需要补充系动词 ἐστί 与表语搭配:οὔτε... αὐτὸ τὸ ὂν ἤδη καὶ ἁπλῶς οὐκ ὄν [ἐστιν](“存在本身也并不就此便成了无条件的非存在”)。整个句子形成了 οὔτε γὰρ ἁπλῶς ὂν τὸ μὴ ὄν... 与 οὔτε... ἁπλῶς οὐκ ὄν, ἀλλὰ πῇ 的对应平行结构。

  3. 1.25ποτέρως ἄν τις ἀποδοίη τὸ ἁπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι

    间接疑问副词 ποτέρως(“以两者中的哪种方式”)引导带有 ἄν 与希求法(ἀποδοίη)的间接疑问从句,表潜势(“人们应当归于两者中的哪种方式”)。冠词性不定词短语 τὸ ἁπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι 充当动词 ἀποδοίη 的直接宾格宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4193.tlg012.humanitext-grc1:58.10-59.3